JGR III 5.39Imp. Andronici senioris de festo assumtionis per totum mensem Augustum celebrando '.
Θέσπισμα ἐπὶ τῇ μεγάλῃ καὶ τελευταίᾳ ἑορτῇ τοῦ κατὰ χριστὸν παντὸς μυστηρίου, αὐτοῦ μὲν ὅθεν καὶ κατῆλθεν ἐς οὐρανοὺς αὖθις μετὰ σαρκὸς ἀναβεβηκότος ἐξ ἁγνῆς παρθένου προσληφθείσης αὐτῷ, τῆς δὲ παναγίας ταύτης μητρὸς αὐτοῦ (τὸ νῦν δηλονότι τελούμενον) τρόπον ὃν ηὐδόκησεν ἐς αὐτὸν μεταστάσης. Καὶ γοῦν τὸ θέσπισμα βούλεται μὴ κατὰ μίαν μόνην ἡμέραν κατὰ τὸ πάλαι κρατήσαν ἔθος τὴν ἑορτὴν ταύτην τελεῖσθαι, ἀλλ᾽ ἐξ ἀρχῆς τῆς καὶ πρώτης τοῦ μηνὸς ἐν ᾧ τὸ μυστήριον ἀρξαμένην μέχρις αὐτοῦ παντὸς ἐξήκειν, κἀκεῖ δὴ συμπεραίνειν ὅποι καὶ ὁ μὴν περαίνει.
Abrir no leitor do IusCommune →0
pr.Α μὲν ἡ τοῦ θεοῦ μήτηρ εὖ διὰ παντὸς τὸ τῶν ἀνθρώπων ποιοῦσα γένος θαυμαστὰ οἷα καὶ ὑπερφυῆ παντὶ τῷ βίῳ παρέσχετο, πάντες εἰσὶν ἄνθρωποι σαφῶς εἰδότες, καὶ γνώμης εὖ εἰσὶ πάντες ἔχοντες ἀνομολογεῖν καὶ κηρύττειν· καί γε τῶν ἁπάντων ἐστὶν οὐδεὶς, αἰσθήσεως γοῦν καὶ λογισμῶν μετέχων, μὴ τοῦτο σφόδρα βεβουλημένος. οὐ μὴν ἀλλὰ καὶ πάντες εὐ εἰσὶ καὶ καλῶς εἰδότες, ὡς ἐστὶν ἀληθῶς ὑπὲρ πᾶσαν λόγου καὶ δύναμιν καὶ φύσιν ἐφ᾽ ἱκανὸν ταῦτα ἐξισχύσαι λαλῆσαι, ἢ τὴν ἀνάλογον καὶ πάνυ τὶ προτεθυμημένους εὐχαριστίαν πρᾶξαι, μὴ ὅτι γε καθ᾽ ἕνα φθεγγομένους καὶ κατὰ μίαν γλῶσσαν ἕκαστον ἐπιχειροῦντας ἀπονέμειν, ἀλλ᾽ οὐδ᾽ εἰ πάντες εἰς ταὐτὸν συνιόντες, ὅσοι τε νῦν εἰσὶ καὶ ὅσοι πάλαι γεγόνασιν· οὐ μὲν οὖν οὐδ᾽ εἰ χεῖλος ἓν καὶ ἓν στόμα πρὸς φωνὴν μίαν γενόμενοι, οὐδ᾽ οὕτως ἂν οὐδὲ κατὰ μικρὸν ἔσχον ἐγγὺς ἰέναι τοῦ τινα ταύτην συμφωνίαν παγκόσμιον πρὸς ἀνθομολόγησιν ἆραι, τοῦ τῶν θαυμάτων μεγαλείου μὴ κάτω πίπτουσαν καὶ τοῦ παντὸς ἀπολειπομένην. ἀλλ᾽ ἐστὶ μὲν ὄντως μικρὰ πᾶσα φύσις ἀνθρώπων καὶ ἀσθενὴς πρὸς τοῦτό γε δυνάμεως ἐξεταζομένη, ὥστ᾽ ἔχειν ἄξιόν τι τῶν τοσούτων καὶ τοιούτων εὐεργετημάτων ἐρεῖν· ἐστὶ δὲ καὶ αὖθις ἀσθενὴς, εἰ καὶ τὰς ἀγγελικὰς αὐτὰς ἢ καὶ ἀρχαγγελικὰς, εἴ τινές εἰσιν ἀΰλων γλῶσσαι πρὸς διηνεκεῖς ὕμνους εἰθισμέναι θεοῦ, βουληθείη προσλαβεῖν καὶ προσλάβοι, ἔπειτα συνεργάζοιτο τοὺς εὐχαριστηρίους ἀποπληροῦσα· οὐ γὰρ ἀνθρώπους μόνον καὶ τὴν καθ᾽ ἡμᾶς πᾶσαν λογικὴν φύσιν, ἀλλὰ καὶ τὰς ἐπουρανίους δυνάμεις, ὑπερβαῖνον ἐκπλήττει τῶν θαυμασίων τῶνδε τὸ μέγεθος, ὑπὲρ ἡμῶν ἀπείρων ὅσων καταπραχθέντων καὶ νῦν ἐνεργουμένων. οὐ μὴν ἀλλὰ καὶ καθεξῆς ἀεὶ ταῦτα τελεῖσθαι βεβαίας ἡμεῖς τὰς πίστεις καὶ ἀσφαλεῖς ἔχομεν τὰς ἐλπίδας. καὶ ἵν᾽ ἡμῖν ὁ λόγος ὥσπερ εἰς ἀρχὴν ἀνελθὼν ἐκεῖθεν καθ᾽ ὁδὸν προΐοι, ἐπλάσθη μὲν ἄνθρωπος χειρὶ θεοῦ, καὶ μετέσχε θείας εἰκόνος καὶ τούτῳ πλείω τετίμηται πάντων τῶν ὁρωμένων· εἶχε δ᾽ ἂν καὶ πλέον ἀπειληφέναι τιμῆς καὶ δόξης, πρὸς ὃ καὶ μᾶλλον ὁ τῆς κατ᾿ αὐτὸν δημιουργίας ἔφερε λόγος, καὶ ἀπέλαβεν ἂν, εἰ τὴν εἰκόνα περισώσας μετὰ τῆς ἐντολῆς ἐφυλάχθη. ἐπεὶ δ᾽ ὑφ᾽ ἡδονῆς ἐκλάπη, καὶ τῶν προσταχθέντων ὀλιγωρήσας ἐνεπίστευσε τοῖς ἀπατῶσι, πίπτει μὲν εὐθὺς ἐκεῖθεν ὅπη καὶ τρυφῆς ἐτάχθη καὶ πολλῶν καὶ μεγάλων ἀγαθῶν μετουσίας· ἀποπίπτει δ᾽ ὁμοῦ καὶ ἧς ἀξίας ἔμελλεν ἀμείνονος πειραθῆναι, καὶ στρέφει πάλιν εἰς γῆν συντριβεὶς τῇ ἁμαρτίᾳ, μήθ᾽ ὅπερ ἦν φυλάξας, μήτε γενόμενος πρὸς ὃ δὴ κρεῖττον καὶ ὑψηλότερον παιδαγωγούμενος ἐκαλεῖτο. καὶ ὁ μὲν οὕτως ὤλισθε, θεοῦ καὶ τῆς θείας ἀποπεσὼν μοίρας· ὁ δ᾽ αὖθις βούλεται πρὸς ἑαυτὸν ἑλκῦσαι. βούλεται τοῦτο, καὶ σκόπει τῆς φιλανθρωπίας τὸ μέγεθος. ἑαυτὸν ὅλον εἰς ἡμᾶς οὐκ ἀπαξιοῖ κενῶσαι, καί γε βαστάσαι πεπτωκότας καὶ προσλαβεῖν κειμένους, οὐκ εἰς ὅπερ ἦμεν μόνον, ἀλλὰ καὶ πρὸς ὃ παρήγαγε πλάσας αὖθις ἀνασώζων, μηκέτι μήτε παρὰ τοῦ φθονοῦντος ἐπιβουλευομένους, μήτε πίπτοντας μήτ᾽ αὖθις ἀχρειουμένους. ταῦτα θεὸς βούλεται καὶ πρὸς αὐτὴν εὐθὺς βλέπει τὴν ἐπ᾿ ἐσχάτων τῶν χρόνων ἑαυτοῦ μητέρα, πρὶν ἢ καὶ τὸν ὅλον παραγαγεῖν κόσμον ἀπὸ πασῶν ἑαυτῷ γενεῶν ἐκλέξας. καὶ γίνεται δὴ τοῦτο θεοῦ μυστήριον πρὸ πάσης κτίσεως εἰπεῖν ἀποκεκρυμμένον· εἶτα, κατὰ γενεὰς τυπούμενον καὶ σκιὰς λαμβάνον σώζει κάνταῦθα, ὅποι δηλονότι ὁ τύπος αὐτοῦ ἢ σκιὰ παρεδείχθη. καὶ δῆλον τοῦτο πανταχή σκοπουμένῳ. δουλοῦται μὲν γὰρ εἰς αἴγυπτον ἰσραὴλ καὶ ὑπὸ φαραὼ τυραννεῖται πικροῖς ἐκπιεσμοῖς προσταλαιπωρῶν, καὶ καταπονούμενος ὑπὸ βαρύτητος ἔργων, καί γε πρὸς αὐτὰ δὴ ταῦτα κατασυρόμενος, ὅσα καὶ βίβλοι φέρουσι καὶ ἱστορίαι παλαιῶν περὶ ἐκείνου διηγημάτων· ἐγείρεται δὲ μωσῆς ζηλῶν ὑπὲρ τῶν πασχόντων, καὶ φεύγει μὲν αἴγυπτον, προσχωρεῖ δὲ θεῷ. κἀκεῖνο βλέπει τὸ μέγα καὶ θαυμαστὸν ὅραμα, πῦρ ἐν τῇ βάτῳ, πῦρ καῖον καὶ μηδαμῶς κατακαῖον ὅτι, μηδ᾽ ὕστερον ὁ ἐκ ταύτης καλέσας αὐτὸν εἰσιὼν τὴν παρθένον οὔτε κατέφλεξεν οὔτ᾽ οὐδὲν οὐδαμῶς ἐλυμήνατο. ταῦτα μωσῆς τότε, καὶ πατεῖν γῆν ἁγίαν εὐθὺς ἀκούει, καὶ τὰ ὑποδήματα τῶν ποδῶν λῦσαι· καὶ λύει καὶ ἀποτίθεται. τίνος χάριν; ὅτι μηδὲ θέμις ἴσως νεκρὸν οὐδὲν ἐκεῖ ψαύειν, ὅποι θεοῦ παρουσία καὶ τύπος ἐδὲμ τῆς ἀφθάρτου, πρὸς ἣν ὁ τότε φανεὶς ἡμᾶς αὖθις εἰσοικίσαι προμηνύει καὶ τὰ σύμβολα δίδωσιν· ἢ τάχα καὶ ἀπεῤῥίφθαι προστάσσει πᾶν ὅσον ἐξ ἁμαρτίας βοήθημα τῆς ἀσθενοῦς σαρκὸς ἥρμοσε, καὶ τοὺς γυμνοὺς τοῦ λοιποῦ θαῤῥεῖν ἡμᾶς πόδας ἐπὶ τῶν ὄφεων βησομένους καὶ τῆς κεφαλῆς τοῦ δράκοντος, ὃς αὐτοὺς ἀπατήσας ὑπέδησεν. εἶδε ταῦτα μωσῆς καὶ τὴν ἐλευθερίαν ἐντεῦθεν ἰσραὴλ πιστοῦται, καὶ ἀπέρχεται θαῤῥῶν τῇ δυνάμει τῆς ὄψεως, καταμαθὼν ἐκεῖθεν καὶ τὴν κοινὴν πάντων ἐλευθερίαν ἀνθρώπων, ὡς ἀπὸ φαραὼ τυραννίδος τότε τὸν ἰσραὴλ, οὕτως ἡμᾶς ἐφ᾽ ἡμερῶν ἐσχάτων τοῦ πικροῦ σατὰν ῥύσασθαι τυράννου θεὸν ἐκ μητρὸς παρθένου καθ᾽ ἡμᾶς γεγονότα. καὶ γοῦν, ὅπερ ἔφην, σώζει κἀκεῖ τοὺς τυραννουμένους καὶ τῆς βαρείας αἰγυπτίων χειρὸς ἀπολύει ὁ τοῦ σωτηρίου τοῦδε μυστηρίου τύπος καὶ τὰ σύμβολα τῶν ὕστερον σωζομένων. οὐ μὴν ἀλλὰ πειρῶνται πάλιν ἀἰγύπτιοι τῶν τὴν δουλείαν φευγόντων καταδιώκειν ὀπίσω, καὶ κατεδίωκον ἅρμασιν ὅλοις, ἵπποις· ἐλαύνοντες ἐπ᾿ αὐτούς. καὶ τάχ ἂν κατέλαβον καὶ εἶλον ἂν αὖθις ἄγοντες ἐπὶ πικρὰν δουλείαν, εἰ μὴ κἀνταῦθα περιφανῶς ἡ τοῦ μέλλοντος σκιὰ περιέσωζε, νεφέλη τῆς ἡμέρας ὅλης ἐπισκιάζουσα καὶ συγκρύπτουσα, νεφέλη σύμβολον ἐναργὲς, ὡς ὁ τοῦ γεδεὼν αὖθις πόκος. τὸν γὰρ ζωτικὸν οὗτος ὄμβρον πρὸς ξηροὺς ἡμᾶς ἅτε καὶ νεκροὺς ὅλους καταβάντα, ἡ δὲ νεφέλη τὴν παρθένον σαφῶς προγράφει, τοῦ κόσμου πάντως σκέπην καὶ πάντων φανεῖσαν οὐρανῶν πλατυτέραν. οὐ μὴν ἀλλὰ τοῦτο μὲν δὴ τοσοῦτον. ἐρυθρὰ δὲ τερατουργοῦσα καὶ διασώζουσα μὲν τῷ θεῷ λαὸν περιούσιον, βυθίζουσα δὲ δύναμιν φαραὼ καὶ τριστάτας αἰγυπτίους, πόθεν ἄλλοθεν τὰ μεγάλα ταῦτα δεδύνηται, ἢ πρὸς αὐτὴν δὴ ταύτην καθαρῶς ἀναφέρουσα, πρὸς ἣν καὶ τὸ τέλος τῶν ἁβραὰμ ἐπηγγελμένων καὶ ὁ πληθυσμὸς τοῦ σπέρματος τοῦ ἐξ αὐτῆς γεννηθέντος, κόσμον ὅλον ἀναγεννήσαντος καὶ οἰκειωσαμένου μὲν ἑαυτῷ, οἰκειωσαμένου δὲ γνησίους τῷ ἁβραάμ; εἶτα πέτρὰ πηγάζει καὶ τὸ πλέον τοῦ θαύματος, ὅτι μεταφερομένη ῥεῖθρα προβάλλει κατὰ ποταμοὺς ἀεννάους· οἱ δὲ πίνουσιν εἰς κόρον, δίψει κάμνοντες ἐν ἀνύδρῳ. καὶ ἡ πέτρα πάντως ἐξ ὄρους τύπον ἔχοντος τὴν παρθένον, ἐξ ἧς χριστὸς ἀκρόγωνος λίθος καὶ ζωῆς πέτρα, τὸ μὲν συνάπτων ἡμᾶς ἀπὸ θεοῦ μακρυνθέντας καὶ συνέχων εἰς ἀῤῥαγῆ σύνδεσμον, τὸ δὲ ποτίζων ὕδωρ ἀϊδίως ἐκβλύζον καὶ μή ποτε λήγουσαν ζωὴν ἐμπαρέχον. τί ἔτι; πεινῶσιν ἐν ἐρημίαις, καὶ πάθος τὸ χαλεπώτατον λιμὸς αὐτοὺς καταλαμβάνει· οἱ δὲ πάλιν φέρονται κατὰ μωσέως, μηδεμιᾶς μηδαμῶς μηδ᾽ ἐν ἐλπίσι μηχανῆς φαινομένης· „εἰ γὰρ ἐπάταξέ φασι „πέτραν καὶ ὕδωρ ἐῤῥύη, μὴ καὶ ἄρτον δύναται δοῦναι; ὁ δ᾽ ἀπὸ γῆς μὲν αὐτοῖς τροφὴν οὐκ ἤνεγκε, καὶ ταῦτ᾽ ἐξὸν ἄρτους καὶ τοὺς λίθους γενέσθαι, τῆς αὐτῆς τῷ προτέρῳ θαύματι μεταποιούσης δυνάμεως· ψωμίζει δὲ πόθεν; ἐξ οὐρανῶν τρέφει, ἐκεῖθεν εἶναι δεικνὺς καὶ τὰ πρώην τελούμενα. καὶ οἱ τῶν ἄρτων ἀπεγνωκότες τρώγουσι μάννα, καινήν τινα τροφὴν καὶ πολλῷ τοῦ ζητουμένου τιμιωτέραν, ἅμα δὲ καὶ ἄφθονον, καὶ ῥᾳδίαν πᾶσι τοῖς κομίζεσθαι βουλομένοις. ἀνεῖτο γὰρ ἀπολαμβάνειν μὴ καθ᾽ ὅσον μόνον ἐπαρκέσαι τῇ χρείᾳ, ἀλλὰ καὶ περιττὸν ἔχειν κτᾶσθαι, εἰ καὶ ἄλλως ἦν τὸ περιττεῦον ἀνόνητον· ἕτερον δηλονότι θαῦμα καταργοῦν τὴν ἀπληστίαν, ἅμα δὲ καὶ τὴν ἀπιστίαν διορθούμενον, εἰ τούτου χάριν τὸ πλέον ἀπετίθουν, ὥστ᾽ αὖθις ἔχειν ἐπιλείποντος τοῦ διδομένου τῷ προ λαβόντι χρῆσθαι, καὶ μὴ τῷ χορηγοῦντι θαῤῥοῦντες ἦσαν ἀεὶ καὶ πλουσίως παρέχειν δεδυνημένῳ. τοῖς μὲν οὖν ἡ βρῶσις ἐπεστήριξε τὴν καρδίαν μηκέτι διαπιστεῖν ἐπ᾽ οὐδενὶ τῶν ἀπόρων, ὡς οὐχὶ γενήσεται τούτοις ἐπιστρέφουσι πρὸς θεὸν καὶ γνησίως ἐπικαλουμένοις, καθὰ δηλονότι καὶ μωσῆς ὁ μέγας ἐκείνου θεράπων γνήσιος αὐτῷ γενόμενος μετὰ παῤῥησίας ἐπεκαλεῖτο, καὶ πάντ ' εἶχεν εὐθὺς ἀπαντῶντα πρὸς τὰς αἰτήσεις· ἐπεστήριξε δ᾽ ὁμοίως οὐ τοὺς τότε μόνους τῶν ἀνθρώπων, ἀλλὰ καὶ τοὺς καθεξῆς ἅπαντας, μὴ διαπιστεῖν οὐ μὲν οὖν ὡς οὐ καταβήσεται πρὸς ἡμᾶς ἐξ οὐρανῶν ἄρτος ζωῆς καὶ τρυφῆς τῶν αἰωνίων παρεκτικός. καὶ δὴ λοιπὸν ἡ χρυσῆ καθίσταται στάμνος καὶ δέχεται τὸ μάννα, καὶ τὴν εἰκόνα τοῦ μέλλοντος ἐν ἑαυτῇ λαμπρῶς φέρει. σὺ δὲ μοι καὶ τὰς πλάκας βλέπε καὶ τὸν ἐν αὐταῖς θεόγραφον νόμον μὴ τοῖς ἐκτὸς μόνον βοηθοῦντα, σωμάτων ὡσανεὶ κινδυνευόντων σωστικὸν ὄντα, ἀλλά τοι καὶ ψυχῶν ἐφικνούμενον καὶ παιδαγωγοῦντα ταύτας, καί γε σφαλερᾶς πάσης ἐξαιρούμενον περὶ θεοῦ δόξης. βλέπε δὴ ταῦτα, καὶ τὸν νοῦν τοῖς ὁρωμένοις καλῶς προσέχων μάνθανε τὸν ἐνυπόστατον λόγον δακτύλῳ θεοῦ πνεύματι θείῳ τῇ παρθένῳ γραφέντα, καὶ τῶν πατρικῶν κόλπων κενωθέντα μὲν, οὐκ ἀποστάντα δὲ, μένοντα δ᾽ ἐν αὐτοῖς καὶ πληροῦντα πάντα, χωρητὸν γενέσθαι τοῖς μητρὸς κόλποις, καὶ τοῦτον δὴ τὸν τρόπον ἐπανασῶσαι κόσμον ὅλον, καὶ ψυχὰς ῥύσασθαι ἀγνοίας σκότει καὶ σκιᾷ θανάτου κατεχομένας. οὐ μὴν ἀλλὰ ταῦτα μὲν οὕτω· καὶ οὕτως ἄνωθεν τὰ κατὰ τὴν παρθένον θεοῦ μητέρα διὰ πολλῶν καὶ μεγάλων ἥκοντα τῶν συμβόλων πανταχῆ παρέχοντα δύναμιν θαυμάτων ὑπερφυῶν εὑρήσεις, ἅμα δὲ καὶ σωτηρίαν τῶν ἐσχάτως κινδυνευόντων. καὶ τὰ πλείω διεξιέναι παρῆκεν ὁ λόγος, ὅτι μηδὲ πέφυκε μὴ ὅτι γε διὰ πάντων (τοῦτο γὰρ παντὸς μᾶλλον ἀδύνατον), ἀλλὰ μηδ᾽ ἐφ᾿ ἱκανὸν αὐτῶν ἱκέσθαι δυνηθῆναι· πῶς γάρ; ὅπου γε καὶ ταῦτα ὧν ἀρτίως ἐμνήσθημεν, οὐχ ὥστε καὶ ὀλίγα ἐκ πολλῶν ἡμᾶς ἀπολεξαμένους ἐρεῖν, τούτου χάριν ἐμνήσθημεν, ἀλλ᾽ ὥστε μόνον ἅψασθαι, καὶ τὸ λεχθὲν ὑποδεῖξαι, σώζοντας εἶναι δηλονότι πανταχοῦ τοὺς τύπους καὶ τὰς σκιὰς τῶν ὕστερον ἐπὶ τῆς παρθένου δίχα παντὸς ἐπικαλύμματος λαμπρῶς ἐκφανθέντων. ἐπεὶ δ᾽ οἱ τύποι παρῆλθον καὶ ὑπεχώρησαν αἱ σκιαὶ, καὶ καθαρῶς ἡ ἀλήθεια γέγονεν ἐν ἀνθρώποις, δόξαν φέρουσα τῇ παρθένῳ πάντας οὐρανοὺς ἀποκρύπτουσαν καὶ ὑπεραναβαίνουσαν μὲν τὰς ἄνω λαμπρότητας, αὐτὰ δὲ κάτωθεν ἑαυτῆς σεραφὶμ καὶ χερουβίμ ἀφιεῖσαν, τις ἂν λόγος ἢ ποία γλῶσσα τῶν τοσούτων καὶ τοιούτων ἀπείρων καὶ φρικτῶν θαυμάτων ἐκδιηγεῖσθαι κατισχύσοι τὰ πλήθη; ἐγὼ μὲν οὖν δέδοικα μή ποτέ μοι καὶ τοῦτο κατάκριμα γένοιτο φέρον εὐθύνην, εἰ μὴ χερσὶ μόνον, ἀλλὰ καὶ χείλεσιν ἀνάγνοις τῇ θεοδόχῳ πρόσειμι κιβωτῷ, πόῤῥωθεν αὖθις ἑτέρου θαύματος ἀπειλοῦντος, ἅμα δὲ καὶ ἀπείργοντος τῶν μὴ καθαρῶν μηδένα τολμᾶν προσάπτεσθαι μηδὲ τῆς ἐν ταῖς σκιαῖς κιβω τοῦ· κἀκεῖνο τοῦ θεοῦ δικαίως ἀκούσαιμι λέγοντος· „ἵνα τί „σὺ, μήτε καθαρσίῳ τῶν ῥύπων χρησάμενος ἄνθρακι, καθ „ἡσαΐαν ἴσως, μήτε τὴν γλῶτταν ἀνεὶς τοῦ ἐπικειμένου βά„ρους τῶν πεδούντων κακῶν, ἐκδιηγῇ θαυμάσια, πρὸς ἃ μηδ ' „ἀγγέλων ἐξαρκεῖ φύσις; ἀπορεῖ καὶ γὰρ αὕτη κατανοοῦσα το „μέγεθος. τούτων με φοβούντων τῶν λογισμῶν, οὐκ ἔχω προσβῆναι τοῖς ἐφεξῆς. πλὴν, ὅτι διὰ σοῦ σέσωσμαι, μῆτερ θεοῦ, καὶ πεσὼν ἀνωρθώθην, καὶ συντριβεὶς ἀναπέπλασμαι, πῶς ἂν ὅλως λόγου δύναμιν ἔχων καὶ φωνήν τινα δυνάμενος ἀφιέναι, ἄλλο τὶ σπουδάσαιμι πρὸ τοῦ ταῦτα κηρύττειν; οὔκουν οὐδὲ τὸν τῆς σωτηρίας σιωπήσομαι τρόπον, ἀλλ᾽, ὡς ἐνὸν, ὑμνήσω. εἶχε μὲν ἡμᾶς δουλωσάμενος ὁ καὶ τὴν ἀρχὴν πλανήσας καὶ ἀποστήσας θεοῦ, καὶ δόξης μὲν ἐκείνης ὅθεν αὐτὸς ἐκβληθεὶς ἀπεῤῥίφη κληρονομεῖν μέλλοντας ἐν μηχαναῖς ἀπωσάμενος, πρὸς δ᾽ ἐσχάτης ἀτιμίας πάθη κατενεγκὼν, καὶ εἶχεν ἀφύκτοις ὡσανεὶ πέδαις δεσμεύσας, ὡς μηδ᾽ ἔχειν αὖθις ἡμᾶς ἐκλυθέντας τῆς αὐτοῦ τυραννίδος πρὸς τὸν δεσπότην ἀναδραμεῖν, καὶ θάνατον ἡμῖν ἐπέστησε φύλακα, καὶ καθεῖρξεν ἐν ᾅδου καὶ πύλαις σκότους κατησφαλίσατο. καὶ ἡμεῖς ἦμεν τῇ τούτου δυναστείᾳ καὶ τυραννίδι δουλεύοντες, μηδ᾽ αὐτῶν δὴ τούτων ἐν οἷς ἐσμὲν δηλονότι κακοῖς αἰσθανόμενοι, τῇ δ᾽ ἀπωλείᾳ συνευφραινόμενοι πάθη τιμῶντες ἦμεν ἐξ ὧν ἐπ᾿ αὐτὸν ἐτρέχομεν θάνατον, ἐλεεινοὶ τῆς ἀπάτης καὶ τῆς τοσαύτης ἀδοξίας· καὶ ταῦτα τίνες; οἱ τῆς εἰκόνος θεοῦ, ἐλεεινότεροι τῆς δουλείας καὶ τῆς τοῦ ἐχθροῦ τυραννίδος, πολλῷ δὲ πλέον ἄθλιοι τῆς ἀναισθησίας, ὅτι τὸν δημιουργὸν ἐγκαταλιπόντες φέροντες ἑαυτοὺς τῷ πολεμίῳ παραδεδώκαμεν· ὁ δὲ χειρωσάμενος ὅλους εἶλκεν ἀκολουθοῦντας προθύμως εἰς βάραθρα τὸ ἑαυτοῦ καταγώγιον. οὐ μὴν ἀλλὰ παριδεῖν μέχρι παντὸς οὐκ ἦν τοῦ ταῖς χερσὶ πλάσαντος καὶ τῆς ἰδίας μεταδόντος εἰκόνος