JGR V 1.35
Περὶ αἰχμαλώτων δούλων τε καὶ ἐλευθέρων, καὶ περὶ ὑποστροφῆς αὐτῶν, καὶ περὶ παίδων αὐτῶν καὶ δικαίου.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. λδ΄ τί. α΄, οὗτινος ἐν τῷ θ ' κεφ. φησίν· Οἱ ἐν πολέμῳ ληφθέντες ἔχουσι τὸ δίκαιον τῆς ὑποστροφῆς καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ. Καὶ ὅτι, εἰ μὲν ὑποστρέψει ὁ αἰχμάλωτος, οὐδέποτε δοκοῦσιν οἱ παῖδες αὐτοῦ αὐτεξούσιοι γενέσθαι. εἰ δὲ παρ᾿ αὐτοῖς ἀποθάνῃ, ἀφ᾽ οὗ ἐλήφθη, καὶ αὐτοὶ ἔχουσιν ἴδια τὰ ἐν μέσῳ κτηθέντα, κληρονομίαν δὲ κτᾶσθαι κατὰ τὸν καιρὸν τῆς τοῦ πατρὸς αἰχμαλωσίας οὐ δύνανται. οἱ δὲ δοῦλοι τῇ κληρονομίᾳ προσπορίζουσι. Καὶ ὅτι ὁ τοῦ αἰχμαλώτου παῖς καλῶς γαμεῖ, καὶ ὁ παρ᾽ αὐτοῦ τικτόμενος ὑποστρέφοντι τῷ πάππῳ γίνεται ὑπεξούσιος. τοῦτο δὲ διὰ τὸ δημόσιον χρήσιμον τῶν γάμων. Καὶ ὅτι ὁ ἀγοράζων δοῦλον αἰχμάλωτον, κἂν οιδε τὴν αὐτοῦ κατάστασιν, γίνεται αὐτοῦ δεσπότης. διδοὺς δὲ ὁ πρῴην αὐτοῦ δεσπότης τὸ ὑπὲρ αὐτοῦ δοθὲν ἀναλαμβάνει αὐτὸν, κἂν ἐνόμιζεν αὐτὸν ὁ ἀγοραστὴς μὴ εἶναι ἀλλότριον, εἰ μὴ ἄρα παρῆλθεν ὁ τῆς ἐν τῷ χρᾶσθαι δεσποτείας χρόνος. εἰ δὲ ὁ ἀγοραστὴς αὐτὸν ἐλευθερώσει, ἤ τις ἕτερος καλῇ πίστει παρ᾽ αὐτοῦ ἀγοράσας, οὐκέτι δύναται ὁ πρώην δεσπότης ἀναλαβεῖν αὐτόν. ἡ μέντοι παρὰ τῶν πολεμίων ἐπιτεθεῖσα αὐτῷ ἐλευθερία οὐκ ἐμποδίζει τὸν δεσπότην λαβεῖν αὐτὸν ἐρχόμενον ἐν τῇ πολιτείᾳ. δοκεῖ γὰρ ὑποστρέφειν διὰ τοῦ δικαίου τῆς ὑποστροφῆς, κἂν γνώμην ἔσχεν ὑποστρέψαι πρὸς τοὺς πολεμίους. καίτοι ἐπὶ τοῦ ὑποστρέφοντος ἐλευθέρου κεκανόνισται, μὴ ἔχειν αὐτὸν τὸ δίκαιον τῆς ὑποστροφῆς, εἰ μὴ γνώμης ἦν τοῦ παραμεῖναι.
2
pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ὁ ὑποστρέφων ἄνωθεν ἐν τῇ πολιτείᾳ εἶναι δοκεῖ.
3
pr.Ἐν δὲ τῷ ιδ ' κεφ. Οἱ μεθ᾽ ὅπλων ἡττηθέντες καὶ τοῖς πολεμίοις ἑαυτοὺς ἐκδεδωκότες οὐκ ἔχουσι δίκαιον ὑποστροφῆς.
4
pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ὁ μὴ ὑποστρέφων δοκεῖ τελευτᾶν ἐξότε ἐλήφθη.
