JGR V 1.0
Περὶ τῆς ὀρθοδόξου πίστεως τῶν χριστιανῶν καὶ τοῦ μηδένα κατατολμᾶν περὶ αὐτῆς δημοσίᾳ ἀμφισβητεῖν.
Abrir no leitor do IusCommune →1
pr.Ἀνάγνωθι βι. α΄ τί. α΄ κεφ. α΄ καὶ δ΄, ἐν οἷς φησιν, ὅτι Χριστιανός ἐστιν ὁ πιστεύων μίαν εἶναι θεότητα ἐν ἴσῃ ἐξουσίᾳ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· ὁ γὰρ παρὰ τὰ εἰρημένα δοξάζων αἱρετικός ἐστιν.
2
pr.Μηδεὶς κληρικὸς ἢ μοναχὸς ἢ στρατευόμενος ἢ ἄλλος οἷοσδήποτε πληθὺν συνάγων δημοσίᾳ περὶ τῆς πίστεως διαλεγέτω· ὑβρίζειν γὰρ δοκεῖ τὴν ἐν χαλκηδόνι σύνοδον τὴν δεόντως πάντα διατυπώσασαν, ἥτις καὶ τοῖς αἱρετικοῖς πᾶσι δίδωσι γινώσκειν τὰ ἡμέτερα. ὥστε οὖν εἰ μὲν κληρικὸς εἴη ὁ ταῦτα ποιῶν, τοῦ συλλόγου τῶν κληρικῶν ἐκπεσεῖται· εἰ δὲ στρατευόμενος, τῆς στρατείας· οἱ δὲ λοιποὶ κατὰ τὴν οἰκείαν τάξιν ' τιμωρείσθωσαν.