JGR V 7.1
Περὶ ἡμερῶν ἀπράκτων, ἤτοι σχολαζουσῶν, καὶ τίνες ἐν αὐταῖς τιμωροῦνται ἢ τῆς φυλακῆς οὐκ ἐκβάλλονται καὶ τίνες οὐ τιμωροῦνται ἢ τῆς φυλακῆς ἐκβάλλονται, καὶ ὅτι ἡ ἡμέρα ἀπὸ ζ΄ ὥρας τῆς νυκτὸς ἄρχεται.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ζ΄ τί. ιζ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐν τῷ καιρῷ τοῦ θέρους καὶ τῆς τρύγης οὐδεὶς ἀναγκάζεται δικάσασθαι. εἰ δὲ κατὰ ἄγνοιαν ἢ ῥαθυμίαν ὁ δικαστὴς αὐτοὺς προκαλέσεται, εἰ μὲν παροῦσιν αὐτοῖς καὶ ἑκουσίως δικαζομένοις ψηφίζεται, ἔῤῥωται· εἰ δὲ ἀποῦσιν, ἀνίσχυρος ἡ ψῆφος καὶ χωρὶς ἐκκλήτου. εἰ δὲ μέλλει φθείρεσθαι ἡ ἀγωγὴ, ἀναγκάζονται συνελθεῖν μέχρι τοῦ προκατάρξασθαι, οὐ μὴν περαιτέρω.
2
pr.Ἐν δὲ τῷ ιθ΄ κεφ. Καὶ οἱ δικασταὶ πάντες καὶ οἱ δῆμοι τῶν πόλεων καὶ οἱ τεχνῖται πάντες ἐν τῇ κυριακῇ ἀργείτωσαν. γεωργοὶ δὲ μόνοι ἐν τῇ ἡμέρᾳ ταύτῃ γεωργείτωσαν, ἐπειδὴ πολλάκις συμβαίνει αὐτὴν ἐπιτηδειοτέραν εὑρεθῆναι πρὸς ἀροτρίασιν ἢ πρὸς τὴν τῶν ἀμπέλων γεωργίαν, καὶ ἄτοπόν ἐστιν αὐτοὺς κωλύεσθαι τῆς ἐκ τῶν ἀέρων ἀπολαύειν εὐκαιρίας.
3
pr.Ἐν δὲ τῷ κβ'ι κεφ. Ἐν τῇ τεσσαρακοστῇ τοῦ πάσχα μηδεμία παντελῶς ἐγκληματικὴ δίκη γυμναζέσθω παρὰ μηδενὶ ἄρχοντι.
4
pr.Ἐν δὲ τῷ κγ ' κεφ. Πᾶσα ἡμέρα ἔμπρακτος ἔστω. οἱ δὲ δύο μῆνες καθ᾽ ἕκαστον ἔτος πρὸς ἀνάπαυσιν τοῦ καμάτου συγκεχώρηνται· τουτέστιν ὁ τῶν θεριστικῶν καὶ ὁ τῶν τρυγητικῶν. καὶ ἐν τῷ ἰανουαρίῳ μηνὶ αἱ συνήθεις ἡμέραι ἔστωσαν ἄπρακτοι, καὶ ἡ γενεθλιακὴ ἑκατέρας ῥώμης ἡμέρα· χρὴ γὰρ ἐν τοῖς δύο τούτοις ναταλίοις ἀργεῖν τὰ δικαστήρια, ὡς ἐκ τῶν δύο τούτων πόλεων ἐπινοηθέντα. καὶ ζ ' δὲ πρὸ τοῦ πάσχα ἡμέραι, καὶ ζ΄ μετὰ τὸ πάσχα, καὶ ἡ τοῦ γενεθλίου τοῦ σωτῆρος ἡμῶν καὶ αἱ τῶν ἐπιφανίων, καὶ ὅτε μνήμη τοῦ πάθους τῶν ἁγίων ἀποστόλων γίνεται, ἄπρακτοι ἔστωσαν· καὶ μηδεμία θέα ἐπιτελείσθω. καὶ τὴν κυριακὴν δὲ ὁμοίως ταύταις ταῖς ἡμέραις προσήκει τιμᾶσθαι. καὶ μηδὲ παρὰ τοῖς ἄρχουσιν ἢ χαμαιδικασταῖς ἢ παρ᾽ ἑτέροις δικασταῖς ὑπόθεσις γυμναζέσθω. καὶ ἡ ἡμέρα δὲ ἡ γενεθλιακὴ τοῦ βασιλέως, ἢ καθ᾽ ἣν ἀνηγορεύθη βασιλεὺς, ἄπρακτος ἔστω. ἐν δὲ ταῖς ιε΄ πασχαλίαις ἡμέραις μηδὲ περὶ δημοσίων συντελειῶν μηδὲ περὶ ἰδιωτικῶν χρεῶν ὑπόμνησις παραγέσθω τινί.
