IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Σ

JGR V 18.4

Περὶ στρατιωτῶν, καὶ προνομίων αὐτῶν καὶ πεκουλίων καὶ ῥογῶν καὶ ἀννόνων, καὶ ἐπιδημιῶν καὶ παρόδων, καὶ περὶ τῶν παρ᾿ αὐτῶν ἁμαρτανομένων, καὶ περὶ τιμωρίας ἑκάστου αὐτῶν ἁμαρτήματος, καὶ περὶ ἀποκαταστάσεως αὐτῶν, καὶ τίνες κωλύονται στρατεύεσθαι.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. νζ ' τί. α΄, οὗτινος ἐν τῷ δ ' κεφ. φησίν· Αἱ ποιναὶ τῶν στρατιωτῶν αὗταί εἰσι· μαστίζονται, χρηματικῶς προστιμῶνται, λειτούργημα αὐτοῖς ἐπικλᾶται, στρατείαν ἀλλάσσουσι, βαθμοῦ ἐκβάλλονται, ἀτίμως ἀποστρατεύονται. οὔτε δὲ εἰς μέταλλον οὔτε εἰς ἔργον μετάλλου καταδικάζονται, ἀλλ᾽ οὐδὲ βασανίζονται. Ὁ καταλιμπάνων τὴν κατασκοπὴν τῶν πολεμίων ἐφεστώτων καὶ ὁ τοῦ φοσσάτου ἐκπίπτων κεφαλικῶς τιμωρεῖται.

2

pr.᾿Εν δε τῷ ς΄ κεφ. Ὁ ἐν καιρῷ πολέμου ὅπλα πωλῶν ἢ ἀπολλύων κεφαλικῶς τιμωρεῖται, ἢ φιλανθρώπως τὴν στρατείαν ἐναλλάσσει.

3

pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ὁ κλέψας ἀλλότριον ἅρμα τοῦ βαθμοῦ τῆς στρατείας ἐξωθεῖται. Ὁ ἐν πολέμῳ ποιῶν τὸ παρὰ τοῦ δουκὸς ἀπαγορευθὲν ἢ μὴ ποιῶν τὸ προσταχθὲν κεφαλικῶς τιμωρεῖται, εἰ καὶ καλῶς τὸ πρᾶγμα ἔπραξεν.

4

pr.Ἐν δὲ τῷ η΄ κεφ. Ὁ τὸ χαράκωμα παρεξιὼν ἢ διὰ τοῦ τείχους εἰς τὸ κάστρον εἰσιών κεφαλικῶς τιμωρεῖται. ὁ δὲ τὴν τάφρον ὑπερπηδῶν ἀποστρατεύεται.

5

pr.Ἐν δὲ τῷ θ΄ κεφ. Ὁ τραχείαν ἐξερεθίζων στρατιωτῶν στάσιν κεφαλικῶς τιμωρεῖται. εἰ δὲ μέχρι φωνῆς ἢ ψιλῆς μέμψεως ἡ στάσις, τοῦ βαθμοῦ ἐκβάλλεται.

6

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ὁ τῷ περὶ μοιχείας ἐγκλήματι ἢ ἑτέρῳ [δημοσίῳ] καταδικασθεὶς οὐ δύναται στρατιώτης εἶναι.

7

pr.Ἐν δὲ τῷ ιγ΄ κεφ. Ὁ ἀπόφυγος γενόμενος ἐν καιρῷ πολέμου κεφαλικῶς τιμωρεῖται. ὁ δὲ ἐν εἰρήνῃ, ἱππεὺς μὲν ὢν ἐναλλάσσει τὸν βαθμὸν, πεζὸς δὲ τὴν στρατείαν.

8

pr.Ἐν δὲ τῷ ιδ΄ κεφ. Ὁ χεῖρας ἐπαγαγὼν τῷ προεστῶτι αὐτοῦ κεφαλικῶς τιμωρεῖται. πᾶσα δὲ προπέτεια κατὰ δουκὸς ἢ ἄρχοντος τοῦ στρατιώτου κεφαλικὴν ἐπάγει τιμωρίαν.

9

pr.Ἐν δὲ τῷ ιε΄ κεφ. Ὁ ἀπὸ παρατάξεως πρῶτος φυγὼν ἐπ᾿ ὄψει τῶν στρατιωτῶν κεφαλικῶς τιμωρεῖται.

10

pr.Ἐν δὲ τῷ ιζ΄ κεφ. Ὁ δυνάμενος καὶ μὴ ὑπερασπίζων τοῦ προεστῶτος τιμωρεῖται· ὁ δὲ μὴ δυνάμενος συγγινώσκεται. Οἱ προδόται καὶ οἱ αὐτόμολοι κεφαλικῶς ὡς ἐπὶ τὸ πολὺ τιμωροῦνται, καὶ ἀποστρατεύονται καὶ κολάζονται.

