JGR V 20.1
Περὶ ὕβρεων.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ξ΄ τί. κα΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησί· Γενικῶς μὲν ὕβρις λέγεται τὸ παράνομον, ἰδικῶς δὲ ἡ περιφρόνησις καὶ ἡ ζημία, ὡς ἐπὶ τοῦ ἀκουϊλίου· καὶ ἡ ἀδικία, ὡς ἐπὶ τοῦ ἀδίκως καὶ παρανόμως ψηφισαμένου. Ἡ ὕβρις ἢ λόγῳ ἢ ἔργῳ γίνεται. Καὶ ἢ εἰς σῶμα ἢ εἰς ἀξίαν ἢ εἰς ἀτιμίαν. εἰς σῶμα, ὡς ἐπὶ τοῦ πληγέντος· εἰς ἀξίαν, ὡς ὅταν [ὁ] ἀκολουθῶν τῇ οἰκοδεσποίνῃ ἀφέλκηται· εἰς ἀτιμίαν, ὡς ὅταν ἀποπειρᾶται τῆς σωφροσύνης τινός. Ὑβρίζεται δέ τις ἢ δι᾽ ἑαυτοῦ ἢ δι᾽ ἑτέρων, οἷον υἱῶν, δούλων, γυναικὸς, νύμφης. Καὶ λειψάνου ὑβριζομένου ὁ κληρονόμος αὐτοῦ ὑβρίζεται. Εἰ δὲ καί τις βουλόμενον τὸν υἱόν μου πωλήσει ἢ ὑβρίσει, αὐτῷ μὲν οὐχ ἁρμόζει ἡ περὶ ὕβρεως ἀγωγή· ὕβρις γὰρ οὔκ ἐστιν ἡ γενομένη εἰς τὸν βουλόμενον· ἐμοὶ δὲ ἁρμόζει.
2
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Εἴτε ᾔδεις εἴτε ἠγνόεις, ὡς ἐμὸν υἱὸν ὑβρίζεις ἢ γαμετήν μου, ἔχω ὀνόματί μου τὴν περὶ ὕβρεως ἀγωγήν. Καὶ ἐν ' μιᾷ ὕβρει τρισὶ προσώποις ἁρμόζει ἡ περὶ ὕβρεως ἀγωγή. τῆς γὰρ γυναικός μου ὑβρισθείσης καὶ αὐτὴ καὶ ὁ πατὴρ αὐτῆς κἀγὼ ἔχομεν τὴν ἀγωγήν. Καὶ οὐκ ἀναιρεῖται διὰ τοῦ ἑνὸς ἡ τοῦ ἑτέρου. ὑβριζομένου δὲ τοῦ ἀνδρὸς ἡ γυνὴ οὐκ ἐνάγει. Κἂν τὰ μάλιστα κεκανόνισται ἐκείνους ὑβρίζεσθαι τοὺς δυναμένους καὶ ὑβρίζειν, ὅμως εἰσί τινες ὑβριζόμενοι μὲν, μὴ δυνάμενοι δὲ ὑβρίζειν, ὡς ὁ μαινόμενος καὶ ἄνηβος ὁ μὴ ὢν δόλου δεκτικός. Ὑβρίζεσθαι μὲν γὰρ καὶ ὁ μὴ αἰσθανόμενος δύναται· οὐδεὶς δὲ ὑβρίζει, εἰ μὴ ἀπὸ διαθέσεως, καὶ ὁ γινώσκων ὡς ὑβρίζει, κἂν ἀγνοῇ τίνι γίνεται ἡ ὕβρις. Ὅθεν ἐὰν παίζων ἢ ἀγωνιζόμενος κρούσῃς τινὰ, οὐκ ἐνέχῃ τῇ περὶ ὕβρεως ἀγωγῇ. Οὔτε μὴν ὁ τὸν ἐλεύθερον ὡς δοῦλον τύπτων· Οὔτε ἐὰν τὸν δοῦλόν μου θέλων τύψαι παρεστῶτά σε τύψω ἄκων.
