IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Ι

JGR V 9.4

Περὶ ἰουδαίων.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. α΄ κεφ. ια΄, ἐν ᾧ φησιν,· Ἡσυχάζοντας τοὺς ἰουδαίους ἐὰν οἱ χριστιανοὶ θορυβήσωσι καὶ διαρπάσωσιν, εἰς τὸ διπλάσιον καταδικαζέσθωσαν.

2

pr.Καὶ κεφ. λγ ' καὶ λδ ' καὶ λέ, ἐν ᾧ φησι· Κατὰ τοὺς κοινοὺς ἰουδαῖοι γαμείτωσαν νόμους.

3

pr.Καὶ κεφ. λς΄, ἐν ᾧ φησι· Κατὰ τοὺς κοινοὺς νόμους [οἱ] ἰουδαῖοι πολιτευέσθωσαν καὶ κινείτωσαν ἢ ἐναγέσθωσαν. εἰ δὲ κατὰ συναίνεσιν περὶ χρημάτων αἰτίας παρὰ ἰουδαίοις δικάσονται, ἐῤῥώσθω ὡς ἡ τοῦ νομίμου δικαστοῦ ψῆφος, καὶ παρὰ τῶν ἀρχόντων ἐκβιβαζέσθω.

4

pr.Καὶ κεφ. λζ΄· Ἰουδαῖοι καὶ οἱ τούτων ἔξαρχοι τὰς τιμὰς ἑαυτοῖς τῶν ὠνίων ὁριζέτωσαν. κἄν τις ἕτερος ἐπιχειρήσῃ τοῦτο, τιμωρείσθω·.

5

pr.Καὶ κεφ. λθ ' καὶ μ΄, ἐν ᾧ φησι· Μηδεὶς βιαζέσθω τοὺς μηδὲν ἁμαρτάνοντας ἰουδαίους, ἢ τὰς συναγωγὰς αὐτῶν ἢ τὰς οἰκίας αὐτῶν καιέτω. ἐὰν δέ τι ἁμάρτωσι, παρὰ τῷ ἄρχοντι κατηγορείσθωσαν. ἀλλὰ μὴ ἐξέστω κατὰ τῆς τῶν χριστιανῶν θρησκείας ἰουδαίῳ θρασύνεσθαι.

6

pr.Καὶ κεφ. μα καὶ μβ΄, ἐν ᾧ φησιν· Ἰουδαῖοι χριστιανὸν περιτέμνοντες ἢ περιτμηθῆναι ἐντειλάμενοι δημευθέντες ἐξοριζέσθωσαν.

7

pr.Καὶ κεφ. μγ΄ καὶ μδ΄ καὶ μζ ' καὶ ν· Ἰουδαῖος χριστιανὸν ἀνδράποδον μὴ ἐχέτω, μήτε κατηχούμενον περιτεμνέτω· μήτε ἄλλος αἱρετικὸς χριστιανὸν ἀνδράποδον ἐχέτω. καὶ κεφ. νζ΄.

8

pr.Ἀνάγν. καὶ βι. ξ ' τί. λθ ' κεφ. ή ' ', ἐν ᾧ φησιν· Τοῖς ἰουδαίοις ἐφεῖται τὰ ἴδια τέκνα περιτέμνειν. εἰ δὲ περιτέμωσιν ἕτερον, κεφαλικῶς τιμωροῦνται καὶ δημεύονται.

9

pr.Ἀνάγν. καὶ τί. νδ ' κεφ. κθ΄, ἐν ᾧ φησιν· Ἐὰν ἰουδαῖος πρὸς χριστιανισμὸν ἰδὼν λίθων βολὰς ἢ ἑτέραν τινὰ στάσιν παρὰ ἰουδαίων ὑπομείνῃ, ὁ τοῦτο τολμήσας ἅμα τοῖς μετέχουσι καιέσθω.

10

pr.Καὶ κεφ. λ΄, ἐν ᾧ φησιν· Ἰουδαῖοι χριστιανὸν περιτέμνοντες ἢ περιτμηθῆναι ἐντειλάμενοι δημευθέντες ἐξοριζέσθωσαν.

11

pr.[Καὶ κεφ λα΄, ἐν ᾧ φησι·] Ἐὰν ἰουδαῖος χριστιανὸν πρὸς τὴν οἰκείαν θρησκείαν ἐφελκύσαι τολμήσῃ, δημεύεται καὶ τὴν δι ' αἵματος τιμωρίαν ὑφίσταται.

12

pr.[Καὶ κεφ. λγ ', ἐν ᾧ φησιν·] Πᾶς μὴ χριστιανὸς οἰκέτην ἔχων χριστιανὸν λ΄ χρυσίου καταθήσει λίτρας τῷ δημοσίῳ, εἰς ἐλευθερίαν ἀναρπαζομένου τοῦ οἰκέτου.