IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.51Imp. Joannis Cantacuzeni aurea bulla de monasterio Megaspilaeo. (Α. 1348.)

Ὁ χρυσόβουλλος λόγος τοῦ ἀοιδίμου αὐτοκράτορος ἰωάννου τοῦ κατακουζηνοῦ.

Abrir no leitor do IusCommune →

0

pr.Ἐπεὶ ὁ τιμιώτατος καθηγούμενος τῆς κατὰ τὴν πελοπόννησον σεβασμίας μονῆς τῆς βασιλείας μου τῆς εἰς ὄνομα τιμωμένης τῆς πανυπεράγνου δεσποίνης καὶ θεομήτορος καὶ ἐπικεκλημένης μεγασπηλαιωτίσσης τῆς παρὰ τοῦ ἱερωτάτου ἁγίου ἀποστόλου καὶ εὐαγγελιστοῦ λουκᾶ ἱστορηθείσης, ἀρχιμανδρίτης τε καὶ πρωτοσύγκελλος ἱερομόναχος κύριος μάρκος, ἀνέφερεν, ὡς ἡ κατ᾿ αὐτὸν τοιαύτη σεβασμία μονὴ κέκτηται διὰ χρυσοβούλλων καὶ προσταγμάτων τοῦ τε αὐθέντου μου τοῦ βασιλέως τοῦ πάππου τῆς βασιλείας μου, καὶ τοῦ θειοτάτου μου δεσπότου καὶ βασιλέως τοῦ ἀδελφοῦ τῆς βασιλείας μου, τῶν ἀοιδίμων καὶ μακαριτῶν, ἀλλὰ καὶ δ᾽ ἀπογραφικῶν ἀποκαταστάσεων καὶ ἑτέρων εὐλόγων δικαιωμάτων μετόχια καὶ λοιπὰ κτήματά τε καὶ ὑποστατικὰ ἐν διαφόροις τοποθεσίαις· — ἃ δὴ καὶ κατὰ μέρος ἔχουσιν οὕτως· εἰς τὴν λαπάταν μετόχιον εἰς ὄνομα τιμώμενον τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἀντωνίου τοῦ μεγάλου μετὰ τῶν αὐτῷ παροίκων, προσκαθημένων τε καὶ ἐξαλειμματικῶν ὑποστάσεων· ἕτερον μετόχιον περὶ τὴν βοστίτζαν εἰς ὄνομα τῆς πανυπεράγνου τιμώμενον δεσποίνης καὶ θεομήτορος καὶ ἐπικεκλημένης τῆς πεφανερωμένης· περὶ τὸν δρόγκον ἕτερον μετόχιον εἰς ὄνομα τιμώμενον καὶ αὐτὸ τῆς πανυπεράγνου δεσποίνης καὶ θεομήτορος καὶ ἐπικεκλημένης τῆς συνοβηριωτίσσης μετὰ τῶν ἐν αὐτῷ παροίκων, προσκαθημένων καὶ λοιπῶν δικαίων αὐτοῦ· περὶ τὸ μονοδένδριον γῆν μοδίων τριακοσίων· εἰς τὸ χωρίον τὸ βραχνὶ πάροικοι, ὅτε δημήτριος καὶ κωνσταντῖνος οἱ πρεσβύτεροι καὶ γεώργιος ὁ βάρδας· εἰς τὸ χωρίον τῆς ζαχλοροῦς προσκαθήμενοί τινες· εἰς χωρίον τὴν δουμενᾶν πάροικοι καὶ ἐξαλειμματικαὶ ὑποστάσεις, ἃς προκατεῖχε· περὶ τὸ καστέλλιον τὸν ἅγιον ἰωάννην χειμάδιον τὸ καλούμενον ἡ λάμεια· καὶ ἕτε-, ρον εἰς τὴν βλογοκίτζαν μετὰ τοῦ πλησιάζοντος ἐκεῖσε χωραφίου τοῦ καλουμένου τῆς προυσσαίνης· ἡ ἡμίσεια μερὶς ἡ λατινικὴ τοῦ χωρίου τῆς ἀβυσσαίνης (ὡς τῆς λοιπῆς ἡμισείας μερίδος κατεχομένης παρά τινων διαφόρων ῥωμαίων καὶ ὑπὸ χεῖρα τῆς βασιλείας μου), καὶ αἱ ἐκεῖσε πλησιάζουσαι ἐξαλειμματικαὶ ὑποστάσεις τοῦ τε καρβώνη καὶ τοῦ νήφωνος· ἀλλὰ δὴ καὶ τὸ ἐν αὐτῇ μυλοτόπιον σὺν τῷ ἐκεῖσε εὑρισκομένῳ παλαιῷ ναῷ τοῦ ἁγίου ἀποστόλου ἀνδρέου τοῦ πρωτοκλήτου· ἃ δὴ κατέχει καὶ νέμεται τὸ μέρος τῆς τοιαύτης σεβασμίας μονῆς ἀνενοχλήτως καὶ ἀδιασείστως μέχρι τοῦ νῦν· παρεκάλεσε δὲ ἀρτίως ὁ ῥηθεὶς τιμιώτατος ἀρχιμανδρίτης καὶ πρωτοσύγκελλος, ἵνα πορίσηται ἐπὶ τούτοις καὶ χρυσόβουλλον τῆς βασιλείας μου, τὴν τούτου δέησιν εὐμενῶς προσδεξαμένη ἡ βασιλεία μου τὸν παρόντα χρυσόβουλλον λόγον ἐπιχορηγεῖ καὶ ἐπιβραβεύει τῇ κατ᾿ αὐτὸν τοιαύτῃ σεβασμίᾳ μονῇ·

