JGR V 1.50
Περὶ ἀντιφωνητῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. κς ' τί. γ ' καὶ δ΄΄, ἐν οἷς καὶ ἐγγυητῶν διαλαμβάνει. ἐν δὲ τῷ γ΄ κεφ. τοῦ β΄ τί. φησί· Θεσπίζομεν, εἴποτέ τις ὑπὲρ ἑαυτοῦ ἢ ὑπὲρ ἄλλου προσώπου ἀντιφωνήσει, λέγων τυχόν τινι, τὸ ἱκανόν σοι ποιῶ, τοῦτον ἐπὶ τῇ ποσότητι, ἣν ἂν εἴποι, τρόποις ἅπασιν ὑποκεῖσθαι, καὶ τὴν ἀντιφώνησιν τὴν ἰδίαν πληροῦν καὶ τὸ χρέος ἀναγκάζεσθαι καταβάλλειν. εἴ τις δὲ εἴποι, τὸ ἱκανόν σοι γενήσεται, τοῦτον, οἷα τοῦ τοιούτου λόγου ἀπροσώπως εἰρημένου ὡσανεὶ μηδὲν εἰπόντα, οὗτως ἐκ πάσης εἰσπράξεως ἐλεύθερον φυλάττεσθαι. εἰ δέ τις εἴποι, γενήσεταί σοι τὸ ἱκανὸν παρ᾽ ἐμοῦ καὶ παρὰ τοῦδε, ἐκείνοις μὲν οὓς ἂν ὀνομάσειεν, εἰ μὴ συναινέσουσι, μηδὲν ἐκ τῆς τοιαύτης φωνῆς γίνεσθαι πρόκριμα, ἀλλὰ μηδὲ αὐτὸν τὸν τοῦτο εἰπόντα ὑπὲρ ἐκείνων τῶν προσώπων, ἅπερ ὀνομάσει, ἀπαίτησίν τινα ὑπομένειν· ὑπὲρ ἑαυτοῦ δὲ, ὅπερ ἐκ τοῦ κατὰ νόμους ἀποδεικνυμένου χρέους ἐποφείλων φανείη, κατὰ τὸ ἐπιβάλλον αὐτῷ μέρος μόνον καταβάλλειν. εἰ δὲ εἴποι, γενήσεταί σοι τὸ ἱκανὸν παρ᾽ ἐμοῦ ἢ παρὰ τοῦδε ἢ τοῦδε, τηνικαῦτα τοῖς μὲν ὀνομασθεῖσι προσώποις κατὰ τὸν ὅμοιον τρόπον μὴ συναινοῦσι μηδὲ ἓν γίνεσθαι πρόκριμα, αὐτὸν δὲ τὸν τοῦτο ἀντιφωνήσαντα ἀκέραιον μὲν τὸ χρέος α Ἀνάγνωθι καὶ νεαρὰν ριέ κεφ. ς΄. ἀναγκάζεσθαι καταβάλλειν, εἴ τινα δὲ κατὰ τῶν ὀνομασθέντων προσώπων ἑαυτῷ ἁρμόζειν νομίζει ἀγωγὴν, ταύτην κατὰ τοὺς νόμους κατ᾿ αὐτῶν προτιθέναι καὶ τῆς τῶν νόμων βοηθείας ἀπολαύειν.
2
pr.Ἐν δὲ τῷ α΄ κεφ. τοῦ γ ' τί. φησίν· Ἐὰν ὑπὲρ ἀλλοτρίου χρέους ἑαυτὸν καταβαλεῖν ἀντεφώνησας, ἡ ἐπὶ τῇ ἀντιφωνήσει ἀγωγὴ οὐ μόνον κατὰ σοῦ, ἀλλὰ καὶ κατὰ τῶν κληρονόμων τῶν σῶν διηνεκῶς ἁρμόζει.
