IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.10Imp. Michaelis Palaeologi, ut videtur, rescriptum, quo montis Sinai praepositus hypertimus nominatur. (Α. 1271.)

Ὁρισμὸς τοῦ εὐσεβεστάτου βασιλέως ὃν ἐποίησε διὰ τὸ θεοβάδιστον ὄρος τὸ σίναιον.

Abrir no leitor do IusCommune →

0

pr.Εἰ δὲ καὶ ἀνδράσι, τοῖς περιδεξίοις εἰς ὑπηρεσίαν τῆς βασιλείας, ἀρχόντων καταστρατηγῆσαι ὀρεγομένοις, ἢ πόλεων διοικήσεις ἐγχειρισθῆναι ἢ λαοὺς ὁδηγῆσαι ἢ καὶ ἄλλ᾽ ἄττα τοιαῦτα πράττειν δεομένοις τῷ κράτει τῆς τῶν ῥωμαίων ἀρχῆς φαινόμενα χρήσιμα, τιμὴν ἐπιμετρεῖ τὴν προσήκουσαν, τῶν δ᾽ ὑπηκόων, ὅσοι εὐγνωμόνως εἰσηγούμενοι, δίκαιοι ἂν εἶεν τὰ τῆς ὑποθήκης τούτων βλέπειν τὸ πέρας ἐπιδεχόμενα· ἀνδράσι σεμνοῖς καὶ βίῳ καὶ τρόπῳ καὶ θεῷ πλησιάζουσιν, οὐχ ὅσα τῶν εἰς τὰ ἐκτὸς συντεινόντων, ἀλλὰ κρείττω καὶ εἰς ψυχὴν αὐτὴν παραπέμποντα τὴν ὠφέλειαν, μᾶλλον δὲ καὶ τοῦτο κἀκεῖνο περιποιούμενα τούτοις ἐκ τῆς ἄνωθεν δεξιᾶς προβαλλομένοις τοῖς αὐτοκράτορσι, πῶς οὐκ ἂν εἴη τῶν καθηκόντων ἐπικλινὲς ὠτίον βραβεύειν, καὶ εἰς τὸ τέλος ἄγειν ἅπερ αἰτήσαιντο; εἰ δὲ καὶ ἄλλως τῇ δεήσει τιμᾶται τὸ εὔλογον, οὐχ ὅπως διὰ τὴν τούτων παράκλησιν, ἀλλ᾽ ἤδη καὶ καθ᾽ αὑτὸ τὸ πρᾶγμα ἀξίως ἔχει γενέσθαι, τηνικαῦτα καὶ μᾶλλον ταῖς αἰτήσεσι τούτων ἐπινευτέον τοὺς ἄνακτας, καὶ παρεκτέον ἅπερ ἐθέλοιεν, ἵν εἶεν οὐ μόνον αὐτοῖς, ἀλλὰ καὶ τῷ δικαίῳ κατὰ τὸ εἰκὸς χαριζόμενοι.

1

pr.Τοῦτο καὶ ἄρτι τῇ βασιλείᾳ μου πάρεστιν ἰδεῖν ἐκτελούμενον, δωρουμένῃ τοῖς ἐν τῷ ὄρει σινᾷ τιμὴν τὴν ὑπέρτιμον· τοῦτο μὲν δι ἱκετείαν, ἣν ἐποιήσατο πρός με ὁ πτολεμαΐδος μητροπολίτης, ὁ ἱερώτατος καὶ ὑπέρτιμος· οὐ γὰρ ἔκρινα ὅλως ἄξιον μὴ πειθηνίους τούτῳ δοῦναι τὰς ἀκοὰς, εὔλογα αἰτουμένῳ καὶ ἃ μὴ τετελεσμένα τῷ δικαίῳ τὴν ζημίαν προεξένησε· τοῦτο δὲ καὶ [διὰ] τὸ ἄλλως ἡγεῖσθαι τὸ τοιοῦτον ὄρος αἰδέσιμον, καὶ τιμῆς ἁπάσης ἐπαπολαύειν δίκαιον ὂν, καὶ νομίζειν μᾶλλον τιμᾶσθαι τὴν βασιλείαν μου ἐκ τῆς πρὸς τοῦτο τιμῆς, ἐπεὶ καὶ δοξάζειν οἶδε θεὸς τοὺς τοῦτον δοξάζοντας. ὄρος γὰρ τοῦτο ὑπερηρμένον τῶν καθ᾽ ἡμᾶς, ὄρος θεῖον, κατὰ τὸν ἀββακούμ, δασὺ καὶ κατάσκιον ταῖς τῶν ἀρετῶν ἐργασίαις καὶ ἀρεταῖς παντοίαις κατάκοσμον· εἰ δὲ καὶ ἁγιάσματος τόπον καλέσαι τὶς βούλεται καὶ οἶκον τοῦ θείου ἰακώβ, προσφυὲς μὲν τὸ πρᾶγμα καὶ τῆς ἀληθείας ἄκρως ἐχόμενον. κἄν τις θεωρείη τρανώτερον, πλήρης ὁ θεῖος οἶκος οὗτος δόξης πολλῆς· πλὴν ἔσται κὰν τοῖς ἐσχάτοις τούτοις καιροῖς μέρος δόξης ἀπονενεμημένον τούτῳ παρὰ τῆς βασιλείας μου· οὕτω καὶ ἣν εἶχε πάλαι ἴδοι τὶς ἂν ἐπὶ τὸ μεῖζον κατὰ τὸν προφήτην προκόπτουσαν. ταῦτα τὸ παρὸν τῆς βασιλείας μου πρόσταγμα βούλεται· τιμᾷ γὰρ ἡ βασιλεία μου marg. ὀρεγομένων) ἢ – προσήκουσαν (in marg, τῶν δ᾽ ὑπηκόων) ὅσοι κτλ. Editores nimis audacter sic legendum esse censuerunt: Εἰ δὲ καὶ ἀνδράσι τῶν περιδεξίως εἰς ὑπηρεσίαν τῆς βασ. ἐχόντων, κᾆτα στρατηγῆσαι ἢ πόλεων τιμὴν ἐπιμετρεῖν τὴν προσήκουσαν ὅσοι εὐγν. εἰσηγοῦνται κτλ. τον κατα καιροὺς τῶν ἐν τῷ σινᾷ προστησόμενον τῶν ὑπερτίμῶν τῷ ἀξιώματι, καὶ διορίζεται συναριθμεῖσθαι τρίτον τοῖς οὕτω τετιμημένοις ἐν ἅπασι, καὶ συντιμᾶσθαι ἐν ταῖς προόδοις, καθέδραις, στάσεσί τε καὶ συνελεύσεσιν· ἀμφιέννυσθαι δὲ καὶ ἄμφια, ὁποῖα καὶ τῶν ἀρχιερέων ὁπόσοι τὴν τοιαύτην τιμὴν ἐκ τῶν ἕκαθεν χρόνων καὶ νῦν ἀπέλαβον, τἄλλα τε πάντα, ὅσα τούτοις καὶ τούτῳ προσέσται, κατὰ μηδὲν ἐλαττούμενα. ἐπὶ τούτῳ γὰρ ἐγεγόνει καὶ ὁ παρὼν ὁρισμὸς τῆς βασιλείας μου κατὰ μῆνα ἰούλιον ἰνδικτιῶνος ιδ΄. εἶχε δὲ καὶ διὰ ἐρυθρῶν γραμμάτων τῆς θείας καὶ βασιλικῆς χειρός.