JGR V 3.4
Περὶ γάμου λύσεως καὶ τῶν τῆς λύσεως αἰτιῶν.
Abrir no leitor do IusCommune →1
pr.Ανάγν. βι. κή τί. ζ ', οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Τὰς τοίνυν αἰτίας, ἐξ ὧν ὁ ἀνὴρ διαζύγιον ἀκινδύνως στέλλειν δύναται, καὶ τὴν προῖκα τῆς γυναικὸς ἀποκερδαίνειν κατὰ χρῆσιν μόνην, φυλαττομένης τῆς ἐπ᾿ αὐτῇ δεσποτείας τοῖς ἐκ τοῦ αὐτοῦ γάμου παισὶν, ἢ παίδων οὐκ ὄντων ἀπολαύειν αὐτὸν καὶ τῆς δεσποτείας, ταύτας εἶναι διατυποῦμεν· Εἰ κατὰ τῆς βασιλείας βουλευομένοις τισὶ σύνοιδεν ἡ γυνὴ, καὶ τῷ ἰδίῳ ἀνδρὶ μὴ φανερώσει. εἰ δὲ ὁ ἀνὴρ παρὰ τῆς γυναικὸς τοῦτο ἀπαγγελθὲν σιωπήσει, ἐξέστω τῇ γυναικὶ δι᾽ οἱουδήποτε προσώπου τοῦτο προσαγγέλλειν τῇ βασιλείᾳ, ὥστε τὸν ἄνδρα μηδεμίαν ἐκ ταύτης τῆς αἰτίας διαζυγίου εὑρεῖν πρόφασιν. Εἰ περὶ μοιχείας ὁ ἀνὴρ δυνηθῇ ἐλέγξαι τὴν γυναῖκα. Ἐὰν οἱῳδήποτε τρόπῳ ἡ γυνὴ τῇ ζωῇ τοῦ ἀνδρὸς ἐπιβουλεύσῃ ἢ ἄλλοις τοῦτο ποιοῦσι συνειδυῖα τῷ ἀνδρὶ μὴ φανερώσῃ. Ἐὰν ἀνδράσι μὴ βουλομένου τοῦ ἀνδρὸς ἐξωτικοῖς συμποσιάζῃ ἢ συλλούηται. Ἐὰν μὴ βουλομένου τοῦ ἀνδρὸς ἔξω τοῦ οἴκου μείνῃ, εἰ μήτιγε τυχὸν παρὰ τοῖς ἰδίοις γονεῦσιν. Ἐὰν ἱππικοῖς ἢ θεάτροις ἢ κυνηγίοις παραγίνηται ἐπὶ τῷ θεωρῆσαι ἀγνοοῦντος ἢ καὶ κωλύοντος τοῦ ἀνδρός. Εἰ μέντοιγε συμβῇ τινα δίχα μιᾶς τῶν προειρημένων αἰτιῶν τὴν ἑαυτοῦ γαμετὴν τοῦ οἰκείου οἴκου ἐξωθήσασθαι, ὥστε ἐκείνην μὴ ἔχουσαν γονεῖς, πρὸς οὓς δύναται μεῖναι, ἐξ ἀνάγκης ἔξω τὴν νύκτα διάγειν, κελεύομεν μηδεμίαν εἶναι τῷ ἀνδρὶ ἄδειαν, διὰ ταύτην τὴν αἰτίαν διαζύγιον πέμπειν τῇ γυναικὶ, διότιπερ αὐτὸς τούτου αἴτιος γίνεται. Τὰς δὲ αἰτίας, ὑπὲρ ὧν εὐλόγως δύναται τῷ ἀνδρὶ παρὰ τῆς γυναικὸς πέμπεσθαι διαζύγιον, καὶ ἐξ ὧν δύναται τήν τε προῖκα λαμβάνειν καὶ τὴν διὰ τοὺς γάμους ἀπαιτεῖν δωρεάν, ὁμοίως τοῖς παισὶ φυλαχθησομένης τῆς ἐπὶ τῇ δωρεᾷ δεσποτείας, ἢ παίδων μὴ ὑπόντων· ἔχειν αὐτὴν καὶ τὴν ταύτης δεσποτείαν, ταύτας εἶναι μόνας διατυποῦμεν· Ἐὰν κατὰ τῆς βασιλείας ἢ αὐτὸς βουλεύσηται ἢ τοῦτό τισι βουλευομένοις συνειδὼς μὴ φανερώσῃ τῇ βασιλείᾳ, ἢ δι ἑαυτοῦ ἢ δι᾽ οἱουδήποτε προσώπου. Ἐὰν οἱῳδήποτε τρόπῳ ὁ ἀνὴρ ἐπιβουλεύσῃ τῇ ζωῇ τῆς γυναικὸς ἢ ἄλλων τοῦτο βουλευομένων εἰδὼς μὴ φανερώσῃ τῇ γυναικὶ καὶ σπουδάσῃ κατὰ νόμους ἐκδικῆσαι. Ἐὰν ὁ ἀνὴρ τῆς γυναικὸς τῇ σωφροσύνῃ ἐπιβουλεύων ἄλλοις ταύτην εἰς τὸ μοιχευθῆναι ἐπιχειρήσῃ προδοῦναι. Ἐὰν ὁ ἀνὴρ περὶ μοιχείας ἐγγράψηται τὴν γυναῖκα ἀπελέγξαι καὶ τὴν μοιχείαν μὴ ἀποδείξῃ, [ἐξεῖναι τῇ γυναικὶ βουλομένῃ καὶ ὑπὲρ ταύτης τῆς αἰτίας διαζύγιον πέμπειν τῷ ἀνδρὶ, καὶ ἀπολαμβάνειν μὲν τὴν ἰδίαν προῖκα, κομίζεσθαι δὲ καὶ τὴν προγαμιαίαν δωρεὰν, καὶ ὑπὲρ τοιαύτης συκοφαντίας, εἰ παῖδας μὴ ἔχοι ἐκ τοῦ αὐτοῦ συνοικεσίου, τοσοῦτον κατὰ δεσποτείαν λαμβάνειν τὴν γυναῖκα ἐκ τῆς ἄλλης τοῦ ἀνδρὸς περιουσίας, ὅσον τῆς προγαμιαίας δωρεᾶς τὸ τρίτον μέρος ἐστίν. εἰ γὰρ παῖδας ἔχοι, κελεύομεν πᾶσαν τὴν τοῦ ἀνδρὸς περιουσίαν τοῖς παισὶ φυλάττεσθαι, βεβαίων μενόντων τῶν περὶ τῆς προγαμιαίας δωρεᾶς τοῖς ἄλλοις περιεχομένων νόμοις· οὕτως μέντοιγε, ὥστε καὶ διὰ τὴν ἐπαχθεῖσαν τῆς μοιχείας κατηγορίαν καὶ μὴ ἀποδειχθεῖσαν κἀκείναις τὸν ἄνδρα ταῖς τιμωρίαις ὑποβληθῆναι, ἃς ἔμελλεν ὑπομένειν ἡ γυνὴ, εἴπερ ἂν ἡ τοιαύτη ἀπεδείχθη κατηγορία.] Καὶ ἐὰν ὁ ἀνὴρ ἐν τῷ οἴκῳ ', καθ᾽ ὃν μετὰ τῆς αὐτοῦ γυναικὸς συνοικεῖ, περιφρονῶν αὐτῆς μεθ᾽ ἑτέρας εὑρίσκηται ἐν τῷ αὐτῷ οἴκῳ μένων, ἢ κατὰ τὴν αὐτὴν πόλιν διάγων ἐν ἑτέρῳ οἴκῳ μετὰ ἄλλης γυναικὸς συνεχῶς μένων ἐλέγχηται, καὶ ἅπαξ καὶ δὶς ἐγκληθεὶς ἢ διὰ τῶν ἑαυτοῦ γονέων ἢ διὰ τῶν τῆς γυναικὸς ἢ δι᾽ ἑτέρων τινῶν ἀξιοπίστων προσώπων τῆς τοιαύτης ἀσελγείας μὴ ἀπόσχηται, ἐξεῖναι τῇ γυναικὶ καὶ ὑπὲρ ταύτης τῆς αἰτίας διαλύειν τὸν γάμον, καὶ ἀναλαμβάνειν τὴν δεδομένην προῖκα καὶ τὴν προγαμιαίαν δωρεὰν, καὶ ὑπὲρ τῆς τοιαύτης ὕβρεως τρίτον μέρος τῆς διατιμήσεως, ἣν ἡ προγαμιαία ποιεῖ δωρεάς, ἐκ τῆς ἄλλης αὐτοῦ περιουσίας λαμβάνειν· οὕτω μέντοιγε, ὥστε εἰ παῖδας ἔχοι, τῆς χρήσεως μόνης ἀπολαύειν τὴν γυναῖκα τῶν πρα- γμάτων, ἅπερ ἐκ τῆς προγαμιαίας δωρεᾶς καὶ τῆς ποινῆς τοῦ τρίτου μέρους τῆς τοῦ ἀνδρὸς περιουσίας λάβοι, τῆς δεσποτείας τοῖς κοινοῖς παισὶ φυλαττομένης. εἰ γὰρ παῖδας μὴ ἔχοι ἐκ τοῦ αὐτοῦ συνοικεσίου, ἔχειν αὐτὴν τῶν τοιούτων πραγμάτων καὶ τὴν δεσποτείαν κελεύομεν.
2
pr.Ἐκεῖνο δὲ παραφυλακτέον, ὡς εἴπερ εὐλόγως ὁ ἀνὴρ τὸ διαζύγιον πέμψειε, καὶ ὑπεύθυνος ἡ γυνὴ ἐκ τῶν ἔμπροσθεν εἰρημένων ἡμῖν ἔσται ποινῶν, καὶ εἰς πενταετίαν ὅλην πρὸς δεύτερον ἐλθεῖν κωλυθήσεται συνοικέσιον· καὶ πρὸ τῆς πενταετίας ὁ γάμος οὐκ ἔσται ἀνεύθυνος, οὐδὲ νόμιμος γάμος κληθήσεται ', ἀλλὰ πᾶς ὁ βουλόμενος προσίτω καὶ κατηγορείτω τοῦ γινομένου ὡς παρὰ τὸν νόμον τολμηθέντος. Εἰ δὲ καὶ εὐλόγως ἡ γυνὴ τὸ διαζύγιον στείλειε καὶ κρατήσει, τῶν ἀγώνων, κερδαινέτω μὲν τὰ κέρδη τὰ ἔμπροσθεν εἰρημένα, ἐρυθριάτω δὲ πρὶν ἐνιαυτὸν ἐξήκειν εἰς δεύτερον φοιτᾷν γάμον. ὅπερ οὐ παραφυλακτέον ἡμῖν ἐπ᾿ ἀνδρός· τῷ γὰρ εὐλόγως κεκρατηκότι τῶν τοιούτων κερδῶν καὶ παραχρῆμα γαμεῖν ἔξεστιν, ἐπεὶ μηδεμία περὶ τὴν τῆς γονῆς σύγχυσιν εὔλογός ἐστιν ὑπόνοια, ὅπερ ἐπὶ τῶν γυναικῶν τὴν πρὸ τοῦ ἐνιαυτοῦ συνάφειαν εἰκότως ἀπείργει. καὶ τοσοῦτόν ἐστι τὰ τῆς κολάσεως ἐντεῦθεν ', ὅτι κἂν εἰ ἀγαθῇ χάριτι διαλυθῆναι συμβαίη τὸν γάμον, ἀλλὰ καὶ οὕτως εἰς ἐνιαυτὸν ἡ κώλυσις τῶν δευτέρων γάμων ταῖς γυναιξὶν ἐπιτέτακται.
3
pr.Ἀλλὰ καὶ τῶν ἐν ταξειδίοις ὄντων τὰς γαμετὰς παρακελεύεται ἡ διάταξις, ὥστε εἴ τις ἀκούσει τὸν ἴδιον ἄνδρα τετελευτηκέναι, μὴ ἄλλως ἔρχεσθαι πρὸς δεύτερον γάμον, εἰ μὴ πρότερον ἢ δι᾽ ἑαυτῆς ἢ δι᾽ ἄλλου οἱουδήποτε προσώπου τοὺς πρίορας τοῦ ἀριθμοῦ καὶ τοὺς χαρτουλαρίους ἤτοι τὸν τριβοῦνον (εἴγε πάρεστιν), ἐν ᾧ ὁ ταύτης ἀνὴρ ἐστρατεύετο, ἐρωτήσει· ὥστε ἐκείνους τῶν ἁγίων εὐαγγελίων προκειμένων ἐπὶ πράξεως ὑπομνημάτων καταθέσθαι, εἰ ταῖς ἀληθείαις ὁ ταύτης ἀνὴρ τετελευτήκει. καὶ μεθ᾽ ὃ λάβοι ταῦτα τὰ ὑπομνήματα ἡ γυνὴ ὑπὲρ τῆς ἰδίας μαρτυρίας, μένειν αὐτὴν ἑνὸς ἐνιαυτοῦ διάστημα, ὥστε μετὰ τὴν αὐτοῦ καταδρομὴν ἐξεῖναι ταύτην νόμιμον συναλλάττειν γάμον. εἰ δὲ παρὰ ταύτην τὴν παρατήρησιν ἡ γυνὴ τολμήσει εἰς ἕτερον ἐλθεῖν γάμον, καὶ αὐτὴ καὶ ὁ ἀγαγόμενος αὐτὴν πρὸς γάμον ὡς μοιχοὶ τιμωρείσθωσαν. εἰ δὲ οἱ ἐπὶ πράξεως ὑπομνημάτων μεθ᾽ ὅρκων καταθέμενοι μετὰ ταῦτα εὑρεθεῖεν πλαστῶς καταθέμενοι, αὐτοὶ μὲν τῆς στρατείας γυμνούμενοι δέκα χρυσίου λιτρῶν ποινὴν συνελαθήσονται καταβαλεῖν ἐπ᾽ ἐκείνου ὃν ἐψεύσαντο τετελευτηκέναι, αὐτὸς δὲ ἄδειαν ἐχέτω εἰ βουληθείη τὴν ἰδίαν γαμετὴν ἀναλαμβάνειν.
4
pr.Ταῖς δὲ εἰρημέναις αἰτίαις συνείδομεν καὶ ταύτας ὀνομαστὶ προσθεῖναι, ἐξ ὧν τοὺς γάμους δίχα ποινῆς ἔξεστι διαλύειν. Διαλύεται· γάμος κατὰ πρόφασιν ἄμεμπτον, ὅταν ἄσκησιν θάτερον τῶν μερῶν ἕληται, πρὸς τὴν ἐπὶ τὸ κρεῖττον μεταβαῖνον ὁδὸν καὶ τὸν ἐν ἁγνείᾳ βίον αἱρούμενον. τηνικαῦτα γὰρ κελεύομεν παῤῥησίαν εἶναι καὶ ἀνδρὶ καὶ γυναικὶ πρὸς τὰ καλλίω μεθισταμένῳ, διαλύειν τὸ συνοικέσιον καὶ ἀναχωρεῖν μετά τινος βραχείας ὑπολελειμμένης τῷ καταλελειμμένῳ παραμυθίας. ὅπερ γὰρ ἂν συμφωνήσειαν οἱ συμβάλλοντες ἀπὸ τελευτῆς γενέσθαι κέρδος, τοῦτο ἔχειν δεῖ τὸν καταλελειμμένον παρὰ θατέρου, εἴτε ἀνὴρ εἴτε γυνὴ καθεστήκοι, διότι καὶ οὗτος (τόγε ἐπὶ τῷ συνοικήσαντι) δοκεῖ τελευτᾷν ἑτέραν ἀνθ᾽ ἑτέρας βίου πορείαν ἑλόμενος. καὶ κατὰ πρόφασιν δὲ ἀναγκαίαν τε καὶ οὐκ ἄλογον διαλύεται γάμος, ὅταν τὶς οὐχ οἷός τε εἴη συνιέναι τῇ γυναικὶ καὶ τὰ παρὰ τῆς φύσεως ἀνδράσι δεδομένα πράττειν ἄχρι τριῶν τελείων ἐνιαυτῶν ἐκ τοῦ τῶν γάμων καιροῦ. πάρεστι γὰρ τῇ γυναικὶ ἢ τοῖς γε αὐτῆς πατρᾶσι διαζευγνύναι τὸ συνοικέσιον, εἰ καὶ μὴ βούλοιτο τοῦτο ὁ συνοικῶν. κἀνταῦθα ἡ μὲν προὶξ, ἥτις ἐστὶν ὅλως ἐπιδεδομένη, ἀκολουθήσει τῇ γυναικὶ, καὶ ἀποδώσει ταύτην ὁ ἀνὴρ εἴγε τύχοι λαβών· ἡ δὲ διὰ τὸν γάμον ἤτοι πρὸ τῶν γάμων δωρεὰ μένει παρὰ τῷ ἀνδρὶ μηδὲν οἴκοθεν ζημιουμένῳ. Ἀλλὰ καὶ τὸ τῆς αἰχμαλωσίας τοιοῦτόν ἐστιν, ὁποῖον ἀγαθῇ χάριτι διαλύειν τὸν γάμον. εἴτε γὰρ ἀνδρὶ συμβαίη τοιοῦτόν τι ἀτύχημα τῆς γυναικὸς ἐν τῇ πολιτείᾳ μενούσης, εἴτε αὖθις γυνὴ μὲν εἰς αἰχμαλωσίαν ἀπίοι, μένοι δὲ ὁ ἀνὴρ ἐν τῇ πολιτείᾳ, ὁ μὲν ἀκριβής τε καὶ λεπτὸς λόγος διαλύει τὸν γάμον. δουλείας γὰρ ἅπαξ γενομένης θατέρῳ ἡ τῆς τύχης ἀνισότης τὴν ἐκ τῶν γάμων ἰσότητα μένειν οὐ συγχωρεῖ. πλὴν ἀλλὰ φιλανθρωπότερον τὰ τοιαῦτα θεωροῦντες, ἕως μέν ἐστι φανερὸν περιεῖναι ἢ τὸν ἄνδρα ἢ τὴν γαμετὴν, μένειν ἄλυτα τὰ συνοικέσια συγχωροῦμεν· καὶ οὐκ ἐλεύσονται πρὸς δευτέρους γάμους οὔτε γυναῖκες οὔτε ἄνδρες, εἰ μὴ βούλοιντο δοκεῖν κατὰ προπέτειαν τοῦτο πρᾶξαι, καὶ ὑποπεσεῖν ταῖς ποιναῖς, ὁ μὲν τῇ τῆς πρὸ γάμου δωρεᾶς φαμεν ἐκτίσει, ἡ δὲ τῇ τῆς προικός. εἰ δὲ ἄδηλον καθεστήκοι, πότερον περίεστιν ἢ μὴ τὸ εἰς τοὺς πολεμίους ἀφικόμενον μέρος ', τηνικαῦτα πενταετίαν μενετέον εἴτε τῇ γυναικὶ εἴτε τῷ ἀνδρὶ, μεθ᾽ ἣν εἴτε σαφῆ γένοιτο τὰ τῆς τελευτῆς εἴτε ἄδηλα μένοι, γαμεῖν ἔξεστιν ἀκινδύνως. καὶ τοῦτο γὰρ δὴ ταῖς καλουμέναις καλῇ χάριτι διαλύσεσι παρὰ τῶν πρὸ ἡμῶν συνηρίθμηται, καὶ ἡμεῖς δὲ εἰς τοῦτο σύμφαμεν, ὥστε ἐνταῦθα οὐδὲ διαισίῳ γίνεται καιρὸς· οὕτω τῶν προσώπων διεστώτων ἀλλήλων, καὶ οὐδεὶς ἐντεῦθεν κερδανεῖ, οὔτε ὁ ἀνὴρ τὴν προῖκα οὔτε ἡ γυνὴ τὴν προγαμιαίαν δωρεάν, ἀλλ᾽ ἕκαστος ἐπὶ τῶν οἰκείων μένει.
5
pr.Μηδενὶ δὲ τρόπῳ παρὰ ταύτας τὰς εἰρημένας αἰτίας διαζύγιον γίνεσθαι, ἢ κατὰ συναίνεσιν τοὺς γάμους διαλύειν καὶ συγχωρεῖν ἀλλήλοις τὰ ἁμαρτήματα '. εἰ δέ τις τολμήσοι τὶ τοιοῦτον, εἰ μὲν κατιόντας ἔχοι, τὴν οὐσίαν αὐτοῦ ἐκείνοις δίδοσθαι κατὰ τὴν τῶν νόμων τάξιν, καὶ τόν τε ἄνδρα, τήν τε γυναῖκα εἰς μοναστήριον ἐμβάλλεσθαι, καὶ ἐκ τῆς ἑκάστου περιουσίας ἀνὰ δ ' οὐγκίας τοῖς μοναστηρίοις ἐν οἷς ἐμβάλλονται ἀφορίζεσθαι· τοῦ ἀνδρὸς δηλονότι μηδὲ χρῆσιν ἔχοντος τοῦ διδομένου τοῖς παισὶ μέρους. εἰ δὲ κατιόντας μὴ ἔχοιεν, ἀλλ᾽ ἀνιόντες εὑρίσκονται, τὸ τρίτον μέρος τῆς οὐσίας λαμβάνειν αὐτοὺς, εἰ μὴ τῇ ἀσεβείᾳ τῆς λύσεως τοῦ γάμου συνήνεσαν· τὰ δὲ δύο μέρη τοῖς μοναστηρίοις ἀφορίζεσθαι. εἰ δὲ μήτε ἀνιόντες μήτε κατιόντες εἶεν, ἢ καὶ οἱ ἀνιόντες συνήνεσαν τῷ γεγονότι, κελεύομεν πᾶσαν τὴν οὐσίαν τοῖς μοναστηρίοις ἐν οἷς ἐνεβλήθησαν δίδοσθαι. ἀλλὰ καὶ τοὺς ὑπουργοῦντας ταῖς τοιαύταις λύσεσι τοῦ γάμου ἢ τὰ τοιαῦτα ἀθέμιτα συμβόλαια συντιθέντας ταῖς εἰς σῶμα ποιναῖς ὑποβάλλεσθαι κελεύομεν, καὶ εἰς ἐξορίαν πέμπεσθαι. εἰ δὲ οἱ τὸν γάμον λύειν ἐπεχειρήσαντες βουληθῶσι πάλιν ἑαυτοὺς συζευγνύναι πρὶν ἐμβληθῶσι μοναστηρίοις, συγχωρεῖσθαι αὐτοῖς πρὸς τὰς προειρημένας ποινὰς καὶ τὰς ἰδίας περιουσίας ἔχειν· τοῦ ἑνὸς δὲ βουλομένου τὸν γάμον ἀνακαλέσασθαι, εἰ μὴ συναινέσει τὸ ἕτερον πρόσωπον, κατὰ τοῦ μὴ βουλομένου κρατεῖν τὰς ποινάς.
