JGR V 9.3
Περὶ ἱκανοδοσίας διδομένης ἐπὶ ἐκπληρώσει τῶν κριθέντων ἢ κριθησομένων, καὶ τίνες ταύτην διδόασιν ἢ λαμβάνουσιν, καὶ περὶ τῶν παρ᾽ αὐτῶν διδομένων ἐγγυητῶν τε καὶ ἐντολέων, καὶ πότε καὶ ἐν τίσιν εὐθύνονται.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. θ ' τί. ί, οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Ἡ περὶ τῆς ἀποπληρώσεως τῆς καταδίκης ἱκανοδοσία παραχρῆμα μὲν τοῦ ψηφισθῆναι βεβαιοῦται, ἔχει δὲ πρὸς ὑπόδειγμα τοῦ ἐναγομένου τὴν τετράμηνον εἰς ὑπέρθεσιν.
2
pr.Ἐν δὲ τῷ ια΄ κεφ. Εἰ καὶ μετὰ προκάταρξιν ἀποθάνῃ ὁ ἐκδικούμενος δοῦλος, οὐκ ἐλευθεροῦνται οἱ τῆς ἐπὶ ἐκπληρώσει τῶν κριθέντων ἱκανοδοσίας ἐγγυηταὶ τοῦ ἐναγομένου τὴν δίκην ἐγκαταλιμπάνοντος. διαφέρει γὰρ αὐτὴν ' πληρωθῆναι καὶ διὰ τὴν ἀγωγὴν τῆς ἐκνικήσεως καὶ διὰ τοὺς καρπούς.
3
pr.Ἀνάγν. καὶ τί. ια΄, οὗτινος ἐν τῷ β΄ κεφ. φησίν· Ἐπὶ τῆς ἀσφαλείας τῆς ἱκανοδοσίας οὐ σκοποῦμεν τὸ κέρδος τοῦ ἐναγομένου ἢ τοῦ ἐνάγοντος, ἀλλὰ τί διέφερε τῷ ἐπερωτήσαντι κύριον ἡγηθῆναι τὸ πραχθέν.
4
pr.Ἐν δὲ τῷ κβ ' κεφ. Ἐὰν ἐν τῇ τῆς ἱκανοδοσίας μνήμη καὶ κληρονόμων καὶ διαδόχων μὴ γένηται, εἰ μὲν ἐκ προνοίας, οὐ βεβαιοῦται τὸ τοῦ δόλου κεφάλαιον κινούντων αὐτῶν· εἰ δὲ κατὰ ἄγνοιαν παρελείφθησαν, βεβαιοῦται.