καὶ τῆς τιμῆς· οὔκουν οὐδὲ παρεῖδεν, οὐδ᾽ ἀφῆκε τρόπον ὃν ἔφημεν δούλους ἀγομένους, οὓς μὴ μόνον ἐλευθέρους, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς ἁπάντων ἄρχειν προέκρινε· χωρεῖ δ᾽ ἐς αὐτοὺς καὶ τοῦ κρατοῦντος ἐξαιρεῖται, καταλύσας τὴν δυναστείαν, ἅμα δὲ καὶ τὸ τῆς ἀγνοίας διαλύσας σκότος ὑφ᾽ ᾧ κατεῖχε πλανωμένους ἡμᾶς· χωρεῖ δὲ πῶς; ἀλλ᾽ ἐνταῦθά μοι καὶ ὁ πᾶς λόγος, ἐπειδὴ καὶ πάντες τύποι καὶ σύμβολα καὶ οἱ προκηρύττοντες πόῤῥωθεν ἐνταῦθα πληροῦσι, τέλος ἔχοντες τὴν παρθένον. αὐτὸς καὶ γὰρ ὁ προαιώνιος τοῦ θεοῦ λόγος καταβὰς ἐν αὐτῇ, καθαρᾷ οἴσῃ καὶ ἀμώμῳ, καὶ τί δ᾽ ἄλλο ἢ τοῦ κατελθόντος ἀξίᾳ, σὰρξ γίνεται δ᾽ ἡμᾶς, φορέσας ταύτην ἐκ τῶν αὐτῆς ἀχράντων καὶ πανάγνων αἱμάτων, καὶ τὴν κατ᾽ εἰκόνα προλαβὼν φύσιν ὅλην φθαρεῖσαν μίγνυται ταύτῃ καὶ ἀναπλάττει τῇ κοινωνίᾳ, τοὺς ἰδίους αὖθις ἐπανασώζων πρὸς ἑαυτὸν καὶ οἰκειούμενος τοὺς ἀπωσθέντας τῇ ἁμαρτίᾳ. οὗτος ὁ τῆς ἡμετέρας σωτηρίας τρόπος· τοῦτο τὸ πάλαι καὶ προτυπούμενον καὶ προμηνυόμενον, - καὶ τοῖς προφήταις λαλούμενον φρικτὸν καὶ μέγα μυστήριον, θεὸς γενόμενος ἄνθρωπος, ἵνα σώσῃ τὸν ἄνθρωπον, θεὸς ἐν μήτρᾳ παρθένου καὶ σωματούμενος καὶ πλαττόμενος, καὶ χρονικὴν καταδεχόμενος γέννησιν, καὶ ὡς βρέφος δρώμενος καὶ βασταζόμενος ἀγκάλαις μητρὸς, ὁ τὰ πάντα πληρῶν καὶ μηδαμοῦ μηδόλως χωρούμενος. πρὸς ταῦτα τίνες ἀγγέλων, τίνες ἀρχαγγέλων οὐ κατεπλάγησαν; ποῖα σεραφίμ, ποῖα χερουβὶμ οὐκ ἐθαύμασεν ὁρῶντα τὴν τοσαύτην τοῦ θεοῦ κένωσιν καὶ τὸν τοσοῦτον αὖθις ὄγκον τῆς περὶ ἡμᾶς φιλανθρωπίας καὶ τῆς ἐπέκεινα πάσης ὑπερβολῆς ἀγαθότητος; τοιγαροῦν καὶ πᾶσαι τῶν οὐρανῶν δυνάμεις εὐθὺς ἀνύμνησαν, καὶ μεθ᾽ ἡμῶν δεῖν ἔγνωσαν στῆναι γενεαῖς ἁπάσαις τὴν παρθένον μακαριζόντων, καὶ μακαριζόντων ὁμοῦ μὲν αὐτῶν δὴ τούτων ἕνεκεν τῶν οὕτως ὑπερφυῶν αὐτῇ μεγαλείων γεγενημένων, ὁμοῦ δ᾽ ὅτι καὶ τὴν κοινὴν ἐλευθερίαν δ᾽ αὐτῆς ἡμῖν ὑπῆρξεν ἀπολαβεῖν, ἅμα δὲ καὶ τῶν καθεξῆς εὐεργεσιῶν χάριν, ἃς οὐ διέλιπεν οὐδ᾽ οὐ μήποτε λίπῃ διὰ παντὸς κατεργαζομένη. παραλαβοῦσα καὶ γὰρ ἡμᾶς ἰδίαν ὡσανεὶ κληρονομίαν, τοῖς τοῦ υἱοῦ αὐτῆς αἵμασιν ἀπὸ τῆς μοχθηρᾶς καὶ φαύλης δουλείας ἐξηγορασμένους, ἐκεῖνα καὶ πεποίηκεν ὑπὲρ ἡμῶν καὶ ποιεῖ, ὧν καὶ γέμει σύμπας ὁ βίος, ἐξαισίων ἀεὶ τελουμένων. ἐπειδὴ γὰρ ὁ κατὰ τῆς πρώτης ἡμῶν ἐπιχειρήσας ἐλευθερίας καὶ κακῶς αὐτὴν ἀφελόμενος τὴν ὅλην ἡμῶν καθύβρισεν ἀξίαν, ἀπαλλάττεται δ᾽ οὐδ᾽ αὖθις καὶ κατὰ τῶν δευτέρων ἀεὶ μηχανώμενος ἀμεινόνων ἐπὶ πολλῷ πρὸς δόξαν γεγενημένων, οὐδαμόθεν ἄλλοθεν ἡμεῖς ἐξάντεις τῶν αὐτοῦ ποικίλων μηχανημάτων, ἢ σὲ, παρθένε, πρόμαχον καὶ προστάτιν κραταιὰν κεκτημένοι, πανταχόθεν αὐτῷ περιτρέπουσαν τὰς ὁρμάς. ὁ μὲν γὰρ διπλοῦν ἐγείρει τὸν πόλεμον, τὸν μὲν ψυχῶν αὐτῶν καθικνούμενος καὶ ἀφανῶς ταύταις ἐπιβουλεύων, τὸν δὲ βάλλων πρὸς τὰ ἐκτὸς καὶ φανερὰν ἐν τούτοις πληρῶν τὴν ἀπέχθειαν· σὺ δ᾽ ἀλλ᾽ ἀπαντᾶς ἀμφοτέρωθεν ἐπίκουρος κραταιά, πάντα βοηθεῖν μὴ μόνον γε βουλομένη, ἀλλὰ καὶ ῥᾳδίως δεδυνημένη. ταύτῃ τοι καὶ βοηθεῖς προϊσταμένη καὶ προμαχοῦσα, καὶ πρὶν ἢ καθαρῶς ἡμᾶς αἰσθέσθαι τῶν ἐπιόντων κακῶν, τρέπεις, ταῦτα καὶ καταργεῖς. οὐ τοῦτο δὲ μόνον· ἀλλὰ καὶ πρὸς τὰς ἐπιβουλὰς ἐκείνου εἴ γε μηδὲν ἡμεῖς ἀντιπράττομεν, συμμαχοῦμεν δὲ μᾶλλον, αὐθαιρέτοις ὡσανεὶ κακοῖς περιπίπτοντες (ὁ δὲ παρειληφὼς ἑκόντας φθειρομένους ἄγει κατ ' ἐξουσίαν πρὸς ὅ τι καὶ βούλοιτο· βούλεται δὲ καὶ ἄγει πάντως ἐπὶ τὰ χείριστα), νεμεσᾷ μὲν θεὸς ἡμῖν, καὶ πρὸς ὀργὴν δικαίαν κεκινημένος βούλεται τὰς εὐθύνας ἐνδίκους εἰσπράττεσθαι· σὺ δὲ φθάνεις κἀνταῦθα γιγνομένη μεσῖτις, ταῖς μητρικαῖς καταδυσωποῦσα παῤῥησίαις, καὶ ὡς ὑπὲρ ἰδίων κατατείνεις τοὺς ἱκετηρίους, τὸ τῆς φύσεως συγγενὲς προβαλλομένη, ἅμα δ᾽ ἴσως κἀκεῖνα προβαλλομένη, ὡς αὐτὸν σπλάγχνοις ἐνεδέξω καὶ μαζοῖς ἔθρεψας καὶ γάλα ἐπότισας, καὶ πάθος αὐτοῦ τὸ τελευταῖον κατιδεῖν καὶ σταυρὸν ἠνέσχου, καὶ θάνατον καὶ πάνθ᾽ ὅσα ἑκὼν ἐκεῖνος δ᾽ ἡμᾶς τοὺς κατακρίτους ὑπέμεινε τῆς καταδίκης ἀπολυτρούμενος. τοίνυν καὶ κάμπτεις πρεσβεύουσα· εἶτα δίδως ἡμῖν ἀντ᾿ ὀργιζομένου φιλανθρωπευομένου πειρᾶσθαι θεοῦ· δίδως καὶ πάσχειν εὖ παρ᾽ αὐτοῦ καὶ δωρεὰς λαμβάνειν ἀνθ ὧν ἐμέλλομεν κακῶς πάσχειν καὶ δίκας δικαίας ἀποτιννύναι. οὐδὲ γάρ ἐστιν οὐδὲν οὐ μὲν οὖν, ὃ γε σὺ βουλομένη μή τι καὶ δεδύνησαι πρὸς εὐεργεσίαν ἡμῶν ἐκ θεοῦ κατατίθεσθαι· ἀλλ᾽ ἰσχύεις πάντα παντάπασι, καὶ νέμεις πολλῷ μᾶλλον καὶ ῥᾷον ἢ ὡς ἂν ἡμεῖς ἐπευξάμεθα. διὰ τοῦτο καὶ χορηγεῖς προκαταλαμβάνουσα τὰς αἰτήσεις, καὶ ἡμεῖς οἱονεὶ κατόπιν τῶν δωρεῶν ἥκομεν αἰτοῦντες, πάντων ὧν ἂν ἐν χρείᾳ γενοίμεθα καὶ πρὸ τῶν αἰτήσεων ἡμῖν διὰ σοῦ γιγνομένων. καὶ τοίνυν περὶ τῶν συμφερόντων ἐστὶν ὅτε κακῶς ἡμῶν βουλευομένων, ἅτε καὶ κακῶς ἐπεγνωκότων καὶ πραγματευομένων, αὐτὴ ταῦτα πράττεις ἀρίστως οἰκονομοῦσα, καί γε τὸν πλοῦτον τῆς φιλανθρωπίας ἐν τούτῳ πλέον ἀποφαίνεις, ὅτι περὶ ὧν ἡμεῖς οὔτ᾽ οἴδαμεν οὔτ᾽ οὐδὲν αὐτοῦμεν, ἐστὶ μὲν οὖν ὅτε καὶ βουλόμεθα τὰ χείρω, σὺ τούτοις ἡμᾶς βιάζῃ καὶ πάνυ τὶ ποιεῖς κεχρῆσθαι, λυσιτελέσιν οὖσιν ὡς ἀληθῶς κεχρῆσθαι, ἄκοντας ὡσπερεὶ τον τρόπον τοῦτον εὐεργετοῦσα, εἰ καὶ μετὰ τὴν αἴσθησιν ἡμεῖς ἀγαπῶμεν ἐν πείρᾳ τοῦ καλοῦ γεγονότες. καὶ νοσημάτων τοίνυν ἀπαλλάττεις, τὰ μὲν πόῤῥωθεν ἀναιροῦσα ὡς μηδ᾽ ἐν αὐ τοῖς ἡμᾶς μηδέ γε τὴν ἀρχὴν ἁλῶναι, μέλλοντας ἤδη ἀπροόπτως ἁλῶναι· τῶν δὲ καὶ συμπεσόντων τὸ βλαβερὸν ἐκτρέπεις· εἰ δέ τινα τούτων καὶ κατίσχυσεν ἐν δυναστείᾳ, σοῦ τάχα τὴν πίστιν ἡμῶν δοκιμαζούσης, καὶ ὁ κίνδυνος καταφανής ἧκε πάσης ἐπινοίας καὶ ἰατρῶν τέχνης κρείττων καὶ τῶν δοκούντων ἰσχυρῶς ἐν τοῖς τοιούτοις βοηθεῖν δύνασθαι, ἀλλ᾽ ἡμεῖς ὡς ἐπὶ σὲ μόνην ὅλαις ἐλπίσιν, ὅλοις ὀφθαλμοῖς καθαρῶς εἴδομεν, εὐθὺς (ὦ πολλῆς καὶ μεγάλης καὶ πάντα δυναμένης ἰσχύος! ὦ θερμῆς ἐπικουρίας! ὦ ταχίστης τῶν κακούντων ἀπαλλαγῆς!) ἀνιστᾷς μὲν ἡμᾶς νεκροὺς κειμένους καὶ πλὴν ἀναπνοῶν ὀλίγων ἀμυδρῶν τινων καὶ τούτων τὸ ζῆν ὅλον ἐκλελοιπότας, φυγαδεύεις δὲ νόσους ἀνηκέστους, καὶ πάθη κραταιὰ διαλύεις μηδενί τινι τῶν ἄλλων μηδαμῶς εἴκοντα. ὅθεν καὶ οἱ τῆς ἑσπέρας ἐν κλαυθμῶνος ἡμεῖς σκηνοῦντες πρωϊνοί τινες αὖθις ἥκομεν ἐν ἀγαλλιάσει τρυφῶντες, καὶ διπλᾶ χαίρομεν, ὅτι τε μηδὲν οἷον ἐκ τῶν συνενεχθέντων εἰκὸς ἐπὶ τέλους κεκράτηκε, καὶ ὅτι διὰ σοῦ τὴν σωτηρίαν εἰλήφαμεν, ἔχοντες κἀπὶ τοῖς ἑξῆς οὐχ ἥκιστα θαῤῥεῖν ὡς οὐδὲν ἡμᾶς οὐδ᾽ αὖθις οὐδαμῶς βλάψει, σοὶ διὰ παντὸς προσανέχοντας. καὶ μὴν ταῦτα μὲν κοινὰ πᾶσι καθ ' ἕνα καὶ κατὰ καιρὸν ὡς εἰπεῖν ἐνεργούμενα· ἃ δ᾽ ἐν ἐμοὶ διαφερόντως, πῶς ἂν εἰπὼν ἀποχρώντως ἂν εἴποιμι; ἐπιλείψει μὲ διηγούμενον ὁ χρόνος, καὶ μὴ ὅτι γε κατὰ μίαν γλῶσσαν, ἀλλ᾽ οὐδ᾽ ἂν μυρίαις ὅσαις ἀπομερισαίμην, ὥστ᾽ ἄλλην ἔχειν ἄλλα διεξιέναι. πλὴν ὅτι καὶ τὰ πρὸς ἕκαστον ἐμοὶ σαφῶς διαφέρει, ἐστὶν οἶμαι τῶν ἁπάντων οὐδεὶς ὃς ἐπὶ τούτῳ διπλῆν ἔχει γνώμην. καὶ γὰρ τὸ τε σχῆμα καὶ ὁ τῆς ἀρχῆς λόγος εἰσποιεῖται πάντας, ὅ τ᾿ ἐμὸς τρόπος, καὶ ὑμεῖς ἴστε πάντως ὡς ἐπὶ παντὶ κάμπτομαι συμφοραῖς κεχρημένῳ, καὶ τουναντίον αὖθις εἰσποιοῦμαι τὴν χάριν, εἴ τις εὖ ἔχων ἀπαλλάττοιτο θείας προμηθείας ἠξιωμένος. διά τοι τοῦτο καὶ πλέον τῶν ἄλλων ἁπάντων αὐτὸς ἀνθομολογεῖσθαι τῇ μητρὶ τοῦ θεοῦ δίκαιος, ἢ μᾶλλον, ὅσον εὐχαριστίας ἀνθ᾽ ὧν ἔφημεν καὶ πολλῶν ἑτέρων (οὐ μὲν οὖν εἴποι τὶς ἂν ἡλίκων καὶ ὅσων) κοινῆ πᾶσιν εἰς ἀναγκαίαν ὀφειλὴν ἔρχεται, τοῦτ᾽ ἔμοιγε μὴ τὸ πᾶν μόνον, ἀλλὰ καὶ πολλῷ πλείονος ἐν προσθήκῃ προσόντος κατὰ τὸν ἴσον ἔρχεται λόγον, καὶ εἰ μὴ πρὸς ἀξίαν, ἀλλ᾽ οὖν ἀποτιννύναι τὰ δυνατὰ, τοῦτ᾽ αὐτὸς οὐκ ἂν ἀγνωμονήσαιμι. πλατυνομένῳ μοι δὲ τὴν καρδίαν εἰκότως πλατυνθήσεται καὶ τὸ στόμα, τοῖς εὐχαριστηρίοις ὡς γοῦν ἐφικτὸν ἐπιθέμενον, ἐπεὶ καὶ τοῦτο πόσον ἐν ὁπόσοις εὗρον ἐγὼ στενοῦσιν ἀνιαροῖς, εὐρυχωρίαν δηλονότι ψυχῆς καὶ καρδίας πλατυσμόν. ἐμεγάλυνὰς μὲν ἡμᾶς καὶ εἰς θρόνον τοῦτον, καὶ μοῖραν ταύτην τὴν ὑψηλὴν καὶ πασῶν τῶν ἄλλων κρατοῦσαν ἐξ αὐτῶν σπαργάνων ἐνεβίβασας φέρουσα, καί γε διὰ τῶν εὐθυμοτέρων ἀεὶ τὸν βίον ἰθύνειν, τοῦτο σὸν ἐξ ἀρχῆς βούλημα, καὶ εἴχομεν ἂν οὕτω τοῖς δεξιοῖς συνόντες καὶ τῶν ἀριστερῶν ὑπ᾽ οὐδενὸς ἂν οὐδ᾽ ὁπωσοὖν ἠνωχλήθημεν, εἴ γε τοῦ σοῦ θελήματος ὀπίσω καὶ μὴ τῶν καρδιῶν ἡμῶν ἐπορεύθημεν· ἐπεὶ δὲ τῆς τῶν καλῶν εὐθείας ἐκτραπέντες πρὸς ἃ μὴ προσῆκον ἐστράφημεν, ἧκεν εἰκότως ἐνοχλοῦντα τὰ λυπηρά· καὶ γοῦν ἡμεῖς ἐν ἀθυμίαις ὑπὸ τῶν ἰδίων ὡσανεὶ σειρῶν συσφιγγόμενοι, καὶ ταῖς δυσχερείαις· ἐπιστυγνάζοντες, ὧν τῆς λύσεως οὐδ᾽ ἐν ἐλπίσιν οὐδαμοῦ φαινομένης, αὐτὴ πρὸς τὰς δυσκολίας ἀπαντᾶς, καὶ διωσαμένη τὰς ἀνάγκας, ἐπειδὴ καὶ πᾶς εἴκει σοι τῶν τοιούτων θεσμὸς, ῥᾴοσὶν