IusCommune
IusCommune › Textos › Synopsis Basilicorum › Στοιχεῖον Υ

JGR V 20.11

Περὶ ὑποδεκτῶν τῶν ὑποδεχομένων ληστὰς ἢ ἑτέρους ὑπευθύνους, καὶ μὴ προσαγόντων αὐτοὺς τῷ δικαστῇ.

Abrir no leitor do IusCommune →

1

pr.Ἀνάγν. βι. ξ τί. κζ ', οὗτινος ἐν τῷ α΄ κεφ. φησίν· Οἱ ὑποδοχεῖς τῶν λῃστῶν ὡς λῃσταὶ τιμωροῦνται. καὶ οἱ δυνάμενοι κρατῆσαι τοὺς λῃστὰς καὶ ἀπολύσαντες χρήματα λαβόντες ἢ μέρος τῶν λῃστευθέντων ὁμοίως τιμωροῦνται.

2

pr.Ὁ δὲ συγγενῆ ἢ ἀγχιστέα λῃστὴν φυλάξας καὶ διασώσας μέσως πως τιμωρεῖται.

3

pr.Ἐν δὲ τῷ β΄ κεφ. Ὁ ὑποδεξάμενός τινα ἐνεχόμενον ἐγκλήματι ἐν εἰδήσει τὴν αὐτὴν ὑποστήσεται τιμωρίαν· ὁ δὲ ὑποδεξάμενος λῃστὰς καὶ μὴ προσάγων αὐτοὺς τῷ δικαστηρίῳ δημευέσθω ἢ τιμωρείσθω κατὰ τὴν ποιότητα τοῦ προσώπου, ὡς ἂν ὁ δικαστὴς συνίδῃ.