3
pr.Ἐν δὲ τῷ ς΄ κεφ. Ἐπὶ τῆς περὶ ὕβρεως ἀγωγῆς καλῶς ὁ ἐνάγων ὅρκον ἐπιφέρει τῷ ἐναγομένῳ, ὡς οὐχ ὕβρισεν.
4
pr.Ἐν δὲ τῷ θ ' κεφ. Οὔτε αὐτεξουσίῳ υἱῷ κατὰ πατρὸς οὔτε ἀπελευθέρῳ κατὰ πάτρωνος ἁρμόζει ἡ περὶ ὕβρεως ἀγωγὴ, εἰ μὴ σφοδρῶς ὕβρισε, πλήξας τυχὸν ἢ τραυματίσας. ἐφεῖται γὰρ τοῖς πάτρωσι ' μετρίως σωφρονίζειν τοὺς ἀπελευθέρους. Τῷ δὲ ὑπεξουσίῳ παιδὶ οὔτε ἀπὸ ὕβρεως τραχείας ἡ περὶ ὕβρεως ἁρμόζει κατὰ τοῦ πατρός.
5
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Περὶ πάσης ὕβρεως ἔξεστι χρηματικῶς κινεῖν. Ἡ τραχεῖα ὕβρις ἢ ἀπὸ τοῦ προσώπου ἢ ἀπὸ τοῦ πράχματος ἢ τοῦ τόπου κανονίζεται· ἀπὸ τοῦ προσώπου, ὅταν ἄρχοντι ἢ πατρὶ γένηται· ἀπὸ τοῦ τόπου, ὅταν ἐν θεάτρῳ, πάντων δρώντων· ἀπὸ τοῦ πράγματος, ὅταν τραῦμα δοθῇ ἢ ὄψις πληγῇ.
6
pr.Οὐ μόνον τὸ μέγεθος τοῦ πράγματος εἰσάγει τραχεῖαν ὕβριν, ἀλλὰ καὶ ὁ τόπος, ἐὰν τυχὸν ἐν ὀφθαλμῷ γέγονε.
7
pr.Καὶ τὸ σχίσαι τὴν ἐσθῆτά τινος, καὶ τὸ ἀποσπάσαι τὸν ἀκόλουθον, καὶ τὸ ποιῆσαι ὀχλαγώγιον, καὶ τὸ ἐν θεάτρῳ πλῆ ξαι, εἰ καὶ μὴ σφοδρῶς, τραχεῖαν ὕβριν εἰσάγει, εἴτε αὐτεξουσίῳ γένηται εἴτε ὑπεξουσίῳ. Δούλου τραχείαν ὕβριν ποιήσαντος εἰ μὲν πάρεστιν ὁ δεσπότης, ἐνάγεται· εἰ δὲ μὴ πάρεστιν, ὁ ἄρχων αὐτὸν φραγγελίζει.
8
pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Οὐ μόνον ὁ τύψας ἢ ὑβρίσας, ἀλλὰ καὶ ὁ παρασκευάσας τοῦτο γενέσθαι κατέχεται.
9
pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Οὔτε κληρονόμοις οὔτε κατὰ κληρονόμων ἁρμόζει ἡ περὶ ὕβρεως ἀγωγὴ, κἂν δοῦλος ὑβρισθῇ τοῦ τελευτήσαντος περιόντος αὐτοῦ, εἰ μὴ προκατήρχθη.
10
pr.Ἐν δὲ τῷ κέ κεφ. Ὁ πολλάκις ἀνατείνας τὴν χεῖρα καὶ μὴ τύψας οὐτιλίᾳ περὶ ὕβρεως ἀγωγῇ ἐνέχεται.
