JGR III 5.8Imp. Michaelis Palaeologi rescriptum, quo Theodoro Scutariotae diacono dicaeophylacis dignitas confertur. (A. 1270.)
Ὁρισμὸς τοῦ βασιλέως τοῦ κομνηνοῦ πρὸς τὸν σκουταριώτην γεγονότα κυζίκου. ὁρισμὸς προσκυνητὸς τοῦ κραταιοῦ καὶ θεοστεφοῦς ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως, ὅτε με τῷ τοῦ δικαιοφύλακος ἐτίμησεν ἀξιώματι.
Abrir no leitor do IusCommune →0
pr.Μιμεῖται καὶ μωϋσῆν ἐκεῖνον ἡ βασιλεία μου τὸν δημαγωγὸν, καὶ πρὸς τὸν τῆς νομοθεσίας ἐκείνου ζῆλον ὡς ἐφικτὸν ἀπευθύνεται· ὡς γὰρ ἐκεῖνος τὸν δακτύλῳ θεοῦ γραφέντα νόμον ἐγχειρισθεὶς διὰ τοῦ ἀαρὼν, σεμνυνομένου τὸ τηνικαῦτα τῷ ἱερατικῷ ἀξιώματι, τῷ ἰσραηλιτικῷ λαῷ διεπόρθμευε, κατὰ ταῦτα καὶ ἡ βασιλεία μου τὸ παντὸς τιμώμενον τῆς βατ σιλείας χρῆμα λαβοῦσα παρὰ θεοῦ, ἣν ἔννομον ἀρχὴν οἱ πάλαι ὡρίσαντο, κἀντεῦθεν οὖσα νόμος ἔμψυχος ἀτεχνῶς, ὡς καὶ τὸ δόξαν ταύτῃ καθάπερ νόμον γραπτὸν καὶ λέγεσθαι καὶ πι· στεύεσθαι, τὸν ἐντιμότατον ἐν πατριαρχικοῖς ἄρχουσιν ἐπὶ τῶν δεήσεων κὺρ θεόδωρον διάκονον τὸν σκουταριώτην ἄνδρα εὑροῦσα κατὰ τὴν παλαμηφορουμένην θεῷ καρδίαν αὐτῆς, καὶ πρὸς ταῖς ἄλλαις λογικαῖς ἐπιστήμαις καὶ τοὺς λόγους ἀκριβῶς μελετήσαντα, καὶ τῷ ἱερῷ καὶ θείῳ καταλόγῳ ἐμπρέποντα, τῇ τοῦ δικαιοφύλακος ἀξίᾳ τιμᾷ· χρεὼν γὰρ τὸν ἔκ τε θείων καὶ ἀποστολικῶν κανόνων, ἔκ τε τῶν νόμων, οὓς σοφοὶ ἄνδρες ἐξέθεντο, γνῶσιν ἐς τὰ μάλιστα συλλεξάμενον καὶ τῷ δικαιοφυλακικῷ ἐνσεμνύνεσθαι ἀξιώματι. ὅθεν καὶ διορίζεται ἡ βασιλεία μου διὰ τῆς παρούσης αὐτῆς προστάξεως, διενεργεῖσθαι παρὰ τοῦ διαληφθέντος ἐντιμοτάτου ἐν πατριαρχικοῖς ἄρχουσιν ἐπὶ τῶν δεήσεων κὺρ θεοδώρου διακόνου τοῦ σκουταριώτου τὸ δικαιοφυλακικὸν ὀφφίκιον, μετὰ πάντων τῶν ἀπονενεμημένων αὐτῷ δικαίων καὶ καθὼς ἐνηργεῖτο καὶ παρὰ τῶν πάλαι κεκτημένων αὐτὸ, καὶ τῆς αὐτῆς ἐκείνης μετέχειν τοῦτον τιμῆς τε καὶ τάξεως, ἔν τε καθέδραις, στάσεσι καὶ πᾶσιν ἄλλοις, καὶ ἐν τῷ εὐαγεῖ κλήρῳ τῆς βασιλείας μου, πάσας τε τὰς ἀνέκαθεν προσαρμοσθείσας τῷ τοιούτῳ ὀφφικίῳ κρίσεις διεξάγειν καὶ περατοῦν. ἐπὶ τούτῳ γὰρ ἐγεγόνει καὶ ἡ παροῦσα τῆς βασιλείας μου πρόσταξις δι ἀσφάλειαν. Εἶχε τό· μηνὶ μαΐῳ ἰνδικτιῶνος ιγ΄ διὰ τῆς βασιλικῆς καὶ θείας χειρός.