JGR V 19.7
Περὶ τέλους δημοσίου, καὶ τελεστῶν καὶ τελωνῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. νε΄ τί. α΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἐὰν τελώνης ἢ ἡ φαμιλία αὐτοῦ κατὰ βίαν ἀφέλωνταί τι ὀνόματι τοῦ τέλους καὶ μὴ ἀποκαταστήσῃ, τὸ ἀφαιρεθὲν ἐντὸς μὲν ἐνιαυτοῦ εἰς τὸ διπλοῦν ἐνάγεται· μετὰ δὲ [τὸν] ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν. ὁμοίως κἂν κλέψωσιν ἢ ἀδίκως τινὰ ζημιώσωσι. καὶ περὶ οἰκετῶν τὰ αὐτὰ ἁμαρτανόντων ἐνάγονται, μὴ δυνάμενοι εἰς ἐξέτασιν ἐκδοῦναι.
2
pr.Ἐν δὲ τῷ γ΄ κεφ. Ἐξουσίαν ἔχει ὁ βλαβεὶς μὴ κινῆσαι ἐκ τοῦ παρόντος δόγματος, ἀλλὰ τὴν περὶ κλοπῆς καὶ [τὴν] περὶ ἁρπαγῆς ἀγωγὴν καὶ τὸν ἀκουΐλιον. Φαμιλία τοῦ τελώνου νοεῖται οὐ μόνον οἱ δοῦλοι αὐτοῦ, ἀλλὰ καὶ ἐλεύθεροι καὶ δοῦλοι ἀλλότριοι περὶ τὸ τέλος ὑπηρετοῦντες αὐτῷ. ὅθεν ἐὰν δοῦλος αὐτοῦ μὴ ὑπηρετῶν εἰς τὸ τέλος ἁρπάσῃ, τὸ παρὸν δόγμα ἀργεῖ. Μὴ παριστῶντες οὖν τοὺς δούλους ἐνάγονται χωρὶς τοῦ ἐκδοῦναι αὐτοὺς εἰς θεραπείαν τῆς ζημίας, εἴτε ἔχουσιν αὐτοὺς ἐν ἐξουσίᾳ ἢ μὴ, ἢ δύνανται ἢ μή· ὅπερ ἰδικόν ἐστι τοῦ παρόντος δόγματος. οὔτε γὰρ ἔξεστι τῷ τελώνῃ τὸν δοῦλον ἀπόντα διεκδικεῖν. Μεθ᾽ ὃ δὲ παραστήσει αὐτὸν, χώρα τοῦ ἐκδοῦναι αὐτὸν εἰς ἐξέτασιν.
3
pr.Ἐν δὲ τῷ ζ ' κεφ. Τοῖς τέλεσιν οἱ ἀγροὶ, οὐ μὴν τὰ πρόσωπα ἐνέχονται. ὅθεν ὁ νομεὺς καὶ τὰ τοῦ προλαβόντος ἀπαιτεῖται χρόνου, καὶ ἐὰν τοῦτο ἠγνόησεν, ἔχει ἀγωγήν.
4
pr.Ἐν δὲ τῷ ἡ΄ κεφ. Εἴτε δημόσιον εἴτε ἰδιωτικὸν πρόσωπον ἀπαιτήσει τὶ παρανόμως, μετὰ τοσούτου ἄλλου ἀποδίδωσιν αὐτὸ τῷ ἀδικηθέντι. εἰ δὲ μετὰ βίας ἀπήτησε, τὸ τετραπλοῦν δίδωσι, καὶ σφοδρῶς τιμωρεῖται. Ἐὰν ὁ τελώνης ἀμελείᾳ ἀπολέσῃς, ἄλλος ἀπαιτεῖν οὐ κωλύεται.
5
pr.Ἐν δὲ τῷ θ ' κεφ. Ἄνευ βασιλικῆς κελεύσεως οὐκ ἔξεστι τῷ ἄρχοντι ἢ τῷ καθολικῷ καινὸν ἐπιθεῖναι τέλος, ἢ τὸ παλαιὸν αὐξῆσαι ἢ μειῶσαι. Μὴ καταβάλλοντες ἐμπροθέσμως οἱ τελῶναι καὶ πρὸ συμπληρώσεως τοῦ χρόνου ἐξεοῦνται, καὶ τόκους ἐξ ὑπερθέσεως ἀπαιτοῦνται.
6
pr.Ἐν δὲ τῷ ἱ κεφ. Οἱ μεγάλα κερδαίνοντες ἐκ τῆς μισθώσεως τῶν τελῶν, μὴ εὑρισκομένων τῶν ὀφειλόντων αὐτὰ ἐπὶ τῷ αὐτῷ ποσῷ μισθώσασθαι, ἀναγκάζονται αὐτοὶ καταδέχεσθαι.