11

pr.Ἐν δὲ τῷ ιη΄ κεφ. Ὁ στρατιώτης ἔνθα στρατεύεται οὐκ ἀγοράζει χωρίον, εἰ μὴ πατρῷον παρὰ τοῦ δημοσίου. τὸ δὲ παρανόμως ἀγορασθὲν ὁ δημόσιος ἐκδικεῖ· εἰ μὴ ἄρα πρὶν ἢ καταμηνυθῇ πληρώσει τὴν στρατείαν ἢ ἀφεθῇ.

12

pr.Ἐν δὲ τῷ μβ κεφ. Ἡ διάταξις διαλέγεται περὶ τοῦ μηδένα κατὰ τὸν αὐτὸν καιρὸν ἔχειν δύο στρατείας ἢ δύο ἀξιώματα. καὶ μὴ ἐξεῖναι διπλῆν στρατείαν μετελθεῖν, ἢ συμμίξαι τῇ στρατείᾳ ἀξίωμα. τοὺς δὲ θελήσαντας ἐπιχει ρῆσαι ί ' λιτρῶν χρυσοῦ ποινὴν καταβάλλειν μετὰ τοῦ μηδὲν ὠφελεῖσθαι. καὶ ἐν τῷ με΄ κεφ. ὁμοίως φησίν.

13

pr.Ἐν δὲ τῷ μγ΄ κεφ. Ὑπὲρ τῶν δούλων, οἵτινες μετὰ ταῦτα πρός τινα στρατείαν προσελθεῖν ἀποπειραθῶσιν, ἢ εἰδότων ἢ ἀγνοούντων τῶν δεσποτῶν, προστάττομεν, εἰ μὲν ἀγνοούντων ταύτης ἠξιώθησαν, ἐξεῖναι τοῖς δεσπόταις προσελθεῖν τῷ ἁρμοδίῳ δικαστῇ καὶ τὴν οἰκείαν ἄγνοιαν ἐκ τούτου, ὅτι τὸ ἐναντίον οὐκ ἀποδείκνυται, δεικνύειν, καὶ τούτῳ τῷ τρόπῳ γυμνωθέντας τῆς στρατείας εἰς τὴν ἰδίαν δεσποτείαν ἕλκειν· ἐὰν δὲ εἰδότων αὐτῶν οἱ δοῦλοι ἐστρατεύσαντο, ἐκπίπτειν αὐτοὺς μὴ μόνον τῆς δεσποτείας αὐτῶν, ἀλλὰ καὶ παντὸς τοῦ πατρωνικοῦ δικαίου, ἐκείνους δὲ εὐγενεῖς γενομένους, εἰ μὲν χρήσιμοι πρὸς τὴν στρατείαν τὴν δοθεῖσαν αὐτοῖς δόξουσιν, ἐν αὐτῇ ἀπομένειν· εἰ δὲ μηδαμῶς ἐπιτήδειοι εἴησαν, ταύτης ἀποστερεῖσθαι.

14

pr.Ἐν δὲ τῷ μδ΄ κεφ. Ἡ διάταξις περὶ τῶν αὐτῶν τῇ προλαβούσῃ φησὶν, ὅτι ἐὰν εἰδήσει δεσπότου στρατεύσηται δοῦλος, ἀπόλλυσιν ὁ δεσπότης καὶ τὴν ἐπὶ τῷ δούλῳ δεσποτείαν καὶ τὸ πατρωνικὸν δίκαιον. εἰ δὲ καὶ ἀξίας ἐπέβη ὁ δοῦλος, τὰ αὐτὰ προβαίνει. ὁρίζει δὲ ἡ διάταξις αὕτη τριάκοντα ἡμερῶν ἀριθμὸν ἐπὶ τῶν προσελθόντων ἀξιώματι οἰκετῶν. ἐστὶν οὖν ἡ μὲν πρὸ ταύτης περὶ στρατείας, αὕτη δὲ περὶ ἀξιωμάτων.

15

pr.Ἀνάγν. καὶ τί. β΄. διαλαμβάνει γὰρ περὶ στρατιωτικῶν πεκουλίων. καὶ προείρηται περὶ αὐτῶν ἐν τῷ περὶ πεκουλίου.

16

pr.Ἀνάγν. καὶ τί. γ΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ὁ ἐπὶ κ ' ἔτη στρατευσάμενος ἀπήλλακται ῥυπαρῶν λειτουργιῶν.

17

pr.Ἐν δὲ τῷ δ ' κεφ. Ἐάν τις ἀπόφυγος γένηται ἐν φοσσάτῳ καὶ τελευτήσῃ, ἡ οὐσία αὐτοῦ δημεύεται.