5
pr.Ἐν δὲ τῷ ις ' κεφ. Ὑποστροφῆς δίκαιόν ἐστιν ἐπανάληψις καὶ τῆς προτέρας καταστάσεως καὶ τῶν ἀφαιρεθέντων πραγμάτων αὐτοῦ. Καὶ ὅτι ὁ αὐτόμολος ἐλεύθερος ἀνήρ τε καὶ γυνὴ τὸ δίκαιον τῆς ὑποστροφῆς οὐκ ἔχει. Τὸν δὲ αὐτόμολον δοῦλον, καὶ τὸν ὑπὸ αἵρεσιν ἢ ἡμέραν ἐλευθερωθῆναι ὁρισθέντα, ὑποστρέφοντα ὁ δεσπότης ἀναλαμβάνει. εἰ δὲ ἐν ὅσῳ παρὰ τοῖς πολεμίοις ἐστὶν ὁ ὑπὸ αἵρεσιν ἐλευθερωθῆναι ὁρισθεὶς ἐξέλθῃ ἡ αἵρεσις, οὔτε αὐτὸς ἔχει τὸ δίκαιον τῆς ὑποστροφῆς, οὔτε ὁ κληρονόμος αὐτὸν᾽ ὑποστρέφοντα λαμβάνει.
6
pr.Ἐν δὲ τῷ ιη ' κεφ. Ἐάν τις εὐγενῆ γυναῖκα παρὰ πολεμίων ἀγοράσῃ, καὶ συναφθῇ αὐτῇ ἐπὶ παιδοποιΐᾳ, παραχρῆμα τὸ ἐν αὐτῇ δίκαιον τοῦ ἐνεχύρου λύει, καὶ εὐγενεῖς τίκτει [καὶ ἡ διὰ τῶν πολεμίων ἀναληφθεῖσα ὑπὲρ ἧς οὐκ ἐδόθησαν τιμαὶ, οὐ λογισθήσεται δούλη ἀλλὰ γυνή.]
7
pr.Ἐν δὲ τῷ κα΄ κεφ. Ἐὰν τῷ αἰχμαλώτῳ κυοφορούμενος ἐν τῇ πολιτείᾳ τεχθῇ, ῥήγνυσι τὴν διαθήκην αὐτοῦ κατὰ τὸ τῆς ἐνστάσεως μέρος· τὰ δὲ λοιπὰ τὰ ἐν τῇ διαθήκῃ γεγραμμένα πληροῦται.
8
pr.Ἐν δὲ τῷ κζ ' κεφ. Τὸ ἐν τῷ πολέμῳ λαμβανόμενον ἀνδράποδον ἐν πραίδᾳ ἐστὶν, οὐ μὴν τῷ δικαίῳ τῆς ὑποστροφῆς ἐπανέρχεται.
9
pr.Ἀνάγν. καὶ τί. β΄, οὗτινος ἐν τῷ α κεφ. φησίν· Ἡ ἀπὸ τῶν πολεμίων ἀγορασθεῖσα οὔκ ἐστι δούλη, ἀλλ᾽ ἐνεχύρου λόγῳ κρατεῖται. ὡς εἴγε λυθείη τὸ ἐπ᾿ αὐτῇ ἐνέχυρον, ἀδεῶς τις ἄγεται αὐτὴν, μηκέτι οὔσης ζητήσεως περὶ τῆς καταστάσεως αὐτῆς ἢ τῶν ἐξ αὐτῆς τικτομένων παίδων.
10
pr.Ἐν δὲ τῷ ς ' κεφ. Ἐὰν ἀγοράσῃ τὶς αἰχμάλωτον καὶ προστήσῃ αὐτὴν, οὐ μόνον τὰς τιμὰς οὐ λαμβάνει, ἀλλὰ κἀκείνη ἐκδικεῖται ὑπὸ τοῦ ἄρχοντος καὶ τοῖς ἰδίοις δίδοται.
11
pr.Ἐν δὲ τῷ ια΄΄ κεφ. Ἐάν τις ἀπὸ τῶν πολεμίων ἀπεσπάσθη, οὐ μὴν ἀπηγοράσθη, ἐλεύθερος ἔσται. εἰ δὲ δοῦλος ἦν, τῷ δεσπότῃ ἀποδοθήσεται παραχρῆμα.
12
pr.[Ἐν δὲ τῷ τὴ κεφ.] [Ὅτι εἰ ἀπαγορασθῇ τις, ὀφείλει τὰς τιμὰς ἀποδοῦναι, ἢ πέντε ἔτη μόνον δουλεῦσαι.]
13
pr.Ἀνάγν. βι. ιζ ' τί. α΄ κεφ. κ '.