IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Π

JGR V 16.17

Περὶ πλαστῶν καὶ τῶν εὐθυνομένων τῷ τοιούτῳ ἐγκλήματι.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ξ΄ τί. μα΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ὁ ποιήσας ἐκμαρτύρια πλαστὰ ἢ διαθήκας, ἢ ἐκδεδωκὼς ἢ ὑποβαλὼν εἰς ἀνάγνωσιν, τῷ περὶ πλαστογραφίας νόμῳ ὑπόκειται. Καὶ ὁ χρήματα λαβὼν ἢ συμφωνήσας ἢ κοινωνίαν ποιήσας ἐπὶ τῷ συνθῆναι συνηγορίαν ἢ μαρτυρίαν κατὰ τῶν ἀνευθύνων. Καὶ ὁ λαβὼν χρήματα ἐπὶ τῷ κατηγορῆσαι ἢ μὴ κατηγορῆσαι, μαρτυρῆσαι ἢ μὴ μαρτυρῆσαι. Ἡ τοῦ πλαστοῦ καὶ τοῦ ὡσανεὶ πλαστοῦ τιμωρία περιο-· ρισμός ἐστι καὶ τελεία δήμευσις, κατὰ δὲ δούλων ἐσχάτη.

2

pr.Ἐν δὲ τῷ μζ΄ κεφ. Τὸ τοῦ πλαστοῦ ἔγκλημα χρόνῳ οὐκ ἐκβάλλεται, εἰ μὴ ἄρα κ ' ἐνιαυτοῖς, ὥσπερ καὶ τὰ ἄλλα πάντα σχεδὸν τὰ ἐγκλήματα.

3

pr.Ἐν δὲ τῷ νγ ' κεφ. Ἀπὸ πλαστοῦ νομὴν οὐδεὶς δύναται ἑαυτῷ κατασκευάσαι. διὰ τοῦτο κατὰ τῶν λεγόντων ἑαυτοὺς εἶναι δεσπότας δύναταί τις τὴν περὶ τοῦ πλαστοῦ κατηγορίαν κινῆσαι, λέγων αὐτοὺς ἀπὸ πλαστῶν δικαιωμάτων κατασκευάζειν ἑαυτοῖς τὴν δεσποτείαν τοῦ πράγματος.

4

pr.Ἐν δὲ τῷ νς ' κεφ. Ἡνίκα δὲ συστῇ τὸ περὶ τῆς πλαστογραφίας ἔγκλημα, εἰ μὲν μέγιστόν τι ἐκ τούτου ἁμαρτάνεται, ἀποτεμνέτω αὐτὸν ἢ περιοριζέτω.

5

pr.Ἐν δὲ τῷ νς ' κεφ. Ἐὰν προενεχθέντος ἐπὶ τῇ δίκῃ συμβολαίου τινὸς, οἷον διαθήκης ἤ τινος ἑτέρου, ἐπιλαμβάνηταί τις αὐτοῦ ὡς πλαστοῦ, οὐ χρὴ εὐθὺς τὸ ἔγκλημα κινεῖσθαι, ἀλλὰ δίδοσθαι προθεσμίαν, ἵνα ἐγκληματικῶς ἢ χρηματικῶς κινήσῃ. δῆλον δὲ ὅτι ἡ χρηματικὴ κατηγορία πρᾳότερον ἐξετάζεται.

6

pr.Ἡ διάταξις κελεύει ἐξουσίαν ἔχειν ἕκαστον, ἢ χρηματικῶς ἢ ἐγκληματικῶς διελέγξαι τὸ πλαστόν. φησὶ δὲ ὅτι ἐπὶ παντὸς συμβολαίου ζητοῦμεν πρότερον τὰς ἀποδείξεις ἐκ τοῦ προσενεγκόντος, καὶ μετὰ ταῦτα ἐκ τοῦ λέγοντος πλαστὸν εἶναι τὸ συμβόλαιον.

7

pr.Ἀνάγν. καὶ βι. ια΄ τί. β΄ κεφ. η ' ', ἐν ᾧ φησιν· Ὅτι καὶ χωρὶς ἐγγραφῆς δύναταί τις κινεῖν τὸ περὶ πλαστοῦ συμβολαίου.