11
pr.Ἐν δὲ τῷ κθ ' κεφ. Ὁ προσβαλὼν γυναικὶ ἐνδεδυμένῃ σχῆμα δούλης ἢ πόρνης ἧττον μὲν ἁμαρτάνει, ὑπόκειται δὲ τῇ περὶ ὕβρεως ἀγωγῇ· καὶ ὁ ἀποσπάσας τὸν ἀκόλουθον αὐτῆς, εἴτε δοῦλός ἐστιν εἴτε ἐλεύθερος, ἀνὴρ ἢ γυνὴ, ἐν δημοσίῳ ἢ ἰδιωτικῷ τόπῳ. Ακόλουθος δέ ἐστιν ὁ ἀφορισθεὶς ἐπὶ τῷ συνεχῶς ἀκολουθεῖν αὐτῇ, ὁποῖός ἐστι καὶ ὁ παιδαγωγός. Ἀποσπᾷν δὲ δοκεῖ οὐχ ὁ ἀρξάμενος, ἀλλ᾽ ὁ ἀποτελέσας. Ἀποσπᾷν δοκεῖ οὐ μόνον ὁ βιαζόμενος, ἀλλὰ καὶ ὁ συμβουλεύσας αὐτῷ καταλιπεῖν αὐτήν. Καὶ ὁ προσβαλὼν καὶ ὁ συνεχῶς μετὰ σιωπῆς ἐπακολουθῶν ἐνέχεται τῇ περὶ ὕβρεως ἀγωγή. Προσβαλεῖν δέ ἐστι τὸ ἀπατηλοῖς ῥήμασιν ἀποπειράσασθαι τῆς ἄλλου σωφροσύνης. Ὁ δὲ ῥήμασιν αἰσχροῖς χρώμενος οὐ προσβάλλει μὲν, ὑπόκειται δὲ τῇ περὶ ὕβρεως ἀγωγῇ. Πρὸς τὴν ποιότητα τοῦ πράγματος καὶ τῶν προσώπων ποιεῖται τὴν ζήτησιν καὶ τὴν ἐπεξέλευσιν ὁ ἄρχων.
12
pr.Ἐν δὲ τῷ λβ΄ κεφ. Ὁ τὸν ἀλλότριον δοῦλον παρὰ τοὺς ἀγαθοὺς τρόπους μαστίζων ἢ ἀγνοοῦντος τοῦ δεσπότου ἐξετάζων ὑπόκειται τῇ περὶ ὕβρεως ἀγωγῇ. Ἐάν τις μὴ παρὰ τοὺς ἀγαθοὺς τρόπους τύψῃ, ἀλλὰ διὰ τὸ διορθώσασθαι, οὐκ ἔχει χώραν ἡ ἀγωγή. Τυπτῆσαι λέγεται καὶ τὸ γρόνθῳ δοῦναι. Κουαεστίων δέ ἐστι τὸ ἐπαγαγεῖν βάσανον καὶ πόνον τῷ σώματι πρὸς κατάληψιν τῆς ἀληθείας, καὶ τὸ ἐμβαλεῖν τοὺς πόδας ξύλῳ. ἡ δὲ ψιλὴ ἐρώτησις καὶ ἡ μετρία καταπτόησις οὐκ ἀνήκει πρὸς τὴν περὶ ὕβρεως ἀγωγήν. Καὶ ὁ κελεύσει δεσπότου ἐξετάζων, ἐὰν τὸ μέτρον παρεξέλθῃ, ὑπόκειται. Ἐὰν τυπτηθῇ δοῦλος ἢ ἐξετασθῇ, παντὶ τρόπῳ ἁρμόζει ἡ περὶ ὕβρεως ἀγωγή. Εἰ δὲ ἄλλως ὑβρισθῇ, οὐ πάντως, ἀλλὰ τῆς αἰτίας διαγινωσκομένης ἐκ τῆς ποιότητος τῆς ὕβρεως καὶ τοῦ προσώπου τοῦ δούλου.