7
pr.Ἀνάγν. καὶ τί. δ΄, οὗτινος ἐν τῷ ις ' κεφ. φησίν· Ὁ περισσοπρακτήσας τελώνης διηνεκῶς ἐξορίζεται, καὶ ἀντικαθίσταται ἕτερος, ὑπερθεματισμοῦ ἐπὶ τῷ τέλει γινομένου ἐπ᾿ ὄψεσι τοῦ ἄρχοντος.
8
pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Τῶν χρεωστούντων δημόσια πάντα τὰ ὑπάρχοντα ὑπεύθυνά ἐστιν.
9
pr.Ἀνάγν. καὶ τί. η΄, οὗτινος ἐν τῷ γ΄ κεφ. φησί· Τὰ δημόσια τέλη οὔκ εἰσι κατὰ προσώπων, ἀλλὰ κατὰ πραγμάτων. καὶ δεῖ τὸν ἄρχοντα τῆς ἐπαρχίας σπουδάζειν, ἵνα μηδεὶς ὑπὲρ ὧν οὐ νέμεται συντελῇ.
10
pr.Ἐν δὲ τῷ ζ΄ κεφ. Ὁ εἰς περιγραφὴν τῶν δημοσίων βασιλέως ἀντίγραφὴν λαβὼν μὴ ὠφελείσθω. χρὴ γὰρ πάντας συντελεῖν τὰ δημόσια.
11
pr.Ἐν δὲ τῷ ι ' κεφ. Μηδεὶς προνόμιον ἀξίας προβαλλόμενος μὴ συντελείτω, ἀλλὰ πάντες πρὸς ἀναλογίαν ὧν ἔχουσι κτημάτων συντελείτωσαν.
12
pr.Ἐν δὲ τῷ ιζ ' κεφ. Μηδεὶς ἀπαιτούμενος δημόσια ἐν φυλακῇ βαλλέσθω ἢ βασάνους τινὰς ὑπομενέτω, ἀλλὰ μόνον τῇ ἐλευθέρᾳ παραφυλακῇ τῶν στρατιωτῶν παραδιδόσθω. καὶ ἐὰν ἐπιμένῃ᾽ ἀγνωμονῶν, τότε καὶ εἰς νομὴν τῆς οὐσίας αὐτοῦ πεμπέσθω τὸ δημόσιον.
13
pr.Ἐν δὲ τῷ κδ ' κεφ. Ἐνδοματικὰ μηδεὶς λαμβανέτω, ἀλλὰ καὶ αὐτὸ τὸ ὄνομα παντελῶς ἀπαλειφέσθω.
14
pr.Ἐν δὲ τῷ κς ' κεφ. Ἐάν τινες ὑπερτίθωνται τὰ δημόσια καταβάλλειν, πιπράσκονται τὰ κτήματα αὐτῶν, ἐφ᾽ ᾧ τοὺς ἀγοραστὰς ἀσφαλῶς κεκτῆσθαι αὐτά.
15
pr.Ἐν δὲ τῷ κθ ' κεφ. Πᾶς συντελεστὴς ἀπαιτούμενος τὰς εἰσφορὰς, ἐὰν δείκνυσι τριῶν ἐνιαυτῶν ἀμεριμνίας, μὴ ἀναγκαζέσθω δεῖξαι μηκέτι, ὅτι καὶ ἐν τοῖς ἀνωτέροις χρόνοις τὰς συντελείας κατέβαλεν· εἰ μὴ ἄρα ὁ ταξεώτης ἢ [ὁ] ὀπτίων ἢ ὁ ὑπομνηματοφύλαξ ἢ ἕτερός τις δημόσιον τέλος ἀπαιτῶν ἢ ἐκβιβάζων ἀσφάλειαν ἔχει παρὰ τοῦ κτήτορος περὶ τῶν συντελειῶν, ἢ ἑτέρως πως ἀποδείκνυσι φανερῶς, ὅτι αἱ συντέλειαι κεχρεώστηνται.
16
pr.Ἐν δὲ τῷ λ ' κεφ. Οὐ δύναται ὁ δημοσιεύων ἀναργυρίαν ἀντιτιθέναι κατὰ τῆς γενομένης παρ᾿ αὐτοῦ ἀποδείξεως καὶ νῦν προσφερομένης.
17
pr.Ἀνάγν. καὶ τί. ιβ΄, οὗτινος ἐν τῷ ἐ κεφ. φησίν· Ἐὰν λίθους τινὲς εἰς ἰδιωτικὸν τόπον κόπτωσι, δέκατον τῷ δημοσίῳ καὶ δέκατον τῷ δεσπότῃ διδότωσαν, καὶ τὸ λοιπὸν ἐχέτωσαν αὐτοὶ ὑπὲρ κόπου.
18
pr.Ἐν δὲ τῷ ς ' κεφ. Ἐν ἑκάστῳ ἐνιαυτῷ ἑπτὰ κεράτια εἷς ἕκαστος ἄνθρωπος χρυσορύκτης παρεχέτω, οὐ μόνον τῆς ποντικῆς διοικήσεως, ἀλλὰ γὰρ καὶ τῆς ἀσιανῆς.
