IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.49Imp. Joannis Cantacuzeni confirmans tomum excommunicationis Patriarchae Joannis Calecae '. (Α. 1347.),

Πρόσταγμα.

Abrir no leitor do IusCommune →

0

pr.Εὐνούστατοι καὶ πιστότατοι τῇ βασιλείᾳ μου οἰκήτορες ἅπαντες τῆς θεοδοξάστου, θεοφυλάκτου καὶ θεομεγαλύντου κωνσταντινουπόλεως, οἵ τε κληρικοί, μονάζοντες, καὶ ὅσοι τῆς πολιτείας, καὶ ὁ κοινὸς ἅπας λαός! Τὰ κινηθέντα παρὰ τοῦ βαρλαὰμ ἐκείνου κατὰ τῆς εὐσεβείας, καὶ ὅπως ἐξηλέγ χθησαν παρὰ τοῦ ὁσιωτάτου ἐν ἱερομονάχοις κυροῦ γρηγορίου τοῦ παλαμᾶ, καὶ κατεδικάσθη συνοδικῶς παρούσης καὶ τῆς βασιλείας μου, καὶ ὡς ὁ ἀκίνδυνος μετὰ μικρὸν τὰ ἐκείνου φρονῶν ἐξελεγχθεὶς συνοδικῶς καὶ αὐτὸς προκαθημένης ἐν τῇ συνόδῳ τηνικαῦτα καὶ τῆς βασιλείας μου τῇ αὐτῇ καταδίκη δι καίως ὑπεβλήθη, καὶ τόμος συνοδικὸς ἐπὶ τούτοις προέβη, συμπεριληπτικῶς ἀποτέμνων τῆς τοῦ χριστοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καὶ παντὸς τοῦ τῶν ὀρθοδόξων πληρώματος, εἴ τίς τι τῶν ὑπὸ τοῦ βαρλαάμ κατὰ τῶν μοναχῶν, τοῦ τε δηλονότι κυροῦ γρηγορίου τοῦ παλαμᾶ καὶ τῶν σὺν αὐτῷ, λαληθέντων ἢ συγγραφέντων φανείη πάλιν τῶν αὐτῶν κατηγορῶν, οὐδένα τῶν ἁπάντων ἀγνοεῖν οἶμαι. ἀλλὰ μετὰ μικρὸν ὑπὸ πονηρᾶς καὶ φιλάρχου γνώμης κατὰ τῆς βασιλείας μου πλασαμένων τινῶν ἃ καὶ ὑμεῖς ἴστε, κἀντεῦθεν χαλεπῆς συγχύσεως καταλαβούσης τὴν τῶν ῥωμαίων ἀρχὴν, ὁ ἀκίνδυνος ὡς ἑρμαίῳ τῇ τοιαύτῃ τοῦ καιροῦ μοχθηρίᾳ χρησάμενος, καὶ πολλοὺς ἀπατήσας καὶ προσεταιρισάμενος, μεθ᾽ ὧν καὶ τὸν χρηματίσαντα πατριάρχην, στάσιν ἤγειρε κατὰ τῆς ἐκκλησίας δεινὴν τῆς κατὰ τὴν πολιτείαν μηδὲν ἀποδέουσαν, ἐπεκδικῶν μὲν τὰς τοῦ βαρλαὰμ ἐκείνας κακοδοξίας, τὸ ὄνομα δὲ μόνον ἐκείνου καὶ αὐτὸς πρὸς ἀπάτην ἀποκηρύττων, εἰ καὶ τῶν συνετῶς ἀκουόντων οὐδένα διέλαθεν. ἐπεὶ δὲ βεβαιωτὴς καὶ προστάτης ἀκινδύνου καὶ τῶν κατ᾿ αὐτὸν ὁ χρηματίσας πατριάρχὴς γενόμενος αὐτόν τε τὸν ἀκίνδυνον χειροτονίας ἠξίωσε καί τινας τῶν ὁμοφρονούντων αὐτῷ εἰς τὰς ἐκκλησιαστικὰς προῆγεν ἀρχὰς, ἅμα καὶ πρὸς τὴν ὑψηλοτάτην δέσποιναν τῶν ῥωμαίων καὶ ἐρασμιωτάτην ἀδελφὴν τῆς βασιλείας μου ἐπὶ τοῖς τοιούτοις δόγμασι παῤῥησιαζόμενος καὶ κατὰ τῶν δικαιωθέντων ἐπ᾿ εὐσεβείᾳ μοναχῶν αὖθις χωρῶν, καταλαβοῦσα ἐντεῦθεν αὕτη τὰς ὑπὲρ εὐσεβείας συνοδικὰς ἐκείνας διαγνώσεις καὶ ἀποφάσεις ἀκυρουμένας, καὶ τὸν ἐπ᾿ αὐταῖς συνοδικὸν τόμον τελείως ὑπ᾿ αὐτοῦ ἀθετούμενον καὶ καταλυόμενον, πολλάκις πρότερον μετὰ τῶν ἱερωτάτων ἀρχιερέων τὰ περὶ τούτων ἐξετάσασα, εἶτα καὶ σύνοδον συγκροτεῖ, καθ᾽ ἣν ἐξετάσεως καὶ διαγνώσεως ἀκριβοῦς γενομένης καθαιρέσει κοινῆ πάντες τοῦτον καθυποβάλλουσι, κἂν᾽ εἰ μὴ μεταμεληθείη καὶ τὸν ἀκίνδυνον καὶ τοὺς κατ᾿ αὐτὸν ἀποβάλλοιτο, καὶ τῆς μοίρας τῶν ὀρθοδόξων ἐκτέμνουσι. τούτου δὲ τοῦ θεαρέστου τελεσθέντος ἔργου (ἐπαινετὸν γὰρ κατὰ τὸν εἰπόντα καὶ ἡ τῆς κακίας κόλασις), λύει τὴν ἐμφύλιον στάσιν ὁ κύριος καὶ βραβεύει τὴν εἰρήνην τῇ βασιλείᾳ ῥωμαίων. καὶ οὕτως εἰσελθοῦσα ἡ βασιλεία μου θεοῦ εὐδοκοῦντος εἰς τὴν μεγαλόπολιν ταύτην αὐτὸν μὲν εὗρε καθῃρημένον, ἀκίνδυνον δὲ καὶ τοὺς σὺν αὐτῷ ἀποκεκηρυγμένον πάλιν συνοδικῶς· ὃ μὴ μόνον ἐνταῦθα κατὰ τὴν σύνοδον ταύτην οἱ συνελθόντες ἔπραξαν, ἀλλὰ καὶ οἱ ἐν τοῖς ἰδίοις κελλίοις σχολάζοντες ἱερώτατοι μητροπολῖται ἐγγράφως συνεψηφίσαντο, προστιθέντες οὗτοι μετὰ τῆς ἐν τοῖς δόγμασι πάραφορᾶς καὶ τὰς ἄλλας ἀθέσμους κατὰ τῆς ἐκκλησίας καὶ τῆς βασιλείας γε γενημένας πράξεις αὐτοῦ, ὃ καὶ οἱ ἐκτὸς συνόντες τῇ βασιλείᾳ μου, ὅ τε ἱεροσολύμων ἁγιώτατος πατριάρχης καὶ οἱ λοιποὶ πάντες ἱερώτατοι μητροπολῖται, σύνοδον καὶ αὐτοὶ συγκροτήσαντες ἀπεφήναντο, πρὸς τοῖς ἄλλοις καὶ τῆς τοῦ ἀκινδύνου κοινωνίας χάριν πάσης ἱερωσύνης τοῦτον ἀπογυμνάσαντες· εἰ γὰρ καὶ τόπῳ καὶ σώματι διῃρημένοι ἦσαν, ἀλλ᾽ ὡς ἑνὸς πνεύματος ἐν αὐτοῖς λαλοῦντος καὶ ἐνεργοῦντος τὸ αὐτὸ πάντες συναπεφήναντο. ὃ καὶ ἡ βασιλεία μου χριστοῦ χάριτι στέργει καὶ στηρίζει καὶ νῦν καὶ πρότερον. μετὰ μέντοι τὴν τῆς βασιλείας μου ἐπιδημίαν, καίτοι δ᾽ ἐγγράφου τόμου πεμφθείσης αὐτῷ παρὰ τῶν ἀρχιερέων τῆς καταδίκης, ἐπειδήπερ ἔμαθον προφασιζόμενον αὐτὸν καὶ ἐνιστάμενον ἔτι ὡς ἀπόντα καταδικασθέντα, καὶ ἕτοιμον εἶναι παρεῖναι καὶ ἀπολογεῖσθαι λέγοντα, προκαθίσας μετὰ τοῦ ὑψηλοτάτου βασιλέως τῶν ῥωμαίων καὶ ἐρασμιωτάτου υἱοῦ τῆς βασιλείας μου καὶ μετὰ τῶν ἱερωτάτων. ἀρχιερέων καὶ τῆς συγκλήτου διεμηνυσάμεθα τοῦτον εἰς τὴν σύνοδον ἀπαντῆσαι. ὁ δὲ ἐφάνη μάτην τὴν ἀπουσίαν προφασιζόμενος· οὐ γὰρ ἐθάῤῥησεν ἀπαντῆσαι καὶ ὅλως εἰς λόγους ἐλθεῖν, καίτοι καὶ τρὶς καὶ τετράκις εἰς τὴν σύνοδον προσκληθείς.

