JGR III 5.42Imp. Andronici junioris de judicibus universalibus secunda. (A. 1329.)
Ἕτερον πρόσταγμα.
Abrir no leitor do IusCommune →0
pr.Ἐπεὶ ἡ βασιλεία μου, πολύν τινα τὸν ἔρωτα περὶ τὸ δίκαιον ἔχουσα καὶ διὰ πολλῆς καὶ μεγάλης τῆς σπουδῆς τιθεμένη καὶ περὶ πλείστου ποιουμένη δικαιοσύνην ἐν ἅπασι πολιτεύεσθαι τοῖς ὑπ᾽ αὐτὴν, κατέστησε καθολικοὺς κριτὰς αὐτῶν, μηδὲν ποιεῖσθαι τοῦ δικαίου πρότερον ὀμόσαντας, ἀλλὰ δεύτερα τὰ πάντα τούτου τίθεσθαι καὶ τούτου πάντα τρόπον καθ᾽ ὅσον περίεστιν αὐτοῖς δυνάμεως· ἐξέχεσθαι, ἤδη διὰ τοῦ παρόντος προστάγματος αὐτῆς καὶ ὡς κεφαλάδας τῶν ἐν τοῖς κάστροις τὲ καὶ χώραις ταύτης πάντων εἶναι διορίζεται, ἔχοντας ἔνδοσιν καὶ πᾶσαν ἄδειαν, ἵνα ἐν οἵῳ τόπῳ τῆς βασιλείας μου γένωνται ἐν χρείᾳ δεφενδεύσεως ἐφ᾽ οἷς κρίνωσί τε καὶ ἀποφαίνωνται, λέγωσι καὶ πρὸς τοὺς κεφαλαττικεύοντας ἐν τῷ τοιούτῳ τόπῳ καὶ πρὸς ἄλλον τῶν ἐκεῖ οἰκούντων ὃν ἂν βούλωνται, καὶ πείθωνται οὗτοι τούτοις καὶ ὑπακούωσι καὶ δεφενδεύωσι καὶ ἀποπληρῶσιν οὗτοι, καθὼς ἂν οὗτοι λέγωσιν, εἴτε τῶν προσγενῶν ἀνθρώπων τῆς βασιλείας μου εἰσὶν εἴτε τῶν λοιπῶν ἀρχόντων καὶ ἀρχοντοπούλων αὐτῆς εἴτε τῶν ἐκδουλευόντων ἐν τῷ ὁσπητίῳ τῆς βασιλείας μου εἴτε τῶν στρατιωτῶν εἴτε ἑτέρας τινὸς τάξεως. οἷος δὲ ἀπὸ τούτων τολμήσει καὶ ἀπειθήσει τοῖς τοιούτοις καθολικοῖς κριταῖς τῶν ῥωμαίων καὶ οὐδὲν δεφενδεύσει τὴν ἣν ἂν εἴπωσιν οὗτοι ὑπόθεσιν, κἂν οἵτινες ἄρα καὶ ὦσιν οἱ καταδικαζόμενοι παρ᾽ αὐτῶν κἂν οἵου βαθμοῦ τυγχάνωσιν ὄντες κἂν ὅσην τὴν γνησιότητα καὶ τὸν πλησιασμὸν ἔχωσιν εἰς τὴν βασιλείαν μου, εἰ μὲν εὑρίσκεται οὗτος ὁ ἀπει θήσων εἰς τοῦτο κεφαλαττικεύων εἰς τὸν τοιοῦτον τόπον ἢ καὶ ἀλλοτρόπως ἐνοχοποιούμενος, ὀφείλουσιν οἱ τοιοῦτοι καθολικοὶ κριταὶ τῶν ῥωμαίων παραστέλλειν αὐτὸν ἐκ τοῦ παραυτίκα ἀπὸ τοῦ κεφαλαττικίου αὐτοῦ, ἔτι δὲ καὶ τῆς ἐνοχῆς τοῦτον τῇ ἐμφανείᾳ τοῦ παρόντος προστάγματος· εἰ δὲ οὐδὲν εὑρίσκεται εἰς ἐνοχήν τινα ὁ τούτοις τολμήσων μὴ ὑπακοῦσαι, εἴτε τῶν προσγενῶν ἀρχόντων εἴτε καὶ λοιπῶν ἀρχόντων καὶ ἀρχοντοπούλων ἔνι τῆς βασιλείας μου εἴτε ἑτέρας τινὸς τάξεως, ἔχωσι πᾶσαν ἄδειάν κρατεῖν τὸ ὁσπήτιον καὶ τὴν οἰκονομίαν αὐτοῦ καὶ ποιεῖν καὶ ἑτέραν παίδευσιν καὶ καταδίκην εἰς αὐτὸν οἵαν ἂν διακρίνωσιν. ὀφείλουσι δὲ οὗτοι ἵνα, καὶ ἐάν τινες ἐγκαλῶσι τοῖς εἰς κεφαλὴν εὑρισκομένοις αὐτῶν, κρίνειν καὶ τούτους καὶ ἀποκαθι στᾶν ὅσον ἂν φαίνεται αὐτοῖς δίκαιον, καθὼς καὶ περὶ τῶν ἄλλων ῥωμαίων ἁπάντων ἔχουσιν ἀνατεθειμένον καὶ ὡρισμένον παρὰ τῆς βασιλείας μου, καὶ ποιῶσι καὶ διαπράττωνται. εἰς γὰρ τὴν περὶ τούτου ἀσφάλειαν ἐγένετο καὶ ἀπελύθη καὶ ὁ παρὼν ὁρισμὸς τῆς βασιλείας μου. εἶχε τό· μηνὶ μαρτίῳ ἰνδ. β΄, δί ἐρυθρῶν γραμμάτων τῆς βασιλικῆς καὶ θείας χειρός.