5
pr.Ἐν δὲ τῷ κδ΄ κεφ. Πᾶσα πρᾶξις καὶ ἐπὶ δημοσίοις καὶ ἐπὶ ἰδιωτικοῖς ἡσυχαζέτω ἐν ταῖς ιε΄ πασχαλίαις ἡμέραις. μόνον δὲ ἐλευθερίαι δούλων καὶ αὐτεξουσιότητες παίδων γινέσθωσαν.
6
pr.[Ἐν δὲ τῷ κέ κεφ.] Ἡ διάταξις βούλεται τοὺς λῃστὰς καὶ τοὺς ἰσαύρους οὐ μόνον ἐν τῇ τεσσαρακοστῆ, ἀλλὰ καὶ ἐν οἱᾳδήποτε ἡμέρᾳ τοῦ πάσχα ἐξετάζεσθαι καὶ βασάνοις ὑποβάλλεσθαι. συγγνώσεται γὰρ τὸ θεῖον ἡμῖν, φησι, πολλῶν ἀνθρώπων σωτηρίας ἐντεῦθεν ἀσφαλιζομένης, καὶ πολλῶν ἐλεγχομένων διὰ τῆς ἐπ᾿ ἐκείνοις ἐξετάσεως.
7
pr.Ἐν δὲ τῷ κς ' κεφ. Τῇ πρώτῃ τῶν πασχαλίων ἡμέρᾳ καὶ μὴ βασιλικῆς ἐπὶ τούτῳ ἰδικῆς καταλαβούσης· κελεύσεως πάντες οἱ ἐν φυλακαῖς ἀπολυέσθωσαν· εἰ μὴ ἄρα ἱερόσυλός ἐστιν ἢ μοιχὸς ἢ παρθένων ἅρπαξ ἢ τυμβωρύχος ἢ γόης ἢ φονεὺς ἢ φαρμακὸς ἢ μονήταν πλαστὴν καταδεξάμενος ἢ πατροκτόνος ἢ κατὰ βασιλέως ἢ πόλεως μηχανησάμενος.
8
pr.᾿Ἐν δὲ τῷ κζ ' κεφ. Ἐν ταῖς ἀφωρισμέναις ἡμέραις εἰς τὴν τοῦ θεοῦ τιμὴν οὐ χρὴ θέαν ἐπιτελεῖσθαι, οὐδὲ ἀπαιτήσεις ἐν αὐταῖς προβαίνειν. ὅθεν καὶ ἡ κυριακὴ οὕτω τιμάσθω, ὥστε μηδὲ ἕνα προβαίνειν ἐκβιβασμὸν ἐν αὐτῇ, μηδὲ ὑπόμνησιν, μηδὲ ἐγγυῶν ἀπαίτησιν· σιωπᾶν δὲ καὶ τοὺς ταξεώτας καὶ τοὺς δικολόγους, καὶ μηδὲ τοὺς κήρυκας κεχρῆσθαι τῇ συνήθει φωνῇ, μήτε δικάζεσθαί τινα. σύμφωνα δὲ καὶ διαλύσεις καὶ ἐν κυριακῇ ποιεῖν ἐξέστω. μήτε δὲ ἱππικὸν ἢ κυνηγέσιον ἐπιτελείσθω ἐν κυριακῇ, κἂν εἰ συμβῇ τὴν γε- νεθλιακὴν ἡμέραν τοῦ βασιλέως ἢ καθ᾽ ἣν ἀνηγορεύθη εἰς κυριακὴν ὑπαντῆσαι. ὁ δὲ ταῦτα παραβαίνων ἄρχων ἢ ταξεώτης τῆς ζώνης ἐκπιπτέτω καὶ δημευέσθω.