IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.12Imp. Michaelis Palaeologi rescriptum, quo Theodorus Scutariota metropolita Cyzici hypertimi dignitate condecoratur. (Inter 1275 - 1282.)

Πρόσταγμα πρὸς τὸν κυζίκου μητροπολίτην.

Abrir no leitor do IusCommune →

0

pr.Ἡ βασιλεία μου πρὸς τὴν πρῴην εὔκλειαν πρὸς τὰς χρυσᾶς ἐκείνας ἔννας καὶ εὐημερίας τάς τε πόλεις καὶ χώρας καὶ τὰς τοῦ θεοῦ ἐκκλησίας ἐπαναγαγεῖν ἐθέλουσα καὶ ἀναβιοῦν τὰ τῷ μακρῷ χρόνῳ γηράσαντα, καὶ εἰς ζῆλον τῶν προβεβασιλευκότων τῆς ῥωμανίας ἀγαθῶν βασιλέων καὶ μεγαλουργῶν ἀνατρέχουσα, καὶ τὰ ἐκείνων ἔργα μεγαλουργὰ ἅμα δὲ καὶ θεῖα καὶ ἔνσεμνα ἐπειγομένη ἀνανεοῦν, καὶ τὰ ἀπονενεμημένα ἀνέκαθεν τοῖς ἀρχιερεῦσι τῆς λαμπρᾶς τῆς κυζίκου πόλεως ἐπίσημα τῷ ἱερωτάτῳ μητροπολίτῃ κυζίκου ἐχαρίσατο, τὸ κεκτῆσθαι τοῦτον δηλονότι τὸ ἐμπρέπον ὑπέρτιμον τοῖς θεσπεσίοις ἀρχιερεῦσί τε καὶ [μητροπολίταις] ἀξίωμα, καὶ τὸ σάκκον καὶ πολυσταύριον ἐν ταῖς θείαις μυσταγωγίαις τοῦτον ἀμπίσχεσθαι, καὶ λαμπαδοῦχον προτρέχειν αὐτοῦ ἀνὰ πᾶσαν τὴν αὐτῆς ἐνορίαν. ἐφ᾿ ᾧ καὶ διορίζεται ἡ βασιλεία μου, ὑπέρτιμον λέγεσθαι καὶ ὀνομάζεσθαι τὸν διαληφθέντα μητροπολίτην κυζίκου, καὶ πᾶν τὸ ἀνέκαθεν προσαρμόσαν τῷ τοιούτῳ ἀξιώματι σέμνωμα ἔχειν κατὰ τὴν ἐπὶ τούτῳ συνήθειαν· ἐνδιδύσκεσθαι δὲ τοῦτον καὶ σάκκον καὶ πολυσταύριον ἐν ταῖς θείαις καὶ ἱεραῖς μυσταγωγίαις, καὶ λαμπάδα φαίνουσαν ἔμπροσθεν τούτου προάγεσθαι [ἀνὰ] πᾶσαν τὴν ἐνορίαν. φῶς γὰρ εἶναι τοῦ κόσμου τοὺς μαθητὰς αὐτοῦ, χριστὸς ἀπεφήνατο· φαίνει δὲ καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ, ὁ ἠγαπημένος αὐτῷ φησι μαθητής. κατὰ τοὺς κυριακοὺς οὖν μαθητὰς καὶ τοὺς ὑπὸ τὴν ὑπήκοον τῆς βασιλείας μου πᾶσαν γῆν ἀρχιερεῖς πεφωτισμένους εἶναι θέλουσα, καὶ ἐν τῷ σκότει τοῦ βίου τούτου παμφαέστατα διὰ τῆς ἀρετῆς αὐτῶν φαίνειν βουλομένη (ὡς ἀπὸ μιᾶς γάρ τινος οὐρανομήκους κλίμακος τῶν ὑπηρετῶν τοῦ λόγου καὶ μαθητῶν τὸ Cf. Nov. VIII not. μέγα τῆς ἀρχιερωσύνης χρῆμα καὶ πρᾶγμα καὶ ἐς αὐτοὺς καταβέβηκεν), εἰκότως καὶ φῶς τοῦ ἱερωτάτου αὐτοῦ μητροπολίτου κυζίκου προπορεύεσθαι κέκρικε, καὶ τὰ ἄλλα δὲ ἐπίσημα αὐτῷ ἐδωρήσατο διὰ τῆς παρούσης αὐτῆς προστάξεως· ἥτις καὶ γεγονυῖα ἐπεδόθη αὐτῷ, ὀφείλουσα ἐπιγνωσθῆναι καὶ τοῖς τοῦ ἱεροῦ χαρτοφύλακος χαρτίοις τῆς ἁγιωτάτης τοῦ θεοῦ μεγάλης ἐκκλησίας. Εἶχε τό· μηνὶ καὶ ἰνδικτιῶνος, δι ' ἐρυθρῶν γραμμάτων τῆς βασιλικῆς χειρός.