ἡμᾶς ποιεῖς κεχρῆσθαι τοῖς πράγμασι, καί γε βελτιόνων αὐτῶν δὴ τούτων ἀποπειρᾶσθαι τῶν πρὸ τοῦ δυσχερῶν. οὐ μὴν ἀλλ᾽ ὁ λόγος ἐνταυθοῖ γενόμενος ἐπ᾿ αὐτὰ σαφῶς ἧκε τὰ καθ ' ἑκάστην ἐναργῆ τελούμενα θαύματα, πρὸς ἐπικουρίαν μὲν ἡμῶν, θραῦσιν δὲ τῶν ἐπιόντων (πόσων ἂν εἴποιμι;) πάνυ μὲν οὖν πλείστων καὶ πανταχόθεν βαλλόντων ἐχθρῶν. κινοῦνται μὲν γὰρ ἀπὸ πάσης σχεδὸν ἀνιστάμενοι γῆς· καὶ κινοῦνται οἱ μὲν τὴν ἰδίαν ἀσέβειαν πρόφασιν ἔχοντες, οἱ δὲ μηδὲν ἕτερον ἐγκαλοῦντες ἢ ὅτι χρηστά τινα τὰ ἡμέτερα (χορηγίαι ταῦτα πάντως καὶ δῶρα σῶν χαρίτων) καὶ πλήττει τούτους ἡ τῶν ἀγαθῶν εὐθηνία. εἰ μὲν οὖν ἀπὸ μέρους ἡμῖν ἐπῄεσαν, τὰ μὲν ὡσανεὶ διενοχλοῦντες, τοῖς δ᾽ ἦττον ἐπιβουλεύοντες, τάχ ἂν καὶ μικρὸν ἢ οὐδὲν ἡμῖν ἦσαν πρᾶγμα πρὸς ἄμυναν ἀντεπιοῦσι· νῦν δ᾽ ὅτι πάντες κύκλῳ κατὰ ταὐτὸν περιῤῥέουσι καὶ πᾶσι προσπαλαίουσι μέρεσι καὶ δεινὰ μελετῶσιν, ἅμα δὲ καὶ πρὸς ταυτὶ παρεσκευασμένοις οὐδέν ἐστιν αὐτοῖς πλέον τῆς παρασκευῆς καὶ μελέτης, περιτρέπονται δὲ μᾶλλον αὐτοῖς βουλεύ μασι καὶ ταῖς παρασκευαῖς συμφθειρόμενοι, τίς ἐστιν ὁ ταῦτα δρῶν καὶ πρὸς τὸ κρεῖττον ἡμῖν μετασκευάζων; τίς ὁ τὴν ἡσυχίαν ἡμῶν ἐν τοῖς πλείστοις ἀγόντων προπολεμῶν, καὶ τρόπον τὸν εἰρημένον τοὺς ἐχθροὺς ἀμυνόμενος; τίς ὁ καὶ καθεύδουσιν ἡμῖν ἐφιστάμενος φύλαξ διὰ παντὸς ἄγρυπνος, καὶ ταῖς ἐμ μόνοις ἐπιστασίαις τὰς ἐπερχομένας βλάβας ἀπείργων; τίς ὁ σιδηροῦν περιτιθεὶς τεῖχος, καὶ τόξα τεινόμενα καὶ ῥομφαίαν ἐρχομένην ἐν αὐτῷ συντρίβων καὶ πάσας μηχανὰς ἀπωθούμενος; τίς ὁ πάλιν αἴγυπτον μαστίζων καὶ πατάσσων πρωτότοκα, καὶ πληγὰς ἐπάγων ἀριθμουμένας, καὶ βυθίζων φαραώ, καὶ καθαιρῶν ἐθνῶν ἔπαρσιν, καὶ περισώζων ἰσραὴλ κλῆρον ἴδιον; Γ τις (ἵνα μὴ μηκύνω καθ᾽ ἕκαστον λέγων) ὁ τὰς πολλὰς ταύτας καὶ μεγάλας ἐνεργῶν δυνάμεις; καὶ τίνες ἡμεῖς, ὅτι τὰ τοσαῦτα καὶ τοιαῦτα δι᾽ ἡμᾶς θαύματα; ἐγὼ μὲν εἶπον εἰς ἐμαυτὸν βλέψας· ἀπέστρεψας ἐξ ἡμῶν καὶ οὐκ ἔτι οὐ μὴ προσθῇς εἰς οἰκτιρμοὺς βλέψαι· σὺ δ᾽ εἶπας· οὐ μὴ ἀνῶ, οὐδ᾽ οὐ μή ποτε ὑμᾶς ἐγκαταλίπω, οὐδ᾽ ἀποστήσω τὸ ἔλεός μου ἀφ᾽ ὑμῶν, διὰ μητέρα καὶ παρθένον ἐν ἱκεσίαις ἀεὶ τὸ συμπαθές θερμῶς ἐκκαλουμένην. τοίνυν οὐδ᾽ ἀφιστᾷς· ἀλλ᾽ ἐκεῖνα κἀνταῦθα πάντα σχεδὸν ὁμοῦ τὰ πάλαι θρυλλούμενα, ὧν καὶ ὁ λόγος προλαβὼν ἐμνήσθη, καὶ καθεξῆς πλείω προστίθης, ὡς καὶ μηδὲν ἔλαττον ἐκ τῶν νῦν ἢ τῶν πάλαι, πολλῷ δὲ μᾶλλον, τὴν σὴν θαυμάζεσθαι κραταιὰν χεῖρα. καὶ γοῦν ἐσμὲν ἡμεῖς λαὸς ἠλεημένος, χορηγὸν τῶν οἰκτιρμῶν αὐτὴν ἔχοντες τὴν παρθένον. ἐπεὶ δὲ τοῦτ᾽ ἐσμὲν, ἔδει μὲν ὑμᾶς, ὦ νῦν τε παρόντες καὶ τοῖς χρόνοις ὕστερον συνεσόμενοι τῷ λόγῳ (πάντως γὰρ οὐδ᾽ ὑμᾶς τοὺς μεθ᾽ ἡμᾶς ἀνθρώπους ἐπιλείψει τὰ θαύματα) καὶ χρήματα πάντα προσφέρειν καὶ καρποφορεῖν πάντα πράγματα, φειδομένους μηδενὸς ὧν ἔχομεν, ὅτι μηδ᾽ ἡμῶν οὐδὲν ἴδιον, ἀλλ᾽ ὅσον ἂν προσενέγκωμεν ἀπειληφότες κομίζομεν. καὶ ἀπόδοτε πᾶς εἰ καὶ μὴ τὸ πᾶν, ἀλλ᾽ ὅσον μὴ τῆς προσηκούσης εὐγνωμοσύνης δοκεῖν καθάπαξ ἀπολελεῖφθαι. ὁ δὲ παρὼν οὐ τοῦτο βούλεται λόγος, ἀλλ᾽ ἕτερον τρόπον τὴν προσαγωγὴν εἶναι· τίνα δὴ τοῦτον; ὕμνους, εὐχαριστίαν, τὰ δυνατὰ πᾶσι, πάντας ἀποτιννύναι, μάλιστα μὲν καὶ κατὰ πάντα χρόνον, ἅτε καὶ τὰς εὐεργεσίας κατὰ πάντα τοῦτον κομιζομένους· εἰ δ᾽ οὖν (ἀλλὰ τοῦτο μὲν εἰς γνώμην ὑμῶν ἀνεῖται), ἀλλ᾽ ὅ γε νῦν ἡμεῖς θεσπίσαι δεῖν ἔγνωμεν.
1
pr.Μὴν μὲν οὗτος ἤδη προσάγει, καθ᾽ ὃν τὸ τῆς κοιμήσεως εἴτουν μεταστάσεως ἢ πρὸς τὸν υἱὸν ἐν οὐρανοῖς ἐνδημίας ἢ ὅ τι τοιοῦτό τις ἕτερον τὴν ἑορτὴν βούλοιτο λέγειν, ἐνεργηθὲν φαίνεται τῇ παρθένῳ· καὶ ἡμεῖς κατ᾿ ἔθος πάλαι κρατῆσαν ἐν μιᾷ δή τινι τῶν ἡμερῶν μέσῃ τοῦ μηνὸς πανηγυρίζομεν, νηστείᾳ τὰς πρὸ αὐτῆς πρότερον ἁγνισθέντες. κἀγὼ τὸν τῆς νηστείας ἐπαινῶν νόμον, οὐ πάνυ τὶ τὸ λοιπὸν ἀποδέχομαι, μίαν μόνην ἀποκεκληροῦσθαι τῇ πανηγύρει πρὸς τὰς παννύχους ὑμνῳδίας ἡμέραν. ἀλλά τοι μίαν εἶναι τὴν ἑορτὴν, ἐφ᾽ ὅλας μεριζομένην τὰς ἀπ᾿ ἀρχῆς τοῦ μηνὸς μέχρι τῆς νῦν διαφερόντως γε τιμωμένης καὶ δὴ τῆς τελευταίας, τοῦτο δεῖν οἶμαι καν τῷ παρόντι βούλομαι νομοθετῆσαι. καὶ πᾶς τις πάντως τὸν νόμον ἐρεῖ δίκαιον, ὁ καὶ ποσῶς γοῦν ᾐσθημένος ὧν αὐτοὶ ἀκαταπαύστων ὕμνων διὰ παντὸς ὀφείλομεν τῇ παρθένῳ, ἅμα δὲ καὶ τοῦ μεγέθους τῆς ἑορτῆς ἠσθημένος. τοιγαροῦν, ὅπερ ἔφην, οὐκ ἄλλη μὲν ἀρχὴ τοῦ μηνὸς, ἄλλη δ᾽ ἔσται τῆς πανηγύρεως, οὐδὲ νηστεύσομεν πλέον ἢ τοῖς ὕμνοις τρυφήσομεν· ἀλλ᾽ ὁμοῦ ταῦτα, καί γ ' ἐπὶ πλέον τὰ τῆς ἑορτῆς ἔσται καὶ ποῤῥωτέρω, κἀκεῖ δήπου καὶ παύσεται ὅπου καὶ μὴν ὁ πᾶς ἰὼν παύσεται, ὡς εἶναι δὴ τοῦτον εἰπεῖν ὅλον ἱερομηνίαν, καὶ μίαν δῆτα καὶ τὴν αὐτήν. ἅμα τε πρώτην τοῦ μηνὸς καὶ δυοῖν τῶν ἄλλων, τῆς ἑορτῆς, τῆς νηστείας, πρώτην εἰσόμεθα, οὐδὲν ἀποφερομένην τῶν ἐφεξῆς ἔλαττον, οὐδ᾽ αὖ τῆς ἐν ᾗ τὸ μυστήριον οὐδέ γε τῆς ἐσχάτης, ὕμνων χάριν καὶ τῶν ἄλλων τῶν προσηκόντων τῇ πανηγύρει, ἀλλ᾽ ὁμοτίμως ταύτῃ πάντα τετελεσμένην. ὃ δέ φημι περὶ τῆς πρώτης, τοῦτ᾽ ἐσεῖται καὶ ταῖς λοιπαῖς κατ᾽ ἴσον τρόπον ἀπονενεμημένον, μηδὲν τῶν γιγνομένων μηδ᾽ αὐτῶν ἐλλειπουσῶν, μήτε τῆς μέσης καὶ κυρίας, μήτε τῆς ἧς εἰρηκότες ἐσμὲν ἐσχάτης τῶν ἑορταζόντων. οὐδὲ γὰρ μᾶλλον πολλάς τινας ταύτας τὴν ἑορτὴν διαιρούσας, ἢ μίαν εἶναι τῆς ἑορτῆς συναπτούσης ὁ ἐμὸς βούλεται νόμος, ὃν ἡ βασιλὶς αὕτη καὶ τῶν ἄλλων ἁπασῶν κρατοῦσα τιμήσασα πόλις τῇ πολιούχῳ κράτιστον ἐν χρόνῳ τῷ παντὶ φυλάξει, καί γε κατὰ χορείας τὴν ἑορτὴν διελομένη, τῶν μὲν μοναστῶν, τῶν δ᾽ ἱερέων, μηδὲ τῶν λοιπῶν τῶν ἐξ ἁπάσης μοίρας ἀπολιμπανομένων (ὑπὲρ γὰρ κοινῶν τῶν εὐεργετημάτων κοινὴν εἶναι δεῖ πάντως καὶ τὴν εὐχαριστίαν), τὴν μὲν ἐν τῷδε τῶν νεῶν διανυκτερεύουσα ταῖς προσευχαῖς καὶ τοῖς ὕμνοίς, πρώτῳ δὴ τῶν ἄλλων, ὅποι καὶ ἡ τῶν θαυμάτων αὐτουργὸς ἀφ᾽ ἑτέρου πάλιν θαύματος ἐξ᾽ ὁδηγῶν καλεῖται, τὴν δ᾽ ἐν ἑτέρῳ καὶ καθεξῆς ἐν ἄλλοις· ἣν δὲ μέσην ἔφημεν καὶ τοῦ γε μυστηρίου ἐνταῦθα δὴ τελέσει, ἔνθα δὴ καὶ ὡς ἐν ἐπιγείῳ δή τινι στερεώματι η οὐρανῷ δευτέρῳ, ἢ ὅ τί τις τοιοῦτον ὑψηλὸν καὶ μέγα καὶ μέγιστον ἀγαπᾷ λέγειν οὐκ ἔξω που τῆς ἀληθείας λέγων, ἔνοικός ἐστιν ἡ τοῦ θεοῦ σοφίας· τὴν δ᾽ εἰς τέλος ἰοῦσαν καὶ τελευταίαν τοῦ μηνὸς ὁ ἐν βλαχέρναις φαιδρὸς φαιδρῶς ὑποδέξεται νεώς. ᾿Αλλὰ μὴν ἡμῶν οὕτως ἐπεγνωκότων τὴν ἑορτὴν τιμῆσαι, ἢ μᾶλλον τὸν τρόπον τοῦτον ἐν πλείοσι τῶν ἡμερῶν ἡμᾶς καθαγιάσαι, ἐστὶν ὅστις οὐκ ἀσπάζεται τὸ δεδογμένον, οὐδέ γε κράτιστον εἶναι βούλεται, καὶ πρὸς τὴν ἀκοὴν εὐθὺς ἀνίσταται τὴν ψυχὴν, πρόθυμος ὢν τρέχειν καὶ συντελεῖν πᾶν τῇ πανηγύρει, τό γε αὐτῷ προσῆκον; ἐγὼ μὲν οὐκ οἶμαι· ἀλλά τοι καὶ τουναντίον ὑπὲρ πολλῶν δηλονότι τῶν ὀφλημάτων μικρὰν ἢ οὐδεμίαν εἶναι τὴν ἔκτισιν ὅ γε φιλέορτος ἐρεῖ καὶ περὶ τοῦ παρόντος εὖ ἐσκεμμένος· ἅμα δὲ καὶ οὐδὲ προσάγειν μᾶλλον ἡμᾶς εἶναι φήσει τόνδε τὸν τρόπον ἢ μεγάλων δή τινων ἀξιουμένους εἶναι· ποίων δὴ τούτων; ὁμιλίας θεοῦ, κοινωνίας ἀγγέλων σὺν ἡμῖν ὑμνούντων, ἀποστόλων συμφωνίας μεθ᾽ ἡμῶν ἑορταζόντων, πάντων τῶν καλλίστων, ὅσα δὴ τοῖς τοιούτοις εἰς ταὐτὸν ἥκειν ὁ πνευματικὸς οἶδε λόγος. καὶ ἵνα τί μὴ μακρότερον, ἴσως ἂν εἴποι τὶς, καὶ διὰ παντὸς εἴπερ ἐφικτὸν ἦν τοῦ βίου τῶν καλῶν τῶνδε μεθέξομεν, στενοχωρήσομεν δ᾽ ἐν οὕτω βραχεῖ χρόνῳ τὸν τῆς ἑορτῆς χρόνον, φθονοῦντες ὥσπερ ἑαυτοῖς τῆς πλείονος ἀπολαύσεως; τοῦτ᾽ οἴδαμεν καὶ ἡμεῖς, καί γε τὴν πανήγυριν ἐς μήκιστον ἀποτεῖναι πολὺς ἡμῖν ἐγένετο λογισμὸς, καθυφήκαμεν δ᾽ αὖθις τῶν πολλῶν χάριν, ὡς ἂν δὴ πάντες ἴσης ὡσανεὶ τῆς προθυμίας ἐξημμένοι καὶ εἰσοίσουσι κατ᾽ ἴσον, τοῦ ῥᾴστου πᾶσι νενομοθετημένου. εἰ μὲν γὰρ χρημάτων θησαυροὺς κενοῦν ἔδει ἢ πόνους ἀνῃρῆσθαι, μεγάλης δή τινος ἰσχύος ἔργα τῆς ἐνούσης μικρᾶς οὔσης, ἐξέκλινεν ἄν τις ἴσως, τὸ μὴ δεδυνῆσθαι πρόφασιν ἔχων· νῦν δ᾽ οὐδὲν τῶν τοιούτων· ἀλλ᾽ ὅπερ ἔφημεν, ἁγιασμοῦ καὶ τρυφῆς μετουσία καὶ φαιδρᾶς πανηγύρεως, ἧς ἀπολειφθῆναι μὴ ὅτι γε ῥαθυμίας, ἀλλ᾽ οὐδ᾽ αἰσθήσεως ὑγιοῦς, οὐδ᾽ αὖ εἰδότος ἐν οἷς ἐστιν ἀπόνως μετὰ τοῦ καλοῦ γίγνεσθαι. καὶ τοί γε καὶ πόνων εἴπερ ἔδει καὶ συχνῶν καμάτων ὑπὲρ τίνος ἂν μᾶλλον δικαιότερον ἢ καὶ λυσιτελέστερόν τις ἐνίδρωσεν, ἢ ἐν τῷδε καὶ ὑπὲρ ὃ πέφυκε προθύμως ἐπεκτεινόμενος; εἰ γὰρ καὶ μικρῶν ἕνεκεν καὶ φαύ λων ἐστὶν ὅτε πραγμάτων ὑπερμοχθοῦντας κατιδεῖν ἔστιν ἐνίους, καὶ κλέπτει τὸ δοκοῦν κέρδος τῆς ταλαιπωρίας τὴν αἴσθησιν, ποίας οὐχὶ μέμψεως ἄξιοι, οὓς τὸ μὴ θελῆσαι μόνον τὸ τῆς πανηγύρεως λαμπρὸν ἐζημίωσε. καὶ οὐ τοῦτο λέγω μηδένα μὴ δεῖν ἀπὸ πάσης τῆς ἑορτῆς ἐκ πάνυ τὶ πίπτειν ῥᾳθύμου ψυχῆς, ὅτι μηδ ' οἶμαί τινα τῶν ἁπάντων ἐς τοσοῦτον ἀγνωμοσύνης ἐλθεῖν, οὐδ᾽ αὖ ὥσπερ ἐν νεκρότητι ζῆν αἱρεῖσθαι καὶ ἀναισθήτως ἔχειν πρὸς ἅπαν