JGR III 5.9Imp. Michaelis Palaeologi rescriptum de promovendo Theodoro Scutariota ad altiorem dignitatem ecclesiasticam. (A. 1270.)
Ἕτερον πρόσταγμα σεπτὸν τοῦ κοσμοποθήτου κραταιοῦ καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως, δι οὗ μοι καὶ τόπος ἀπεδόθη κὰν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ τοῦ θεοῦ ἀνάλογος, εἰ καὶ διὰ τὰ τινων ἀπρεπῆ σκάνδαλα καὶ τὴν ἐν τῷ χορῷ τῶν ἐκκλησιαστικῶν ἀρχόντων ἄφιλον στάσιν ἀπέκλινα, τὴν εἰρήνην αἱρετισάμενος· μετ '. οὐ πολὺ δὲ καὶ σακελλίου ἐσφραγίσθην, καὶ τὸν τόπον τοῦ σακελλίου ἀπέλαβον.
Abrir no leitor do IusCommune →0
pr.῾Αγιώτατέ μου δέσποτα καὶ οἰκουμενικὲ πατριάρχα· οἶδεν ἡ ἁγιωσύνη σου, ὡς ἀνεδέξατο ἡ βασιλεία μου τὸν τιμιώτατον δικαιοφύλακα κὺρ θεόδωρον διάκονον τὸν σκουταριώτην, καὶ οἵας καὶ πόσης αὐτὸν ἀξιοῖ προσπαθείας καὶ οἰκειώσεως, τῆς τε περὶ τὰ θεῖα γνώσεως αὐτοῦ χάριν, καὶ τῆς περὶ τὰ πράγματα προσούσης τούτῳ εἰδημοσύνης καὶ ἀρετῆς. ἐπεὶ οὖν οὕτως αὐτὸν ἀνεδέξατο καὶ οὕτως ἔχει τοῦτον ἡ βασιλεία μου καὶ τοιούτῳ ἀξιώματι κατεκόσμησεν, οὐ δέον πάντως τὸ μὴ καὶ παρὰ τῆς ἁγιωσύνης σου καὶ τῆς τῶν συγκλητικῶν αὐτὸν ἀναλόγως μετέχειν τιμῆς τε καὶ τάξεως ἔν τε τῷ ἐκκλησιαστικῷ ὀφφικίῳ κὰν ταῖς καθέδραις καὶ στάσεσι· χρεὼν γὰρ τὸν, ὃν ἡ βασιλεία μου κατὰ λόγον τιμᾷ, καὶ παρὰ τῆς ἁγιωσύνης σου κατ᾿ ἶσον τιμᾶσθαι, καὶ τὸν ἐν τῇ βασιλείᾳ κὰν τῇ συγκλήτῳ τίμιον, καὶ παρὰ τῇ ἐκκλησίᾳ σου καὶ τῷ κλήρῳ τῆς ἁγιωτάτης τοῦ θεοῦ μεγάλης ἐκκλησίας τιμῆς καταξιοῦσθαι τῆς κρείττονος· εἴ περ ἐπιστημονάρχης, σὺν θεῷ φάναι, τῆς ἐκκλησίας σου ἡ βασιλεία μου, καὶ κατὰ κρίσιν οἰκονομεῖ τοὺς λόγους αὐτῆς· πρὸς τύπον δὲ τῶν βασιλικῶν καὶ τὰ τῶν ἐκκλησιαστικῶν ὀφφικίων παρὰ τῶν ἀοιδίμων καὶ φιλευσεβῶν βασιλέων ἐτάχθησαν, καθὼς κὰν τῷ θείῳ ἰδίῳ τοῦ πρώτου τῶν χριστιανῶν βασιλέως, μεγάλου καὶ ἁγίου κωνσταντίνου, ὃ πρὸς τὸν μακάριον ἐξέθετο σίλβεστρον, οὐκ ἀσαφῶς, ἀλλ᾽ ἄριστα τεθέσπισται· ἐφ᾽ ᾧ καὶ ὀφεῖλον τῷ πρωτοτύπῳ ἐπακολουθεῖν τὰ πρὸς μίμησιν. διά τοι τοῦτο καὶ οἰκονομήσαιτο ἡ ἁγιωσύνη σου ἔχειν ἀπὸ τοῦ νῦν τὸν τοιοῦτον δικαιοφύλακα κὰν τῇ τοῦ θεοῦ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ ὀφφίκιον τῶν προβαθμίων καὶ ὑψηλῶν, καὶ ὡς τῷ κλήρῳ τῆς ἁγιωτάτης μεγάλης τοῦ θεοῦ ἐκκλησίας καταλεγόμενον ἵστασθαι, καὶ προκόπτειν μετὰ τὸν νῦν τιμιώτατον πρωτέκδικον τὸν γεμιστὸν, ἕνα καὶ αὐτὸν ἀπὸ τῶν ἐξωκατακοίλων ἀπό γε τῆς σήμερον γνωριζόμενον· ἄτοπον γὰρ τὸν ἐν καθέδραις ταῖς μείζοσι καὶ προβαθμιαιτέραις τῶν ἐκκλησιαστικῶν ἁγιοσοφιτῶν ἀρχόντων ὡς τὸ εἰκὸς συντιμώμενον, μὴ κὰν τῇ ἐκκλησιαστικῇ στάσει καὶ προκοπῇ τὸν προσήκοντα τόπον ἔχειν, καὶ τοῖς ἐξωκατακοίλοις συνίστασθαι καὶ τῆς αὐτῆς συμμετέχειν τούτων τιμῆς τε καὶ προκοπῆς. ἡ μὲν οὖν βασιλεία μου ἤδη τὰ περὶ τούτου παρεδήλωσε τῇ ἁγιωσύνῃ σου, ᾗ καὶ ἔργον ἔσται πρὸς ἔργὸν ἀγαγεῖν καὶ πληρῶσαι τὸ τοιοῦτον τῆς βασιλείας μου θέλημα, ὡς θεάρεστόν τε καὶ δίκαιον· ἐπὶ τούτῳ γὰρ καὶ τὸ παρὸν πρόσταγμα τῆς βασιλείας μου ἀπελύθη, ὀφεῖλον ἀντιστραφῆναι τῷ τιμιωτάτῳ δικαιοφύλακι κὺρ· θεοδώρῳ διακόνῳ τῷ σκουταριώτῃ δι ἀσφάλειαν. Μηνὶ μαΐῳ, ἐνδικτιῶνος ιγ΄.