IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Τ

JGR V 19.8

Περὶ τεχνιτῶν καὶ ἐργολάβων, τοῦ μὴ ἐξεῖναι αὐτοῖς σύμφωνα ποιεῖν, ἵνα μήτις ὅπερ ἄλλῳ ἐπετράπη ἔργον πληρώσῃ.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ιθ΄ τί. ιη ' κεφ. α΄, ἐν ᾧ φησι· Καὶ [οἱ] τῶν οἰκημάτων ὁμοίως τεχνῖται ἢ ἐργολάβοι ἢ τῶν ἄλλων ἐργοδιδάσκαλοι καὶ οἱ βαλανεῖς παντελῶς κωλυέσθωσαν σύμφωνα μεταξὺ ἀλλήλων διατίθεσθαι, ἵνα μή τις ὅπερ ἄλλῳ ἐπετράπη ἔργον πληρώσῃ ἢ περὶ τὴν δοθεῖσαν ἑτέρῳ φροντίδα ἕτερος μεσολαβήσῃ· διδομένης ἐξουσίας ἑνὶ ἑκάστῳ τὸ παρ᾽ ἑτέρου ἀρχθὲν ἔργον καὶ καταλειφθὲν χωρίς τινος φόβου ἢ ζημίας ἐκπληροῦν, καὶ παντὶ τὰ τοιαῦτα δράματα καταμηνύειν χωρίς τινος φόβου καὶ χωρὶς τῶν ἐν δικαστηρίῳ δαπανημάτων.