18

pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Ὁσάκις ἐν ταῖς ὄχθαις λεγεῶνές εἰσι, μηδεὶς τῶν στρατιωτῶν σπουδαζέτω ῥυποῦσθαι τὸν ποταμὸν ἢ γυμνοῦσθαι ἐπὶ τῶν συστρατιωτῶν αὐτοῦ, ἀλλὰ κατωτέρω τῶν σκηνῶν τοὺς οἰκείους ἵππους ἀπολυέτωσαν.

19

pr.Ἀνάγν. καὶ τί. δ΄, ἐν ᾧ διαλαμβάνεται περὶ ἀννόνων καὶ ῥογῶν αὐτῶν, καὶ τοῦ βαστάζειν ἄχυρα ἀπὸ κ΄ μιλίων, καὶ τοῦ λαμβάνειν παρὰ τοῦ ῥογάτορος τὴν τοῦ τελευτήσαντος στρατιώτου γαμετὴν καὶ τοὺς παῖδας αὐτοῦ, ὅσα αὐτῷ κεχρεώστηται μέχρι τῆς αὐτοῦ τελευτῆς.

20

pr.Ἀνάγν. καὶ τί. ς΄, ἐν ᾧ φησι περὶ τῶν ἀποστρατευομένων καὶ τῶν προνομίων αὐτῶν.

21

pr.Ἀνάγν. καὶ τί. ζ΄, ἐν ᾧ φησι περὶ τῶν ἐν πολέμῳ ἀποθνησκόντων, καὶ ὅτι ὁ υἱος τοῦ τελευτῶντος στρατιώτου ὁ μείζων παραχρῆμα ὑπεισέρχεται εἰς τὸν τόπον τοῦ πατρὸς αὐτοῦ, καὶ τὰς αὐτὰς ἀννόνας λαμβάνει μέχρι βιάρχου.

22

pr.Ἀνάγν. καὶ τί. ή, ἐν ᾧ φησι τοῦ μή τινα στρατιώτην ἢ φοιδεράτον ἔν τισιν ἰδιωτικαῖς χρείαις ἀπασχολεῖσθαι.

23

pr.Ἀνάγν. καὶ βι. ί τί. λγ ', ἐν ᾧ διαλαμβάνεται περὶ τῆς ἀποκαταστάσεως αὐτῶν. οὗτινος ἐν τῷ γ ' κεφ. φησίν· Ἅπερ ἡ προλαβοῦσα διάταξις γενικῶς περὶ πάντων τῶν διὰ δημόσια πράγματα ἀποδημούντων ἐνομοθέτησε, ταῦτα ἡ προκειμένη περὶ στρατιώτου νομοθετεῖ, παρακελευομένη· εἴ τις ἐν καιρῷ τῆς στρατείας ἐκ τῆς οὐσίας τοῦ στρατιώτου νεμηθείη πρᾶγμα, τοῦτο μετὰ τὸ παύσασθαι τὸν στρατιώτην διὰ τὴν στρατείαν ἀπεῖναι ἐντὸς ἐνιαυτοῦ ὡρισμένου, ἢ ἀνασχιζομένης τῆς διὰ τῆς χρήσεως κυριότητος, ἐὰν διὰ χρήσεως ἐκτήσατο τὸ πρᾶγμα τοῦ στρατιώτου ὁ τοῦτο νεμόμενος, ἢ ἀναιρουμένης τῆς τοῦ μακροῦ χρόνου παραγραφῆς, διεκδικεῖν αὐτὸ ἐπιτέτραπται, καὶ μηδὲν· ὑπὸ τοῦ νεμηθέντος καταβλάπτεσθαι. τὸ οὖν ἀποτέλεσμα τῆς διατάξεως, ὅτι οὐδὲ ἡ διὰ χρήσεως κυριότης προβαίνουσα, οὐδὲ ὁ τῆς μακροῦ χρόνου παραγραφῆς περαιούμενος χρόνος βλάπτει τὸν στρατιώτην ἢ τὸν διὰ πρᾶγμα δημόσιον ἀπολιμπανόμενον, ἐὰν ἐντὸς ἐνιαυτοῦ ὡρισμένου μετὰ τὸ παύσασθαι τῆς ἐκδημίας ἐνάγῃ περὶ αὐτοῦ.

24

pr.Ἀνάγν. καὶ βι. ια τί. α΄ κεφ. ξ΄, ἐν ᾧ φησιν· Εἰ καὶ ἰδιῶται περὶ τῆς ἀλλήλων διαδοχῆς ἀνισχύρως συμφωνοῦσι, καὶ οὐδὲ θανάτου αἰτίᾳ δωρεὰν εἰσάγει τὸ σύμφωνον, στρατιῶται ὅμως ἐπὶ παράταξιν ἐξιόντες ἰσχυρῶς τὸ τοιοῦτον συμφωνοῦσιν.