IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.40Imp. Andronici junioris de metropoli Serrarum. (A. 1329.)

Abrir no leitor do IusCommune →

0

pr.Βασιλικὸν ἄρα καὶ τοῦτο προνόμιον τὸ τὰς εἰς ἐπισκοπὰς τελούσας τῶν ἐκκλησιῶν τῶν ὑφ᾽ ἂς τὸ πρότερον ἐτύγχανον ὑποκείμενοι ἀποσπᾶν καὶ τιμῆς ἀξιοῦν μείζονος. ἀμέλει καὶ τὴν τῶν ζιχνῶν ἐκκλησίαν, εἰς ἐπισκοπὴν τελοῦσαν τὸ ἀπ᾿ ἀρχῆς τῆς ἁγιωτάτης μητροπόλεως τῶν σερρῶν, εἰς μητρόπολιν ἤδη προενήνοχε καὶ τετίμηκεν ὁ ἐκ θεοῦ κράτιστος καὶ ἅγιός μου αὐτοκράτωρ, πρόνοιαν μέντοι ποιούμενος καὶ τῆς τῶν σερρῶν, ὅπως ἂν σχοίη καὶ αὕτη τρόπον ἕτερον ἀναπληρωθὲν τὸ ἐνδέον, ἀνθετέραν ἐπισκοπὴν ἀντικαθίστησι ταύτῃ ἐκ τῶν τῆς φιλίππου, σεπτῷ προστάγματι τῆς ἁγίας βασιλείας αὐτοῦ περιέχοντι τάδε· Ἐπεὶ ἀπεσπάσθη ἡ πρότερον ὑπὸ τὴν ἁγιωτάτην μητρόπολιν τῶν σεῤῥῶν τελοῦσα ἁγιωτάτη ἐπισκοπὴ τῶν ζιχνῶν καὶ ἐτιμήθη εἰς μητρόπολιν παρὰ τῆς βασιλείας μου, ἐδέησε δὲ καὶ διέκρινε τοῦτο καὶ ἡ βασιλεία μου, ἵνα ἀντικαταστῇ ἑτέρα ἐπισκοπὴ εἰς τὴν τοιαύτην τῶν σεῤῥῶν μητρόπολιν, θεσπίζει καὶ διορίζεται ἡ βασιλεία μου διὰ τοῦ παρόντος προστάγματος, εἶναι ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς ὑποκειμένην τῇ τοιαύτῃ ἁγιωτάτῃ μητροπόλει σεῤῥῶν τὴν ἁγιωτάτην ἐπισκοπὴν νικοπόλεως, ἥτις ἐτέλει πρότερον ὑπὸ τὴν ἁγιωτάτην μητρόπολιν φιλίππων, καὶ κατέχεσθαι καὶ διεξάγεσθαι ταύτην παρὰ τοῦ ἱερωτάτου μητροπολίτου σεῤῥῶν καὶ ὑπερτίμου ὡς ἰδίαν ἐπι σκοπήν· οὐ μόνον δὲ παρὰ τούτου, ἀλλὰ καὶ παρὰ τῶν καθεξῆς ἀρχιερατευσόντων εἰς τὴν τοιαύτην ἁγιωτάτην ἐκκλησίαν. ὅθεν ὀφείλει καὶ ὁ γενησόμενος μητροπολίτης φιλίππων στέρξαι, τοῦτο, ὅσον θεσπίζει καὶ διορίζεται ἡ βασιλεία μου, καὶ ἀρκεῖσθαι εἰς τὰς προσούσας τῇ τοιαύτῃ μητροπόλει ἑτέρας ἐπισκοπὰς, ἀνενόχλητον παντάπασιν ἐῶν τὸ μέρος τῆς εἰρημένης ἁγιωτάτης τῶν σεῤῥῶν μητροπόλεως ἐπὶ τῇ κατοχῇ καὶ διεξαγωγῇ τῆς δηλωθείσης ἁγιωτάτης ἐπισκοπῆς νικοπόλεως καὶ πάσης τῆς ἀνέκαθεν προσούσης αὐτῇ ἐνορίας. εἰς τὴν περὶ τούτου γὰρ ἀσφάλειαν ἐγένετο καὶ ἀπελύθη καὶ τὸ παρὸν τῆς βασιλείας μου πρόσταγμα. εἶχε τό· μηνὶ φεβρουαρίῳ ἰνδ. ιβ΄, δι᾽ ἐρυθρῶν γραμμάτων τῆς βασιλικῆς καὶ θείας χειρός.