JGR III 5.11Imp. Michaelis Palaeologi aurea bulla de possessionibus monasterii Macrinitissae. (Α. 1272.)
Χρυσόβουλλος λόγος ὁ πρῶτος, τῆς βασιλικῆς δείγμα φιλοτιμίας.
Abrir no leitor do IusCommune →0
pr.Ἡ ἐκ θεοῦ δὲ ἡμετέρα βασιλεία περὶ τὰς αἰτήσεις ἀεὶ τῶν ὑπηκόων εὐμενέστερον βλέπουσα, οὐδὲ τοῖς εὖ ἔχουσι γένους τὴν ἱκεσίαν ἔχει παραβλέπειν ἀτέλεστον, καὶ μᾶλλον ὅσοι τῆς περὶ τὴν ἡμετέραν βασιλείαν εὐνοίας ἅμα καὶ πίστεως ἤρτηνται, ὃ δῆτα καὶ περὶ πλείστου γίνεται βασιλεῖ καὶ βασιλέως εὐμένειαν ἐφελκύσασθαι. εἰ δέ γε καὶ θεοφιλὴς αὐτοῖς ὁ σκοπὸς καὶ τὰ τῆς ἱκεσίας τούτοις πρὸς θείαν μονὴν ἀποτείνεται, ἐν ᾗ θείων καὶ ἱερῶν ἀνδρῶν ἐμπολιτεύεται σύλλογος, ἐργάται παντὸς τοῦ ἀγαθοῦ καὶ διὰ βίου τὴν τραχείαν τῆς ἀρετῆς φιλοπόνως αὔλακα τέμνοντες, πῶς οὐκ ἂν παρευθὺς καὶ τὰς τῆς ἡμετέρας βασιλείας πειθηνίας λάβοιεν ἀκοὰς, ὑπηνίκα δ᾽ ἑνὸς τούτου τρόπου καὶ τοῖς ἀγαθοῖς τῶν ὑπὸ χεῖρα παρεχόμεθα χάριν καὶ διὰ τούτων καὶ θεὸν θεραπεύομεν;
1
pr.Ἐπεὶ τοίνυν καὶ ὁ οἰκεῖος τῇ βασιλείᾳ μου κομνηνός κῦρος νικόλαος ὁ μαλιασηνὸς παρεκλήτευσε τὴν βασιλείαν μου, ὡς ἂν ἀπολυθείη τούτῳ χρυσόβουλλος λόγος αὐτῆς ἐπὶ τοῖς κτήμασι τῆς γονικόθεν διαφερούσης αὐτῷ σεβασμίας πατριαρχικῆς μονῆς τῆς ἐπικεκλημένης τῆς μακρινιτίσσης, τῆς ἐπ᾿ ὀνόματι τιμωμένης τῆς ὑπεράγνου μου θεομήτορος τῆς ὀξείας ἐπισκέψεως καὶ περὶ τὸ ὄρος τοῦ δρόγγου διακειμένης, ἃ καὶ εἰσὶ ταῦτα ἤγουν εἴ τι κέκτηται ἡ τοιαύτη μονὴ ἐν τῇ χώρᾳ τῆς δημητριάδος διά τε ἀμπελώνων, χωραφίων, γῆς ὀρεινῆς καὶ πεδινῆς, μυλικῶν ἐργαστηρίων καὶ τῶν προσκαθημένων ἐν αὐτοῖς ἀνθρώπων· καὶ τὸν ἅγιον ὀνούφριον· ἐρημοτόπιον τὸ ἐπιλεγόμενον τῆς καλίτζας· χωρίον ἡ κρυποῦς μετὰ πάντων τῶν δικαίων καὶ προνομίων αὐτοῦ καὶ τῶν δύο μονοξύλων αὐτοῦ καὶ τῶν ἁλιέων, χωραφίων, ἀμπελίων καὶ τῆς νεμομένης παρὰ τῆς τοιαύτης μονῆς γῆς ὀρεινῆς καὶ πεδινῆς ἕως τῆς