3
pr.Ἀνάγν. καὶ τί. δ΄ κεφ. λζ΄, ἐν ᾧ φησιν· Ὅτι ὁ χρέος ἄλλου ἀναδεξάμενος, ἐὰν ὁμολογήσῃ μοι ἢ ἀντιφωνήσῃ τὸ χρέος, καλῶς ἀπαιτεῖται.
4
pr.Ἀνάγν. καὶ τί. ζ΄, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ιντερκεσίων ἐστὶ τὸ ὑπὲρ ἄλλου παρασχεῖν ἐνέχυρον, οὐ μὴν τὸ ἀναδοῦναι τῷ χρεώστῃ τὸ ἐνέχυρον αὐτοῦ. Καὶ γυναῖκες ἀντιφωνοῦσαι ἐνέχονται, ἐν ᾧ μὴ ἰντερκεδεύουσιν.
5
pr.Ἐν δὲ τῷ κβ ' κεφ. Ὁ ἀντιφωνῶν ἱκανοδοσίαν διδόναι ἐνέχυρον ἢ ἐγγυητὴν δίδωσιν.
6
pr.Ἐν δὲ τῷ λγ ' κεφ. Αἱ ἀπατώμεναι οὐ μὴν αἱ ἀπατῶσαι βοηθοῦνται ἐν ἑκάστῃ ἐνοχῇ, καὶ ὅτε ἄλλον διεκδικοῦσιν. οὔτε γὰρ ἐπιτέτραπται γυνὴ διεκδικεῖν οὔτε τὸν ἴδιον ἄνδρα οὔτε τὸν υἱὸν οὔτε τὸν πατέρα.
7
pr.Εἰ δὲ ἐκδικεῖ ἐκεῖνον, ὅστις καταδικαζόμενος δύναται χωρεῖν κατ᾿ αὐτῆς, οὐ δοκεῖ ἀντιφωνεῖν.
8
pr.Ἐν δὲ τῷ λθ΄ κεφ. θέμ. θ΄· Ἐὰν ὑπὲρ τοῦ μὴ δυναμένου ἐνέχεσθαι ἀντιφωνήσῃ γυνὴ, οἷον ἀνήβου τοῦ χωρὶς τῆς αὐθεντίας τοῦ ἐπιτρόπου μὴ ἐνεχομένου, ἀργεῖ κατ᾿ αὐτοῦ ἡ ἀποκαταστατικὴ ἀγωγὴ, εἰ μὴ γέγονεν ἐκ τοῦ συναλλάγματος εὐπορώτερος.
9
pr.Ἐν δὲ τῷ ξα΄ κεφ. Ἐὰν ἀπατῶσα γυνὴ ἢ γινώσκουσα μὴ ἐνέχεσθαι ἀντιφωνήσῃ, οὐ βοηθεῖται. Καὶ ὁ κατὰ μανδάτον τῆς γυναικὸς ἀντιφωνήσας βοηθεῖται.
10
pr.Ἐν δὲ τῷ ξη΄ κεφ. Ἐὰν μὴ ᾔδει ὁ πρὸς τὸν ἄνδρα συναλλάξας, ἡ δὲ γυνὴ ὁρῶσα τὸν ἄνδρα τὰ ἴδια ὑποτιθέμενον ἐσιώπησεν ἐπίτηδες ὡς ἀπατῆσαι βουλομένη τὸν συναλλάσσοντα τῷ ἀνδρὶ, τότε οὐ βοηθεῖται. ταῖς γὰρ ἀπατωμέναις γυναιξὶ βοηθεῖ τὸ δόγμα, [οὐ ταῖς πανούργοις.]
11
pr.[Ἐν δὲ τῷ οδ΄ κεφ. 1. Καὶ συνισταμένου τοῦ γάμου δύναται ἡ γυνὴ παραχωρῆσαι τῷ ἀνδρὶ τὰς ὑποθήκας ἃς ἔχει κατ᾿ αὐτοῦ. καὶ οὐ κεκώλυται ἡ τοιαύτη δωρεὰ ὡς ἐν συνεστῶτι τῷ γάμῳ. οὐδὲ γάρ ἐστι δωρεὰ, ἐξ ἧς οὐδὲν γυνὴ ζημιοῦται, δυναμένη διὰ τῆς προσωπικῆς ἀγωγῆς ἀπαιτῆσαι τὸ χρέος.]
