IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.43Imp. Andronici junioris de judicibus universalibus tertia. (A. 1329.)

Ἕτερον πρόσταγμα.

Abrir no leitor do IusCommune →

0

pr.Ἐπεὶ διωρίσατο καὶ ἔταξεν ἡ βασιλεία μου, ἵνα κρίνωνται ἅπαντες οἵ τε προσγενεῖς ἄρχοντες αὐτῆς καὶ οἱ λοιποὶ ἄρχοντες καὶ τὰ ἀρχοντόπουλα τῆς βασιλείας μου καὶ ὅσοι ἄλλοι εἰσὶν ὑποτεταγμένοι τῇ βασιλείᾳ μου εἰς τοὺς καθολικοις κριτὰς τῶν ῥωμαίων ἐφ᾿ αἷς ἂν ἔχωσιν ὑποθέσεσι, καὶ λαμβάνωσι τὴν ἐπὶ ταύταις ἀποκατάστασιν καθὼς ἂν διακρίνωσιν οὗτοι καὶ ἀποφαίνωνται, διορίζεται ἡ βασιλεία μου διὰ τοῦ παρόντος προστάγματος, ἵνα ἐκ τῶν τοιούτων ἀρχόντων αὐτῆς οἵτινες μετὰ τοὺς φοροῦντας σκαράνικα κρίνωνται παρὰ τῶν τοιούτων καθολικῶν κριτῶν τῶν ῥωμαίων διηγούμενοι τὰ τῶν ὑποθέσεων αὐτῶν ἑστῶτες. εἶχε τό· μηνὶ μαρτίῳ ἰνδ. β΄, δι ἐρυθρῶν γραμμάτων τῆς βασιλικῆς καὶ θείας χειρός.