13
pr.Τινὲς ὕβρεις ἀπὸ ἐλευθέρων γινόμεναι ἐλαφραὶ ἀντ᾿ οὐδενός εἰσιν, ἀπὸ δὲ δούλων τραχεῖαί εἰσιν. Ὥσπερ ἐπὶ ἄλλων ἁμαρτημάτων τῶν δούλων, οὕτως ἐπὶ τῆς ὕβρεως ἁρμόζει νοξαλία. καὶ ἐπιλογὴν ὁ δεσπότης ἔχει, ἢ δοῦναι αὐτὸν εἰς τὸ μαστιγωθῆναι ἢ εἰς θεραπείαν τῆς ζημίας, ἢ δοῦναι τὴν ἀποτίμησιν τῆς δίκης.
14
pr.Ἐν δὲ τῷ λγ ' κεφ. Τὸ μέτριον τῶν βασάνων ὡς ἀνὴρ ἀγαθὸς ὁ δικαστὴς ὀφείλει δοκιμάζειν. Ἐὰν κελεύσει τοῦ δεσπότου δοῦλος ὑβρίσῃ, ἰδίῳ ὀνόματι ἐνάγεται, καὶ μετ᾿ ἐλευθερίαν αὐτὸς ὁ δοῦλος. οὔτε γὰρ ἐν πᾶσιν ὀφείλει τῷ δεσπότῃ πειθαρχεῖν, οὔτε κελεύσει αὐτοῦ φονεύειν. Εἰ δὲ τῷ δεσπότῃ βοηθῶν ἐποίησε τι, οὔκ ἐστιν ὑπὸ μέμψιν, ἀλλὰ καὶ παραγραφὴ ἀντίκειται τῷ κινοῦντι.
15
pr.Ἐν δὲ τῷ λς΄ κεφ. Δοῦλος δοῦλον ὑβρίζων οὕτως ἐστὶν ὡσανεὶ τὸν δεσπότην αὐτοῦ ὕβρισεν.
16
pr.Ἐν δὲ τῷ μγ΄ κεφ. Ἐάν τις αἰσχρὸν ποιήσῃ δούλῃ ἢ ἄλλῳ τινὶ κλοπιμαίῳ λογισμῷ κατάσχῃ αὐτὴν, καὶ τῇ περὶ ὕβρεως ἀγωγῇ καὶ τῇ περὶ κλοπῆς εἰς τὸ διπλοῦν κατέχεται. εἰ δὲ ἄνηβον᾿ αὐτὴν οὖσαν διαπαρθενεύσει, [καὶ] τῷ ἀκουϊλίῳ ὑπόκειται.
17
pr.Ἐν δὲ τῷ να΄ κεφ. Ὁ περιφρονῶν τῆς περὶ ὕβρεως ἀγωγῆς διὰ τὴν προσοῦσαν αὐτῷ ἀπορίαν καὶ ἀτιμίαν, καὶ σφοδρότερον διὰ τοῦτο ἐνυβρίζων, σφοδρῶς τιμωρεῖται.
18
pr.Ἐν δὲ τῷ νγ΄ κεφ. Καὶ ἀπὸ τοῦ κορνελίου νόμου ἡ περὶ ὕβρεως ἀγωγὴ κινεῖται χρηματικῶς, καὶ ἀποτιμᾶται δοκιμασίᾳ τοῦ ἄρχοντος.
19
pr.Ἐν δὲ τῷ νζ΄ κεφ. Ὁ ἐκκαλούμενος ἐὰν ὑβρίσῃ τὸν δικαστὴν, ἀτιμοῦται.
20
pr.Ὁ κατὰ συκοφαντίαν κινήσας τὴν περὶ ὕβρεως ἀγωγὴν ἢ ἐξορίζεται ἢ τοῦ ἀξιώματος ἀποκινεῖται.
21
pr.᾿Ἐν δὲ τῷ ξ ' κεφ. Ἡ περὶ ὕβρεως ἀγωγὴ ἐξτραορδίνως κινεῖται, καὶ οἱ μὲν δοῦλοι φραγγελιζόμενοι τοῖς δεσπόταις ἀποδίδονται, οἱ δὲ ἐλεύθεροι καὶ εὐτελεῖς ῥοπαλίζονται· οἱ δὲ λοιποὶ ἢ πρὸς καιρὸν ἐξορίζονται, ἤ τινος κωλύονται πράγματος.
