JGR III 5.50Imp. Joannis Cantacuzeni de metropoli Cygebi '. (A. 1347.)
Abrir no leitor do IusCommune →0
pr.Ἐπεὶ αἱ κατὰ τὸν τόπον τῆς μικρᾶς ῥωσίας τὸν ἐπικεκλημένον βολούνιον εὑρισκόμεναι ἁγιώταται ἐκκλησίαι, ἥ τε γάλλιτζα, τὸ βολοδίμηρον, τὸ χόλμιν, τὸ περέμισθλιν, τὸ λουτζικὸν καὶ τὸ τούροβον, ὑπέκειντο ἀφότου τὸ τῶν ῥώσων ἔθνος χριστοῦ χάριτι τὴν θεογνωσίαν ἐδέξατο εἰς τὴν ἁγιωτάτην μητρόπολιν κυγέβου, ἣν διέπει ἀρτίως ὁ κατ ' αὐτὴν ἱερώτατος μητροπολίτης, ὑπέρτιμος καὶ ἔξαρχος πάσης ῥωσίας, κῦρις θεόγνωστος, ὡς καὶ αἱ τῆς μεγάλης ῥωσίας ἁγιώταται ἐπισκοπαί· κατὰ τὸν πρὸ ὀλίγου δὲ γεγονότα καιρὸν τῆς συγχύσεως, σύνδρομον τὸν τοιοῦτον εὑρόντες καιρὸν, οἵ τε τὰ τῆς βασιλείας πράγματα διοικοῦντες, ἀλλὰ δὴ καὶ ὁ τῆς ἐκκλησίας παρὰ τὸ εἰκὸς προϊστάμενος, μηδὲν ἕτερον σπου δάζοντες ἢ τὸ τὰς οἰκείας ὀρέξεις πληροῦν, καὶ διὰ ταύτας τὴν τῶν κοινῶν καὶ ἐκκλησιαστικῶν πραγμάτων κατάστασιν εἰς ἀταξίαν μετασκευάσαντες καὶ πάντα σχεδὸν ἀνατρέψαντες καὶ συγχέαντες καὶ ταῖς τῶν χριστιανῶν ψυχαῖς τε καὶ σώμασι πᾶσαν καὶ παντοίαν βλάβην προξενήσαντες καὶ ζημίαν, καινοτομίαν καν τούτῳ ποιούμενοι ἀπέσπασαν ἀπὸ ταύτης δὴ τῆς ἁγιωτάτης μητροπόλεως κυγέβου τὰς ῥηθείσας τῆς μικρᾶς ῥωσίας ἐπισκοπὰς καὶ ὑπὸ τὸν ἀρχιερέα γαλίτζης ὑποκεῖσθαι, προβιβάσαντες αὐτὸν ἀπὸ ἐπισκόπου εἰς μητροπολίτην· ὃ δὴ καὶ γέγονε μὲν εἰς κατάλυσιν τῶν ἐκ παλαιοῦ νενομισμένων ἐθίμων εἰς τὴν τοιαύτην χώραν τῆς πάσης ῥωσίας, ἔδοξε δὲ βαρύ καὶ ἐπαχθὲς καὶ εἰς τοὺς ἐν αὐτῇ πάντας χριστιανοὺς, μὴ ἀνασχομένους ὑπὸ δυσὶ μητροπολίταις ποιμαίνεσθαι, ἀλλὰ βουλομένους ἀσάλευτον καὶ ἀμετακίνητον μένειν τὴν ἣν εἶχον ἐκ παλαιοῦ συνήθειαν ὡς δεδήλωται, καὶ πάντα τρόπον κενοῦντας εἰς τὴν τῆς τοιαύτης καινοτομίας κατάλυσιν· καθὼς καὶ ἐν ἄλλοις καιροῖς ἐπεχειρήθη μὲν ἡ τοιαύτη καινοτομία γενέσθαι, κατελύθη δὲ καὶ ἀνετράπη ἅμα τῷ γεγονέναι, μὴ ἀνασχομένων ὡς εἴρηται τῶν ἐκεῖσε χριστιανῶν τὸ τοιοῦτον αὐτῶν ἔτος ἀθε τηθῆναι· ἀνηνέχθη δὲ τὰ περὶ τούτου ἀρτίως εἰς τὴν βασιλείαν μου παρὰ τοῦ εὐγενεστάτου μεγάλου ῥηγὸς ῥωσίας καὶ περιποθήτου ἀνεψιοῦ τῆς βασιλείας μου κυροῦ συμεὼν, καὶ ἐζητήθη μετὰ παρακλήσεως αὐτοῦ τε καὶ τῶν ἄλλων ἐκεῖσε ῥηγῶν, ὥστε ἀποκαταστῆναι καὶ αὖθις διὰ χρυσοβούλλου τῆς βασιλείας μου τὰς τοιαύτας ἐπισκοπὰς ὑπὸ τὴν ῥηθεῖσαν ἁγιωτάτην μητρόπολιν κυγέβου ὡς καὶ τὸ πρότερον·
1