6
pr.Εἰ δέ τις τὴν ἰδίαν γαμετὴν μάστιξιν ἢ ξύλοις τυπτήσει χωρίς τινος τῶν αἰτιῶν, ἃς κατὰ τῶν γυναικῶν πρὸς τὴν τοῦ γάμου διάλυσιν ἀρκεῖν παρεκελευσάμεθα, γάμου μὲν διάλυσιν ἐκ τούτου γίνεσθαι οὐ βουλόμεθα, τὸν δὲ ἄνδρα τὸν δεικνύμενον χωρὶς τοιαύτης αἰτίας μάστιξιν ἢ ξύλοις τυπτῆσαι τὴν ἑαυτοῦ γαμετὴν τοσοῦτον ὑπὲρ τῆς τοιαύτης ὕβρεως ἐκ τῆς ἄλλης αὐτοῦ περιουσίας διδόναι τῇ γυναικὶ καὶ συνεστῶτος τοῦ γάμου, ὅσον τὸ τρίτον τῆς πρὸ γάμου ποιεῖ δωρεᾶς.
7
pr.Ἐν δὲ τῷ κ ' κεφ. Ὁ γαμετὴν ἀλλοτρίαν ἐκ τῆς ὁδοῦ εἰς τὸν ἴδιον οἶκον λαβὼν, κἀκεῖθεν στείλας διαζύγιον τῷ ἀν- δρὶ αὐτῆς, ἐπὶ τριετίαν ἐξορίζεται.
8
pr.Ἐν δὲ τῷ κζ ' κεφ. Ὅτι ἡ ὕστερον ἐπιφανεῖσα δουλεία λύει τὸν γάμον καὶ διαζεύγνυσιν αὐτοὺς ἀπ᾿ ἀλλήλων, ὡσανεὶ τελευτῆς ἀκολουθησάσης.
9
pr.Ἀνάγν. καὶ βι. δ΄ τί. α΄ κεφ. ή, ἐν ᾧ φησινε· Εἰ δὲ γυνὴ ἢ ἀνὴρ τὸν μοναχικὸν ἐπιλέξηται βίον καὶ εἰσέλθῃ εἰς· μοναστήριον, παίδων οὐχ ὑπόντων τῷ μοναστηρίῳ ἐν ᾧ εἰσῆλθε τὰ πράγματα αὐτοῦ διαφέρειν κελεύομεν. εἰ δὲ τὸ τοιοῦτον πρόσωπον παῖδας ἔχοι, καὶ μὴ πρὶν εἰσέλθῃ εἰς τὸ μοναστήριον περὶ τῶν τοιούτων ' πραγμάτων ποιήσει διατύπωσιν καὶ τὸ νόμιμον μέρος τοῖς παισὶν ἀφορίσει, καὶ οὕτως ἐξέστω αὐτῷ καὶ μετὰ τὸ εἰσελθεῖν εἰς τὸ μοναστήριον τὴν ἰδίαν οὐσίαν εἰς τοὺς ἰδίους διελεῖν παῖδας· οὕτω μέντοιγε ὥστε μηδὲ ἐπὶ ἑνὶ τῶν ἑαυτοῦ παίδων ἐλαττῶσαι τὸ νόμιμον μέρος· τὸ δὲ μὴ δεδομένον τοῖς παισὶ μέρος τῷ μοναστηρίῳ διαφερέτω. εἰ δὲ πᾶσαν τὴν ἰδίαν οὐσίαν μεταξὺ τῶν παίδων διελεῖν βουληθείη, τοῦ οἰκείου προσώπου αὐτοῦ τοῖς παισὶ συναριθμουμένου ἓν ἑαυτῷ μέρος πᾶσι τρόποις κρατείτω, ὀφεῖλον τῷ δικαίῳ τοῦ μοναστηρίου διαφέρειν. εἰ δὲ ἐν τῷ μοναστηρίῳ διάγων τελευτήσει πρὶν μεταξὺ τῶν οἰκείων παίδων τὰ ἴδια διανείμῃ πράγματα, τὸ νόμιμον μέρος οἱ παῖδες λήψονται, τὸ δὲ λοιπὸν τῆς οὐσίας τῷ μοναστηρίῳ διαφερέτω.