1

pr.Διὰ τοῦτο ταῖς αὐταῖς αἷς καὶ πρότερον καταδίκαις καθυποβάλλεται συνευδοκούσης δικαίως καὶ τῆς βασιλείας μου, ὃ καὶ διὰ τοῦ παρόντος δεικνῦσα καὶ βεβαιοῦσα προστάγματος διορίζεται πᾶσι στέργειν μὲν τὰς τοιαύτας ἐνθέσμους καὶ συνοδικὰς διαγνώσεις καὶ ἀποφάσεις, ἀποτρέπεσθαι δὲ τοὺς τὰ τοῦ ἀκινδύνου φρονοῦντας καὶ πάντας τοὺς κατὰ τοῦ εἰρημένου ὁσιωτάτου ἱερομονάχου κυροῦ γρηγορίου τοῦ παλαμᾶ· καὶ τῶν σὺν αὐτῷ μοναχῶν αὖθις χωροῦντας, ὡς ἀπατεῶνας ὄντας καὶ τὴν ἐκκλησίαν αὖθις ταράσσοντας. τούτου γὰρ χάριν καὶ τῆς κατ᾿ εὐσέβειαν εἰρήνης καὶ ἀσφαλείας καὶ τὸ παρὸν ἀπελύθη τῆς βασιλείας μου πρόσταγμα. Εἶχε καὶ τό· μηνὶ μαρτίῳ ἰνδ. ιέ, δι ἐρυθρῶν γραμμάτων τῆς βασιλικῆς καὶ θείας χειρός.