pr.Ἡ βασιλεία μου, τὴν ταύτην αὐτοῦ ζήτησιν δικαίαν καὶ εὔλογον κρίνουσα διά τε τὸ ῥηθὲν καὶ ἄνωθεν μέχρι νῦν κρατῆσαν ἐκκλησιαστικὸν ἔθος, ἔτι δὲ καὶ διὰ τὸ περιὸν τῆς ἀρετῆς τε καὶ θεαρέστου πολιτείας αὐτοῦ δὴ τοῦ διαληφθέντος ἱερωτάτου μητροπολίτου κυγέβου, ὑπερτίμου καὶ ἐξάρχου πάσης ῥωσίας, τὸν παρόντα χρυσόβουλλον λόγον ἀπολύουσα εὐδοκεῖ καὶ προστάσσει καὶ διορίζεται, ὑποκεῖσθαι καὶ αὖθις τῇ ῥηθείσῃ ἁγιωτάτῃ μητροπόλει κυγέβου τὰς κατὰ τὴν εἰρημένην μικρὰν ῥωσίαν ἁγιωτάτας ἐπισκοπὰς, τήν τε γάλλιτζαν, τὸ βολοδίμηρον, τὸ χόλμιν, τὸ περεμίσθλιν, τὸ λουτζικὸν καὶ τὸ τούροβον, αἵτινες παρὰ τὸ εἰκὸς τῷ γαλλίτζης ἐδόθησαν ὡς δεδήλωται κατὰ τὸν ῥηθέντα καιρὸν τῆς συγχύσεως, καὶ τὸν ἐν αὐτῇ τῇ ἁγιωτάτῃ μητροπόλει κυγέβου ἀρχιερατικῶς διαπρέποντα ποιεῖν ἐν αὐταῖς, ὅσα καὶ οἱ θεῖοι καὶ ἱεροὶ κανόνες τοὺς μητροπολίτας ἐν ταῖς ὑπ᾿ αὐτοὺς ἐπισκοπαῖς ποιεῖν ἐγκελεύονται, καὶ ὅσα δὴ καὶ πρότερον ἐν αὐταῖς οἱ προγεγονότες μητροπολῖται καὶ αὐτὸς οὗτος ὁ διαληφθεὶς ἱερώτατος μητροπολίτης κυγέβου ἐτέλει, χειροτονῶν καὶ ἐγκαθιστῶν ἐν αὐταῖς ἐπισκόπους καὶ τὰ κατ᾿ αὐτοὺς ἀνακρίνων, καὶ ἐξετάζων ἐπί τισιν ἐκκλησιαστικοῖς εἰ δέοι ζητήμασι, καὶ τἄλλα ποιῶν ὅσα τοῖς θείοις καὶ ἱεροῖς κανόσι νενόμισται· ὀφειλόντων καὶ τῶν κατὰ τὰς τοιαύτας ἁγιωτάτας ἐπισκοπὰς θεοφιλεστάτων ἐπισκόπων ἔχειν εἰς αὐτὸν δὴ τὸν ἱερώτατον μητροπολίτην κυγέβου, ὑπέρτιμον καὶ ἔξαρχον πάσης ῥωσίας, κῦρον θεόγνωστον, καὶ τοὺς μετ᾿ αὐτὸν κατὰ καιροὺς ἐν αὐτῇ ἀρχιερατικῶς διαπρέψοντας τὴν προσήκουσαν εὐπείθειαν ὅσα καὶ εἰς πρῶτον ἀρχιερέα τούτων, καὶ ὑπακούειν αὐτῷ ἐφ᾽ οἷς ἂν· ἔχοι λέγειν καὶ εἰσηγεῖσθαι αὐτοῖς ἀφορῶσιν εἰς καταρτισμὸν τῶν ἐκεῖσε χριστιανῶν καὶ εἰς ἑτέραν ἐκκλησιαστικὴν καὶ κανονικὴν πολιτείαν καὶ κατάστασιν. ὅθεν καὶ τῇ ἰσχύϊ καὶ δυνάμει τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου ὑποκείσονται μὲν καὶ εἰς τὸ ἑξῆς αὗται δὴ αἱ ῥηθεῖσαι ἁγιώταται ἐπισκοπαὶ τῆς μικρᾶς ῥωσίας τῇ διαληφθείσῃ ἁγιωτάτη μητροπόλει κυγέβου καὶ τῷ ταύτην ἀρχιερατικῶς διέποντι κατὰ τὸ παρὸν ἱερωτάτῳ μητροπολίτῃ, ὑπερτίμῳ καὶ ἐξάρχῳ πάσης ῥωσίας, κυρῷ θεογνώστῳ, καὶ ὑπ᾿ αὐτοῦ τὰ κατ᾿ αὐτὰς ἐκκλησιαστικὰ ζητήματα ὡς ἀνωτέρω δεδήλωται ἀνακριθήσονταί τε καὶ ἐξετασθήσονται καὶ τῆς προσηκούσης διορθώ σεως ἐπιτεύξονται, καὶ τὰ ἐν αὐταῖς ὀφειλόμενα πάντα καὶ νενομισμένα τελεῖσθαι διαπραχθήσονται· μετ᾿ αὐτὸν δὲ καὶ τοῖς κατὰ καιροὺς ἐν αὐτῇ ἀρχιερατικῶς διαπρέψουσι· καὶ ἡ τοιαύτη κατάστασις ἐσαεὶ διατηρηθήσεται, ὡς καὶ ἦν ἐξ ἔθους ἐκ παλαιοῦ, καθάπερ δεδήλωται, τὰς κατ᾿ αὐτοὺς ἁγιωτάτας ἐπισκοπὰς ὑφ᾽ ἕνα μητροπολίτην εὑρίσκεσθαι. ἐπὶ τούτῳ γὰρ καὶ ὁ παρὼν χρυσόβουλλος λόγος τῆς βασιλείας μου ἐγένετο καὶ ἐπεχορηγήθη τῷ μέρει τῆς ῥηθείσης ἁγιωτάτης μητροπόλεως κυγέβου εἰς τὴν περὶ τούτου ἀσφάλειαν, ἀπολυθεὶς κατὰ μῆνα αὔγουστον τῆς νῦν τρεχούσης ιε ἰνδ. τοῦ ςωνέ ἔτους, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος.