JGR V 9.1
Περὶ ἱερῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγν. βι. ια ' τί. α΄ κεφ. β΄, ἐν ᾧ φησι· Τὰ ἱερὰ πάντα τῷ δημοσίῳ ἢ τῷ βασιλικὴν ἐπ᾿ αὐτοῖς εἰληφότι δωρεάν διαφερέτω, τῆς ἐκκλησίας τὰ ἐπιτετραμμένα διεκδικούσης.
2
pr.Ἀνάγν. βι. με΄ τί. γ΄ κεφ. ζ΄, ἐν ᾧ φησι· Τὰ ἱερὰ ἤτοι ἅγια καὶ ἐν πόλεσι καὶ ἐν χωρίοις καθιεροῦνται. δημόσιος δὲ τόπος παρὰ κέλευσιν βασιλέως οὐ γίνεται ἱερός.
3
pr.Καὶ κεφ. η΄, ἐν ᾧ φησιν· Ὁ τόπος, ἐν ᾧ τὰ ἱερὰ ἀποτίθενται, οὐκ ἐστιν ἱερὸς, ἀλλὰ χρήσιμος τοῖς ἱερεῦσι· καὶ μεταφερομένων τῶν ἱερῶν ἐλευθεροῦται. καὶ οἱ νόμοι ἱεροί εἰσιν.