12
pr.Ἐν δὲ τῷ ος ' κεφ. Οὐ μόνον ἡ γυνὴ ἀντιφωνοῦσα βοηθεῖται, ἀλλὰ καὶ ὁ ταύτην ἐγγυησάμενος.
13
pr.Κἂν ὑπὲρ τοῦ ἰδίου ἀνδρὸς ἀντιφωνήσῃ γυνή, βοηθεῖται.
14
pr.[Ἐν δὲ τῷ πδ ' κεφ. Ἡ διάταξις βούλεται δύνασθαι ἀποτάττεσθαι τὴν γυναῖκα ταῖς ἁρμοζούσαις αὐτῇ ὑποθήκαις καὶ παραχωρεῖν ἑτέρῳ δανειστῇ ταύτας, εἴτε ἐπὶ ἑνὶ συναλλάγματι εἴτε ἐπὶ πολλοῖς, εἴτε ἐπὶ ἑνὶ προσώπῳ εἴτε ἐπὶ πολλοῖς· καὶ ἰσχύειν ταύτην τὴν συγχώρησιν τῆς γυναικὸς ἐπὶ ἐκείνοις μόνοις, ἐφ᾽ οἷς καὶ γέγονε, καὶ μὴ περαιτέρω.]
15
pr.Ἐν δὲ τῷ πε΄ κεφ. Ἐὰν ἀντιφωνήσασα γυνὴ μετὰ δύο ἔτη τῆς ἀντιφωνήσεως εἰς δεύτερον ἐπερωτηθῇ ἢ ἐγγυητὰς παράσχῃ, ἐκπίπτει τῆς ἀπὸ τοῦ δόγματος βοηθείας. εἰ δὲ εἴσω τῆς διετίας τῆς ἐγγύης ἓν ἐκ τούτων ποιήσει, δοκεῖ ὡς ἀπὸ τῆς παλαιᾶς πλάνης ὑπαχθεῖσα ἔτι ἀντιφωνεῖν, καὶ βοηθεῖται.
16
pr.Ἐν δὲ τῷ πς κεφ. Ἡ διάταξις βούλεται τὴν γυναῖκα λαβοῦσάν τινα καὶ ἀντιφωνήσασαν μηκέτι βοηθεῖσθαι ἀπὸ τοῦ δόγματος, εἴτε ἐγγράφως εἴτε ἀγράφως ἀντεφώνησεν. ἀλλ᾽ εἰ μὲν ἐν αὐτῷ τῷ συμβολαίῳ ὡμολόγησέ τι εἰληφέναι, καὶ εὑρεθῇ ἀγοραῖον τὸ συμβόλαιον καὶ τριῶν μαρτύρων ἔχον ὑπογραφὰς, ἀναμφιβόλως πιστεύεσθαι εἰληφέναι τὰ ἀργύρια ἢ τὰ πράγματα τὰ τῷ δικαιώματι περιεχόμενα, καὶ μὴ βοηθεῖσθαι. εἰ δὲ ἀγράφως ἀντεφώνησεν, ἢ ἐγγράφως ', οὐδὲν δὲ ὡμολόγησεν εἰληφέναι ἐν τῷ συμβολαίῳ, εἰ μὲν δύναται ὁ ἐνάγων ἀποδεῖξαι ὅτι ἔλαβεν ἐπὶ τῷ ἀντιφωνῆσαι, καὶ οὕτω μὴ βοηθείσθω, εἰ μήτιγε ἄπορος οὖσα ἡ γυνὴ ἀντεφώνησε λαβοῦσα. τότε γὰρ αὐτὴ μὲν εἰς ὅσον εὐπορεῖ, ὁ δὲ δεδωκὼς αὐτῇ τὸ λεῖπον ἀπαιτείσθω.