19
pr.Ἀνάγν. καὶ τί. ιδ ' κεφ. ιβ΄ καὶ τί. ις, ἐν ᾧ φησὶ περὶ τῶν συντελεστῶν τῆς ἐσθῆτος.
20
pr.Ἀνάγν. καὶ τί. ιζ΄ κεφ. να· καὶ ξ΄, ἐν ᾧ φησιν· Ὁ ἀποσταλεὶς ἐν ταῖς ἐπαρχίαις πρὸς ἀπαίτησιν δημοσίων καὶ ὀφθεὶς ἄπληστος τιμωρείσθω παρὰ τοῦ ἄρχοντος, μὴ ἀναγκαζομένου ἀναγαγεῖν περὶ τούτου πρὸς βασιλέα. καὶ κεφ. ξδ΄.
21
pr.Καὶ τί. ιη΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ὑπὲρ δὲ τῶν δημοσίων συντελειῶν τὰς ἀποχὰς ἤτοι ἀμεριμνίας μερικάς τε καὶ πληναρίας πᾶσι τρόποις παρὰ τῶν τὰ δημόσια ὑποδεχομένων γίνεσθαι διορίζομεν, σημαινούσας τὴν τῶν χρημάτων ποσότητα καὶ τῶν εἰδῶν, οὐ μὴν ἀλλὰ καὶ τῶν ζευγῶν ἤτοι ἰουλίων εἴτε οὖν κεντουρίων, καὶ τὰ ὀνόματα τῶν κτήσεων, ὑπὲρ ὧν τὰς συντελείας ὑποδέχονται. εἰ δὲ κατὰ τὸν εἰρημένον τρόπον τὰς ἀποχὰς ἤτοι ἀμεριμνίας μὴ ποιήσουσι, κελεύομεν αὐτοὺς καὶ ποινὴν δέκα χρυσίου λιτρῶν ἀπαιτεῖσθαι καὶ βασάνους ὑπομένειν· τοῦ ἄρχοντος ὁμοίως τῆς ἐπαρχίας ι ' χρυσίου λιτρῶν [ποινὴν] εἰσπραττομένου, εἰ περὶ τούτου προκελευσθεὶς μὴ ἐκδικήσει, καὶ συνελάσει τὰς ἀποχὰς ἤτοι ἀμεριμνίας καθ᾽ ἣν διωρίσαμεν τάξιν συγγραφῆναι.
23
pr.Ἐν δὲ τῷ ιβ΄ κεφ. Μηδεὶς δὲ τὸ σύνολον ἐνοχλείσθω ὑπὲρ συντελείας γηδίων, ἅπερ οὐ κέκτηται. ἀλλὰ εἰ συμβαίη γεωργούς τινι προσήκοντας ἢ ἐναπογράφους ἰδίαν ἔχειν κτῆσιν, ἐκείνους ὑπὲρ αὐτῆς τὰς δημοσίας εἰσπράττεσθαι συντελείας, τοῦ δεσπότου αὐτῶν μηδεμίαν ὄχλησιν ὑπὲρ αὐτῶν ὑπομένοντος· εἰ μὴ ὡς εἰκὸς αὐτὸς ἰδίᾳ προαιρέσει τῇ τοιαύτῃ συντελείᾳ ἑαυτὸν ἐποίησεν ἔνοχον.
24
pr.Ἐν δὲ τῷ ιγ ' κεφ. Τοὺς δὲ τὰ δημόσια τέλη εἰσπράττοντας δικαίοις σταθμοῖς τε καὶ μέτροις [κε] χρῆσθαι κελεύομεν, ἵνα μηδὲν ἐν τούτῳ τοὺς ἡμετέρους ὑποτελεῖς ἀδικῶσιν. εἰ δὲ οἱ συντελεσταὶ νομίσουσι βαρεῖσθαι εἴτε ἐν σταθμοῖς εἴτε ἐν μέτροις, ἐχέτωσαν ἄδειαν, τὰ μὲν τῶν εἰδῶν μέτρα τε καὶ σταθμὰ παρὰ τῶν ἐνδοξοτάτων ἐπάρχων, τὰ δὲ τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τῶν λοιπῶν μετάλλων σταθμὰ παρὰ τοῦ κατὰ καιρὸν ἐνδοξοτάτου κόμητος τῶν θείων θησαυρῶν λαμβάνειν. καὶ τὰ αὐτὰ μέτρα καὶ σταθμὰ ἐν τῇ ἁγιωτάτῃ ἑκάστης πόλεως ἐκκλησίᾳ φυλάττεσθαι, ἵνα κατὰ ταῦτα δίχα βάρους τῶν συντελεστῶν καὶ ἡ τῶν δημοσίων εἰσκομιδὴ καὶ αἱ στρα- τιωτικαὶ καὶ αἱ ἄλλαι δαπάναι γίνωνται.
25
pr.Ἀνάγν. καὶ τί. ιθ΄ κεφ. κέ΄, ἐν ᾧ φησι περὶ ἐπιβολῶν.