JGR III 5.41Imp. Andronici junioris de judicibus universalibus. (Α. 1329.)
Πρόσταγμα ὁρκωμοτικόν.
Abrir no leitor do IusCommune →0
pr.Ἡ βασιλεία μου τὸ παρὸν αὐτῆς ἀπολύει ὁρκωμοτικὸν πρόσταγμα, δι οὗ καὶ ὀμνύει εἰς τὰ ἅγια τοῦ θεοῦ εὐαγγέλια καὶ εἰς τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν ἐνώπιον τῆς ὑπεραγίας δεσποίνης ἡμῶν θεοτόκου τῆς ὁδηγητρίας, ὡς ἂν, ἐπεὶ οἱ ἐκλεγέντες καὶ ἀποταχθέντες παρά τε τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας καὶ τῆς βασιλείας μου καθολικοὶ κριταὶ τῶν ῥωμαίων ἔταξαν καὶ ὑπεσχέθησαν ὅσον κατὰ μέρος τὰ ὑποσχετικὰ αὐτῶν γράμματα διαλαμβάνουσιν, ἵνα συντηρῶνται ἕνεκεν δικαίας καὶ ἀπαρεγγράπτου κρίσεως, ἵνα δεφενδεύῃ καὶ αὐτοὺς ἡ βασιλεία μου παρ᾿ ὅλον τῆς ζωῆς αὐτῆς χρόνον ἀπὸ παντὸς προσὡπου τοῦ μέλλοντος ἴσως ἐπιτεθῆναι καὶ μαχεσθῆναι κατ᾿ αὐτῶν ἕνεκεν τῆς καταδίκης, ἧς μέλλουσιν ἀποφήνασθαι κατ᾿ αὐτοῦ διά τινα κινηθεῖσαν καὶ κριθεῖσαν παρ᾽ αὐτῶν ὑπόθεσιν· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ μετὰ θάνατον αὐτῶν ἐὰν βουληθῇ κἂν εἷς ἵνα μαχεσθῇ καὶ ἀμύνηται κατὰ τῶν παίδων αὐτῶν, ἵνα ἐνέχηται ἡ βασιλεία μου καὶ εἰς τὴν περὶ τούτου δεφένδευσιν καὶ ἀνενοχλησίαν αὐτῶν. τούτου γὰρ [χάριν] ἐγένετο καὶ ἀπελύθη τὸ παρὸν ὁρκωμοτικὸν πρόσταγμα τῆς βασιλείας μου, καὶ ἁπλῶς εἰπεῖν τοσαύτην ἰσχὺν καὶ ἄδειαν δέδωκε πρὸς αὐτοὺς ἡ βασιλεία μου μετὰ ὁλοψύχου καὶ προαιρέσεως καὶ μετὰ ἐμφύτου καὶ καρδιακῆς ζέσεως καὶ προθυμίας καὶ ὑποσχέσεως ἐνόρκου, ὅτι καὶ αὐτὸν ἐμὲ, ἐὰν καταλάβωσι καὶ διακρίνωσιν ἀδικοῦντα, ἐλέγχωσι μετὰ παῤῥησίας καὶ παντὶ τρόπῳ βιάζωσιν εἰς τὸ ποιεῖν διόρθωσιν ἐντελεστάτην τῆς τοιαύτης ἀδικίας· καὶ ἐὰν ἴσως οὐδέν με εὕρωσιν ἕτοιμον εἰς τοῦτο, ὅπερ οὐδὲν μέλλει γίνεσθαι ὡς θαῤῥεῖ καὶ ἐλπίζει ἡ βασιλεία μου εἰς τὸ ἔλεος τοῦ θεοῦ, ἀποβάλλωνται ὅλῃ ψυχῇ καὶ λέγωσι καὶ παριστῶσι καὶ θριαμβεύωσι πρὸς πάντας ἀφόβως καὶ ἐκτὸς ἐννοίας τινὸς τὴν ἡμετέραν τοιαύτην ἀδικίαν, καὶ οὐδὲν παύσωνται ποιοῦντες τοῦτο, εἰ μὴ γένηται παρὰ τῆς βασιλείας μου ἐντελὴς διόρθωσις τῆς τοιαύτης ἀδικίας. καὶ κατέστη τὸ πρᾶγμα οὕτως, ὡς θαῤῥεῖ καὶ ἐλπίζει ἡ βασιλεία μου εἰς τὸ ἔλεος τοῦ θεοῦ καὶ εἰς τὴν μεσιτείαν καὶ ἀντίληψιν τῆς ὑπεραγίας Θεοτόκου, ὅτι ἀπὸ τοῦ νῦν μὴ τολμήσει τὶς τῶν ἁπάντων ἀδικῆσαι καὶ πλεονεκτῆσαί τινα εἰς τὸ οἰκεῖον δίκαιον.