10
pr.Καὶ κεφ. ι καὶ ια, ἐν οἷς φησιν· Εἰ δὲ συνεστῶτος ἔτι τοῦ γάμου ὁ ἀνὴρ μόνος ἢ ἡ γυνὴ μόνη εἰς μοναστήριον εἰσέλθοι, διαλυέσθω ὁ γάμος καὶ δίχα διαζυγίου, μεθ᾽ ὃ μέντοι τὸ πρόσωπον τὸ εἰσερχόμενον εἰς μοναστήριον τὸ σχῆμα λάβῃ. καὶ εἰ μὲν ὁ ἀνὴρ τὸν μοναχικὸν ἐπιλέξεται βίον, ἀποκαθίστησι τῇ γυναικὶ καὶ τὴν προῖκα καὶ εἴ τι ἄλλο ἀπ᾿ αὐτῆς ἔλαβε, καὶ πρὸς τούτοις ἐκ τῆς γαμικῆς δωρεᾶς τοσοῦτον μέρος, ὅσον ἐκ τῆς τελευτῆς τοῦ ἀνδρὸς ἥρμοζε τῇ γυναικὶ κατὰ τὸ σύμφωνον τὸ τοῖς προικώοις συμβολαίοις ἐμφερόμενον '. εἰ δὲ γυνὴ εἴη ἡ εἰς τὸ μοναστήριον εἰσελθοῦσα, τὸν ὅμοιον τρόπον παρακρατείτω ὁ ἀνὴρ τὴν γαμικὴν δωρεὰν καὶ τὸν κάσσον τῆς προικὸς τὸν ἀπὸ τελευτῆς τῆς γυναικὸς συμφωνηθέντα, καὶ τὸ λοιπὸν τῆς προικὸς τῇ γυναικὶ ἀποκαθιστᾶν παρακελευόμεθα, καὶ εἴ τι ἄλλο ἐκ τῶν πραγμάτων τῆς γυναικὸς παρ᾽ αὐτῷ εὑρεθείη. ἀμφοτέρων δὲ τὸν μοναχικὸν βίον ἐπανῃρημένων, κελεύομεν ἀργούντων τῶν προικιμαίων συμφώνων τὸν ἄνδρα παρακρατεῖν τὴν γαμικὴν δωρεάν, καὶ τὴν γυναῖκα τὴν ἰδίαν λαμβάνειν προῖκα καὶ εἴ τι ἄλλο τῷ ἀνδρὶ δεδωκέναι δειχθῇ, ἵνα εἷς ἕκαστος δίχα ζημίας τῶν ἰδίων ἀπολαύσῃ πραγμάτων· εἰ μὴ ὡς εἰκὸς ὁ μνηστὴρ τῇ μνηστῇ [ἢ ἡ μνηστὴ τῷ μνηστῆρι] ἢ ὁ ἀνὴρ τῇ γυναικὶ ἢ ἡ γυνὴ τῷ ἀνδρὶ δωρήσασθαί τι ἢ συγχωρῆσαι βουληθείη πα.