IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ε

JGR V 5.3

Περὶ ἐγκληματικῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. καὶ βι. ξ΄ τί. λς κεφ. ιβ΄, ἐν ᾧ φησι· Σβέννυνται τὰ ἐγκλήματα τῇ τελευτῇ τοῦ κατηγορουμένου, χωρὶς τοῦ περὶ καθοσιώσεως ἀπὸ τοῦ κεφαλαίου τῆς προδοσίας καὶ τῆς κατὰ βασιλέως ἐπιβουλῆς. ἐπὶ τούτων γὰρ ἐὰν μὴ καθαρισθῇ ἀπὸ τῶν κληρονόμων, δημεύεται ἡ κληρονομία. ἀπὸ δὲ τῶν λοιπῶν τοῦ νόμου κεφαλαίων τῇ τελευτῇ σβέννυται τὸ ἔγκλημα.

2

pr.Ἀνάγν. καὶ τί. νς΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ὥσπερ ὁ τελευτήσας ἀπαλλάσσεται τοῦ ἐγκλήματος, οὕτω καὶ ὁ ἐνάγων αὐτῷ· μετὰ τὴν τελευτὴν αὐτοῦ μὴ δυνάμενος ἐπεξελθεῖν τῷ ἐγκλήματι οὐκ ἐνάγεται.