IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Γ

JGR V 3.5

Περὶ γαμικῶν κερδῶν καὶ περὶ τῶν γαμικῶν δωρεῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. κθ ' τί. δ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησία. Τὴν διὰ τοὺς γάμους δωρεάν συνάλλαγμα ἰδικὸν εἶναί τε καὶ κρίνεσθαι, καὶ μὴ ταῖς ἄλλαις δωρεαῖς αὐτὴν [συν] αριθμεῖσθαι διὰ τοῦ παρόντος νόμου θεσπίζομεν, ἐπειδὴ ἀντ᾿ αὐτῆς ἰσότης προικὸς ὁ ἐπιδίδοται. εἴτε τοίνυν γένηται ἐπὶ πράξεως ὑπομνημάτωνὰ ἐμφανὴς, εἴτε καὶ μὴ, κελεύομεν αὐτὴν διὰ πάντων τὴν ἰδίαν ἔχειν ἰσχὺν, ὅσον πρὸς τὴν γυναῖκα· εἴτε παρ ' αὐτοῦ τοῦ ἀνδρὸς εἴτε παρ᾽ ἑτέρου τινὸς τῇ γυναικὶ ἐπιδίδοται εἴτε καταγράφεται ἤγουν εἰς τὸ τοῦ ἀνδρὸς πρόσωπον ἡ δωρεὰ γίνεται, ἐφ᾽ ᾧ τὰ αὐτὰ πράγματα εἰς γαμικὴν καταγράψαι· δωρεάν.

2

pr.Ἀνάγν. καὶ βι. κη ' τί. ιβ΄ κεφ. β΄, ἐν ᾧ φησιν· Ὅτι ἡ ἄπροικος καὶ ἄπορος γυνὴ τετάρτην μοῖραν τῆς τοῦ ἀνδρὸς περιουσίας λαμβάνει, ὥστε μέντοιγε μὴ ὑπερβαίνειν τὴν τῶν ἑκατὸν τοῦ χρυσίου λιτρῶν ποσότητας. ἀλλ᾽ εἰ μὲν ἄχρι τριῶν ἔχει παίδων ὁ αὐτὸς ἀνὴρ, εἴτε ἐξ αὐτῆς εἴτε καὶ ἐξ ἑτέρου συνοικεσίου, τὸ τέταρτον μέρος τῆς οὐσίας λαμβάνειν· εἰ δὲ πλείονες εἴησαν οἱ παῖδες, ὅσον ἑνὶ τῶν παίδων ἁρμόζει· ὥστε χρῆσιν μόνην ἐπὶ τοῖς τοιούτοις πράγμασι τὴν γυναῖκα ἔχειν, τὴν δεσποτείαν δὲ ἐκείνοις τοῖς παισὶ φυλάττεσθαι, οὓς ἐξ αὐτοῦ ἔχει. εἰ δὲ παῖδας ἐξ αὐτοῦ μὴ ἔσχεν, ἔχειν αὐτὴν τὰ πράγματα καὶ δεσποτείας δικαίῳ. εἰ μέντοι πρεσβεῖόν τι καταλίποι αὐτῇ ὁ ἀνὴρ ἔλαττον τῆς διορισθείσης μοίρας, ἀναπληροῦσθαι τοῦτο. εἰ δέ τινα ἴδια ἡ γυνὴ πράγματα κατὰ τὴν οἰκίαν τοῦ ἀνδρὸς ἢ ἀλλαχόσε ἀποκείμενα ἔχοι, τούτων τὴν εἴσπραξιν καὶ παρακατάσχεσιν ἐχέτω πᾶσι τρόποις ἀμείωτον. ταῦτα δέ φαμεν, εἴπερ ἡ γυνὴ προῖκα μὴ ποιησαμένη ἄπορός ἐστιν, ὥστε τὸν μὲν ἄνδρα τελευτῶντα εὔπορον εἶναι, τὴν δὲ περιοῦσαν πένεσθαι. ἐπείτοιγε ἴσως ἀλλαχόθεν εἰ εὐποροίη, τὴν εἰσενεγκοῦσαν προῖκα οὐκ ἂν εἴη δίκαιον βαρύνειν τοὺς παῖδας τῇ διαδοχῇ τοῦ συνοικήσαντος, διότι νόμος ἄλλος ἐστὶ, τὴν προῖκα μὴ εἰσενεγκαμένην μὴ δύνασθαι τὰ τοῦ ἀνδρὸς οἰκειοῦσθαι διὰ τῆς προγαμιαίας δωρεᾶς· ὅπερ κἀνταῦθα βουλόμεθα κρατεῖν. τὸν δὲ ἄνδρα ἄπορον ὄντα, καὶ μὴ ἐπιδιδόντα τὴν διὰ γάμου δωρεάν, λαμβάνειν τὶ ἐκ τῆς οὐσίας τῆς γυναικὸς πᾶσι τρόποις κωλύομεν, εἰ μὴ ἄρα καὶ αὐτῷ ἡ συνοικοῦσα δωρήσασθαί τι ἢ καταλεῖψαι βουληθείη.