1

pr.Δὶ οὗ προστάσσει, καὶ διορίζεται εἶναι μὲν καὶ εὑρίσκεσθαι τὸν αὐτὸν τιμιώτατον πρωτοσύγκελλον εἰς τὴν ἡγουμενείαν καὶ προστασίαν τῆς δηλωθείσης μονῆς ἐφ᾽ ὅρῳ τῆς αὐτοῦ ζωῆς· κατέχειν δὲ καὶ τὴν τοιαύτην σεβασμίαν μονὴν καὶ νέμεσθαι καὶ εἰς τὸ ἑξῆς τὰ ἀνωτέρω κατὰ μέρος εἰρημένα μετόχια καὶ λοιπὰ ὑποστατικὰ, κτήματά τε καὶ βελτιώματα, ἀνενοχλήτως παντάπασι καὶ ἀδιασείστως, ἔτι τε ἀναφαιρέτως καὶ ἀναποσπάστως, κατὰ τὰς περιλήψεις τῶν προσόντων αὐτῇ ὡς εἴρηται χρυσοβούλλων τε καὶ προσταγμάτων καὶ λοιπῶν εὐλόγων δικαιωμάτων, καὶ ὡς εὑρίσκεται κατέχουσα ταῦτα καὶ μέχρι τοῦ νῦν, ὀφείλοντα διατηρεῖσθαι ἀνώτερα πάσης καὶ παντοίας καταδυναστείας καὶ ἐπηρείας καὶ κατατριβῆς καὶ διενοχλήσεως ἀδίκου καὶ πλεονεκτικῆς. τῇ γοῦν ἰσχύϊ καὶ δυνάμει τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου διατηρηθήσεται μὲν ὁ διαληφθεὶς τιμιώτατος ἱερομόναχος ἀρχιμανδρίτης καὶ πρωτοσύγκελλος κύριος μάρκος εἰς τὴν ἡγουμενείαν καὶ προστασίαν τῆς τοιαύτης σεβασμίας μονῆς ἐφ᾽ ὅρῳ τῆς ἑαυτοῦ ζωῆς, ὡς δεδήλωται· καθέξει δὲ καὶ νεμηθήσεται καὶ ἡ αὐτὸ σεβασμία μονὴ τα προσόντα ταύτῃ καθὼς εἴρηται κτήματά τε καὶ ὑποστατικὰ μετὰ τῆς περιοχῆς καὶ τῶν δικαίων αὐτῶν καὶ τῶν ἐν τούτοις βελτιωμάτων, κατὰ τὰς περιλήψεις τῶν ἀναγεγραμμένων χρυσοβούλλων, προσταγμάτων τε καὶ λοιπῶν εὐλόγων δικαιωμάτων, ἀνενοχλήτως πάντῃ καὶ ἀδιασείστως, ἀναφαιρέτως τε καὶ ἀναποσπάστως, καθὼς κατέχει καὶ νέμεται ταῦτα καὶ μέχρι τοῦ νῦν, μηδεμίαν παρὰ μηδενὸς τῶν ἁπάντων ὑφισταμένη ἐπὶ τῇ τούτων κατοχῇ καταδυναστείαν, ἢ ἐπήρειάν τινα καὶ κατατριβήν. Ἐπειδὴ καὶ τούτου ἕνεκεν ἐγένετο καὶ ὁ παρὼν χρυσόβουλλος λόγος τῆς βασιλείας μου, καὶ ἐπεχορηγήθη καὶ ἐπεβραβεύθη τῷ ῥηθέντι τιμιωτάτῳ καθηγουμένῳ ἀρχιμανδρίτῃ καὶ πρωτοσυγκέλλῳ καὶ τῇ κατ᾿ αὐτὸν τοιαύτῃ σεβασμίᾳ μονῇ δι ἀσφάλειαν, ἀπολυθεὶς κατὰ μῆνα ἀπρίλιον τῆς ἐνεστώσης᾿ ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ὀκτακοσιοστοῦ πεντηκοστοῦ ἕκτου ἔτους, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος. Ἰωάννης ἐν χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ ῥωμαίων ὁ κατακουζηνός.