ἀειδαροράχης· χωρίον ἡ καπραίνα μετὰ πάντων τῶν δικαίων καὶ προνομίων αὐτοῦ· μετόχιον ὁ ἅγιος δημήτριος τὸ διακείμενον πλησίον τῆς μεγάλης μετὰ τῶν προσκαθημένων ἐν αὐτῷ ἀνθρώπων καὶ ἀροσίμου ἁπάσης γῆς αὐτοῦ· μετόχιον τὸ ἐπονομαζόμενον τοῦ κυροῦ ἱλαρίωνος τὸ διακείμενον ἐν τῇ χώρᾳ τοῦ ἀλμυροῦ μετὰ τῶν ἀμπελώνων καὶ πάντων τῶν δικαίων καὶ προνομίων αὐτοῦ· τὰ περιελθόντα τῇ τοιαύτῃ μονῇ ἐξ ἀγορασίας ἀμπέλια ἐν τῷ τόπῳ τοῦ μορίβορι· τὰ ἀπὸ προσενέξεώς τινων φιλοχρίστων ἀνδρῶν περιελθόντα τῇ τοιαύτῃ μονῇ ἀμπέλια ἐν τῷ τοιούτῳ τόπῳ τοῦ ἀλμυροῦ· τὸ ἐν τῷ ὄρει τῆς ζαγορᾶς ἀγρίδιον τῆς κυρακαλῆς μετὰ τῶν ἐκεῖσε προσκαθημένων καὶ πάντων τῶν δικαίων αὐτοῦ· μετόχιον τὸ ἐπιλεγόμενον ἡ ῥάσουσα· πρὸς τούτοις δὲ καὶ ἡ ἐκεῖσε ἀπεῤῥιμένη μονὴ τοῦ τιμίου προδρόμου· ἃ δὴ κτήματα ἔκπαλαι καὶ μέχρι τῆς σήμερον εὑρίσκεται ἡ τοιαύτη μονὴ νεμομένη τε καὶ κατέχουσα·
2
pr.Ἡ βασιλεία μου εὐμενῶς τὴν τούτου προσήκαμένη παράκλησιν, τὸν παρόντα χρυσόβουλλον λόγον αὐτῆς ἐπορέγει τῇ τοιαύτῃ μονῇ, δι οὗ καὶ διορίζεται, ἵνα τὰ δηλωθέντα τῆς τοιαύτης μονῆς κτήματα, – ἤγουν εἴ τι κέκτηται ἡ τοιαύτη μονὴ ἐν τῇ χώρᾳ τῆς δημητριάδος διά τε ἀμπελώνων, χωραφίων, γῆς ὀρεινῆς καὶ πεδινῆς, μυλικῶν ἐργαστηρίων καὶ τῶν προσ καθημένων ἐν αὐτοῖς ἀνθρώπων· καὶ τὸν ἅγιον ὀνούφριον· ἐρημοτόπιον τὸ ἐπιλεγόμενον τῆς καλίτζας· χωρίον τὴν κρυποῦς μετὰ πάντων τῶν δικαίων καὶ προνομίων αὐτοῦ καὶ τῶν δύο μονοξύλων αὐτοῦ καὶ τῶν ἁλιέων, χωραφίων, ἀμπελίων καὶ τῆς νεμομένης παρὰ τῆς τοιαύτης μονῆς γῆς ὀρεινῆς καὶ πεδινῆς ἕως τῆς ἀειδαροράχης· χωρίον τὴν καπραίναν μετὰ πάντων τῶν δικαίων καὶ προνομίων αὐτοῦ· μετόχιον τὸν ἅγιον δημήτριον τὸ διακείμενον πλησίον τῆς μεγάλης μετὰ τῶν προσκαθημένων ἐν αὐτῷ ἀνθρώπων καὶ ἀροσίμου ἁπάσης γῆς αὐτοῦ· μετόχιον τὸ ἐπονομαζόμενον τοῦ κυροῦ ἱλαρίωνος τὸ διακείμενον ἐν τῇ χώρᾳ τοῦ ἀλμυροῦ μετὰ τῶν ἀμπελώνων καὶ πάντων τῶν δικαίων καὶ προνομίων αὐτοῦ· τὰ περιελθόντα τῇ τοιαύτῃ μονῇ ἐξ ἀγορασίας ἀμπέλια ἐν τῷ τόπῳ τοῦ μορίβορι· τὰ ἀπὸ προσενέξεώς τινων φιλοχρίστων ἀνδρῶν περιελθόντα τῇ τοιαύτῃ μονῇ ἀμπέλια ἐν τῷ τοιούτῳ τόπῳ τοῦ ἀλμυροῦ· τὸ ἐν τῷ ὄρει τῆς ζαγορᾶς ἀγρίδιον τῆς κυρακαλῆς μετὰ τῶν ἐκεῖσε προσκαθημένων καὶ πάντων τῶν δικαίων αὐτοῦ· μετόχιον τὸ ἐπιλεγόμενον τὴν ῥάσουσαν· πρὸς τούτοις δὲ καὶ τὴν ἐκεῖσε ἀπεῤῥιμένην μονὴν τοῦ τιμίου προδρόμου· τὰ τοιαῦτα πάντα, ἅπερ ἔκπαλαι καὶ μέχρι τῆς σήμερον εὑτ ρίσκεται ἡ τοιαύτη μονὴ νεμομένη τε καὶ κατέχουσα, κατέχῃ καὶ νέμηται ταῦτα ἡ τοιαύτη μονὴ καὶ εἰς τὸ ἑξῆς ἀναφαιρέτως, ἀναποσπάστως, ἀνενοχλήτως τε καὶ ἀδιασείστως κατὰ τὴν περίληψιν τῶν προσόντων αὐτῇ ἐπὶ τούτοις δικαιωμάτων, καὶ ἀνώτερα πάσης καὶ παντοίας δημοσιακῆς ἐπηρείας καὶ συζητήσεως, ἄνευ μέντοιγε τῶν δύο τούτων κεφαλαίων, τῆς τε καστροκτισίας καὶ κατεργοκτισίας· ταῦτα γὰρ ὡς κοινωφελῆ καὶ παρὰ τῶν τοιούτων τῆς μονῆς κτημάτων ἀπαιτηθήσονται. Τῇ ἐμφανείᾳ τοίνυν τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου καθέξει τὰ τοιαῦτα κτήματα ἡ τοιαύτη μονὴ καὶ εἰς τὸ ἑξῆς ἀναφαίρετα, ἀναπόσπαστα, ἀνενόχλητα, ἀδιάσειστα καὶ ἀνεπηρέαστα χωρὶς τῶν διαληφθέντων δύο κεφαλαίων, και θὼς ἔκπαλαι καὶ μέχρι τῆς σήμερον εὑρίσκεται ταῦτα νεμομένη τε καὶ κατέχουσα μετὰ τῶν δικαίων αὐτῶν· ἐπὶ τούτῳ γὰρ ἐγεγόνει τῇ διαληφθείσῃ σεβασμίᾳ πατριαρχικῇ μονῇ, τῇ ἐπικεκλημένῃ τῆς μακρινιτίσσης καὶ ἐπ᾿ ὀνόματι τιμωμένῃ τῆς ὑπεράγνου μου θεομήτορος τῆς ὀξείας ἐπισκέψεως καὶ περὶ τὸ ὄρος τοῦ δρόγγου διακειμένῃ, τῇ γονικόθεν διαφερούσῃ τῷ οἰκείῳ τῆς βασιλείας μου κομνηνῷ κυρῷ νικολάῳ τῷ μαλιασηνῷ, καὶ ὁ παρὼν χρυσόβουλλος λόγος τῆς βασιλείας μου, ἀπολυθεὶς κατὰ μῆνα μάϊον τῆς νῦν τρεχούσης ιε ἰνδ. τοῦ ςψπ'΄ ἔτους, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς [καὶ] θεοπρόβλητον ὑπεσημήνατο κράτος.