22
pr.Ἐν δὲ τῷ ξγ΄ κεφ. Μάχην τὶς ἐποίησέ τινι, ὁ δὲ ὡς ὑβρισκόμενος καὶ λέγων, ὅτι φονέα με ἐκάλεσεν, ἠπείλει κινεῖν τὴν περὶ ὕβρεως ἀγωγήν. προσῆλθεν ἐκεῖνος τῷ βασιλεῖ λέγων, ὅτι οὐδὲν ὕβρισε· καὶ παρῆλθεν ὁ ἐνιαυτός. ὅρα οὖν τὸ κατὰ πόδα· ἐὰν ὑβριστικὸν συμβουλεῦσαι μηδὲν ἢ εἰρηκέναι ἀποδεῖξαι δύνασαι, ἡ πίστις τῆς ἀληθείας πρὸς τὴν συκοφαντίαν σοι βοηθεῖ. εἰ δὲ ἐν τῇ μάχῃ προπετῶς τῇ θερμότητι ὀλισθήσας φόνου ὕβριν ἐπήγαγες, καὶ ἐξ ἐκείνης τῆς ἡμέρας ἐνιαυτὸς παρέδραμεν, ὁπότε ἡ περὶ ὕβρεως ἀγωγὴ ἐνιαυσιαίῳ χρόνῳ γέγραπται, διὰ τὸ τῆς ὕβρεως ὄνομα ἐνάγεσθαι οὐ δύνασαι.
23
pr.Ἐν δὲ τῷ ξη΄ κεφ. Ἐὰν ὑβρισθῶσιν ἰλλούστριοι ἢ ἔμπρακτοι ἢ μόνον τῇ ἀξίᾳ τετιμημένοι, ἢ αἱ γυναῖκες αὐτῶν καὶ οἱ παῖδες καὶ αἱ θυγατέρες, ἢ ἐὰν κατά τινος τούτων τῶν προσώπων κινεῖται ἡ περὶ ὕβρεως ἀγωγὴ, δύναται καὶ δι᾽ ἐντολέως ἀγωνίσασθαι, τῆς ἀποφάσεως ἐκφερομένης οὐ κατὰ τοῦ ἐντολέως, ἀλλὰ κατὰ τοῦ δεδωκότος αὐτόν.
24
pr.Ἀνάγν. καὶ τί. κβ΄ κεφ. α΄ θέμ. β΄, καὶ βι. γ΄ τί. α΄ κεφ. μγ΄, ἐν ᾧ φησιν· Εἴ τις τῶν θείων μυστηρίων ἢ τῶν ἄλλων ἁγίων λειτουργιῶν ἐπιτελουμένων ἐν ἁγίᾳ εἰσελθὼν ' ἐκκλησίᾳ ἢ τῷ ἐπισκόπῳ ἢ τοῖς κληρικοῖς ἢ τοῖς ἄλλοις ὑπηρέταις τῆς ἐκκλησίας ὕβρεώς τι ἐπαγάγῃ, κελεύομεν τούτους βασάνους ὑπομεῖναι καὶ εἰς ἐξορίαν πεμφθῆναι. εἰ δὲ καὶ αὐτὰ τὰ θεῖα μυστήρια καὶ τὰς θείας λειτουργίας παράξει ἢ ἐπιτελεῖσθαι κωλύσει, κεφαλικῶς τιμωρείσθω. τούτου αὐτοῦ καὶ ἐπὶ ταῖς λιταῖς, ἐν αἷς ἢ ἐπίσκοποι ἢ κληρικοὶ εὑρίσκονται, φυλαττομένου· ἵνα εἰ μὲν ὕβριν μόνην ποιήσει, βασάνοις καὶ ἐξορίᾳ παραδοθῇ, εἰ δὲ καὶ τὴν λιτὴν διασκεδάσει, κεφαλικὸν κίνδυνον ὑπομείνῃ.