καλὸν, ὥσθ᾽ ὅλην ἀπὸ νάρκης καὶ παντελοῦς ἀκινησίας φυγεῖν τὴν πανήγυριν· ἀλλὰ τὸ μὴ διὰ πάσης ἢ, τὸ γε δεύτερον, μὴ διὰ τῆς πλείονος ἱκέσθαι σπουδάσαι, τοῦτ᾽ ἐν αἰτίᾳ καὶ ὡς ἔγκλημα τοῦ λοιποῦ τοῖς κατοκνήσασι γίγνεσθαι τὸ παρὸν βούλεται ψήφισμα. τάχα δὲ καὶ ἀγανάκτησιν ἐπανατείνεται, οὐχ ἥττω δὴ τούτοις ἢ τοῖς ἐπὶ τὸ δεῖπνον ἐν εὐαγγελίοις κληθεῖσιν, εἶτα παραιτησαμένοις ἐπὶ προφάσεσιν, ἀγροῦ θεωρίᾳ καὶ γάμῳ γυναικὸς καὶ ζευγῶν πέντε νεωνήτων δοκιμασίᾳ. καὶ γὰρ ὥσπερ ἐν ἐκείνοις οὐκ εὔλογος ἡ παραίτησις, οὐδ᾽ ἐνταῦθ᾽ εὔλογος, κἂν ὁποίαν τὶς ὡς ἐξαρκοῦσαν ἐξαιρεῖσθαι προβάλλοιτο, οὐδενὸς ὄντος μήτε λυσιτελεστέρου, μήθ ' οἷου μεθέλκειν ἰσχυροτέρου καὶ πρὸς ἑαυτὸ στρέφειν τὸν γοῦν μετ᾿ αἰσθήσεως εἰς τὴν ἑορτὴν ἐπειγόμενον. τί γὰρ ἂν ταύτης καὶ γένοιτό ποτε τιμιώτερον; ἢ τί πλείω τὴν ὄνησιν φέρον, ἢ τῷ τῶν ὅλων κατ ' ἴσον μετὰ τοῦ λυσιτελοῦντος ἅμα προσέσται πολὺ καὶ τὸ χάριεν; ὥστ᾽ ἢ τὸ κέρδος έλ-· κέτω σε πάντων ὂν μεῖζον καὶ πολλῷ μεῖζον τῶν ἐφ᾿ ἃ σπουδάσεις ἐνασχολούμενος, ἢ μὴ δυνάμενος πρὸς τοῦτο καθαρῶς βλέψαι ἀοράτως ἐρχόμενον, γενοῦ τῆς τρυφῆς καὶ τοῦ κάλλους τῶν ὁρωμένων, χορούς ἱερέων βλέπων, χορούς μοναστῶν, ὁμηγύρεις ἄλλας τὴν παρθένον ὑμνούντων, πάντων τὴν εὐταξίαν, τὸ σεμνὸν πάντων καὶ τὴν πρὸς τὰ οὐράνια μίμησιν. ἃ δὲ καὶ θεῖα καὶ ἱερὰ μέλη καὶ ᾄσματα τὰς αἰνέσεις πληροῦντα κοσμοῦσι τὴν ἑορτὴν, ποίαν ἡδονῆς ὑπερβολὴν ἀπολείπει; ἢ τίς - ἀπὸ τῶν τοιούτων ἀκουσμάτων ἅμα καὶ θεαμάτων στραφεὶς, ἑτέροις ἀγαπήσει μᾶλλον ὡς δή τισι λαμπροῖς ἡδέως προσανέχειν, ἢ τούτῳο; τῶν ἁπάντων οὐδείς. καὶ δή μοι λοιπὸν δεῦρο πᾶς τῆς ἑορτῆς μετέχων ἐν αὐτῇ τὰ εἰκότα τελέσθητι, ἁγνίσθητι τῇ νηστείᾳ, δ᾽ ἐγκρατείας καθάρθητι, ταῖς προσευχαῖς ἁγιά σθητι· πάντ᾽ ἔστω σοι πνευματικά, πνευματικῆς οὔσης τῆς πανηγύρεως. εἰ βούλει δὲ, καὶ προσκίρτησον τῆς κιβωτοῦ, καὶ χόρευσον ἐν ἀγαλλιάσει, καθηγεμόνι τῶν ἁλμάτων τῷ δαυίδ χρώμενος. κἂν τελῆς εἰς ἔσχατα γῆς, μετὰ τῶν ἀποστόλων δράμε· πείθομαι γὰρ αὐτοὺς καὶ πάλιν, μόνον μὴ φαινομένους, ἀθρόους ἀφῖχθαι καὶ συνεργάζεσθαι τοὺς ὕμνους, ὡς πάλαι ποτ ' αἴφνης ἐκ περάτων γῆς συνελθόντες ἦσαν τοὺς ἐξοδίους. μὴ γοῦν ἀπολειφθῇς τῶν κορυφαίων, μηδὲ κατόπιν τῆς χορείας μηδὲ κλεισθέντος τοῦ νυμφῶνος ἔλθῃς, ἐν ᾧ δηλονότι ταῦτα τῶν ἱερῶν τελεῖται, μὴ μείνῃς ἔξωθεν κρούων, εἶτα σεαυτὸν ταλανίζων ὅτι τῆς χαρᾶς ἀπεκλείσθης. ἴθι σπουδαῖος τὴν καλὴν ἅμιλλαν ἁμιλλώμενος καὶ προτρέχων τῶν ἄλλων, καὶ ζημίαν εὖ εἰδὼς τῇ τοῦ θεοῦ μητρὶ δεύτερος ὀφθῆναι. εἴ τι τῶν ἑτέρως λαμπρῶν, μηδὲν δ᾽ οἵων ἀπόνασθαι χρησίμων, ἅτε καὶ ταχὺ φθειρομένων, ἀπατώντων δ᾽ ὅμως ὡς δή τινων τιμίων, προὔκειτο μεταλαγχάνειν, οὐκ ἂν ἠνέσχου μὴ πρότερος τῶν ἄλλων δοκεῖν μεταλαγχάνειν· νῦν δὲ τοσοῦτον ὄντος πολλῷ τιμιωτέρου τοῦ γιγνομένου κέρδους, ἄλλῳ τινὶ παραχωρήσεις ἔμπροσθεν καταλαμβάνειν; μὴ σύ γε πάντως ὁ φιλόθεος καὶ φιλέορτος καὶ τῶν καλῶν ἐπιγνώμων· ἀλλ᾽ ἐν αἰσθήσει τῶν παρόντων γενόμενος ταχὺς σύνεσο τοῖς τελουμένοις. νῦν κοινὴ πανήγυρις ἐπουρανίων καὶ τῶν ἐπιγείων. νῦν ἄνωθεν ἄγγελοι κατιόντες μεθ᾽ ἡμῶν μίγνυνται τῶν ἀνθρώπων· νῦν ἄνθρωποι προσιόντες εἰς ταὐτὸν ἥκουσι τοῖς ἀγγέλοις, καὶ μιᾶς δή τινος ὡς ἐπὶ χορείας ἓν ᾄδουσι μέλος τὴν παρθένον ὑμνοῦντες. νῦν καὶ χριστὸς μέσον τῶν ἑορταζόντων γενόμενος, ὧν οὐδὲν οὐκ ἐστὶν οὐ μὲν οὖν εἰπεῖν μεῖζον, εὐλογίαις ἀμείβεται τὴν παρθένον. νῦν αὐτὸς ὁ θεὸς ἐπιστὰς τὴν μητέρα μετακαλεῖται, καὶ τὴν παναγίαν ταύτης ψυχὴν ἐν τοῖς κόλποις ὑποδεξάμενος εἰς οὐρανοὺς ἀναφέρει, προπεμπόντων ἀγγέλων καὶ τὰς αἰνέσεις πληρούντων. νῦν ἡ παρθένος καὶ τῷ σώματι μεθίσταται· μὲν ἡμῶν, οὐκ ἀφίσταται δὲ, φρουρεῖ δ᾽ ἄνωθεν ἐποπτεύουσα δι αἰῶνος. νῦν δεῖ καὶ ἡμᾶς τῶν ἄλλων πάντων ἀφεμένους αὐτῆς ὅλους τῆς ἑορτῆς γενέσθαι, εὐφημοῦντας, ψάλλοντας, εὐχαριστοῦντας, πάνθ'᾽ ὅσα πρὸς χρέος ἡμῖν ἥκει κατὰ τὸ δυνατὸν πληροῦντας. καὶ γοῦν οὕτως ἔσται. σὺ δ᾽, ὦ θεοῦ μῆτερ, εὐμενῶς δέχου, καὶ τοῖς ἐξ ἔθους οἰκτιρμοῖς χρωμένη τρέπε μὲν ἐχθροὺς ἀφανῶς βάλλοντας, ὥστε μηδὲν ἡμᾶς ἐξ ἐπιβουλῆς αὐτῶν μηδαμῶς βλάπτεσθαι· τρέπε δὲ τοὺς ἐν τῷ φανερῷ πολεμοῦντας, καὶ διὰ παντὸς δείκνυε κενὰ σκευάζοντας καὶ μελετῶντας πάνθ᾽ ὅσα δηλονότι καθ᾽ ἡμῶν σκευάζουσι καὶ μελετῶσι. σύντριβε καὶ τόξον πᾶν καθ᾽ ἡμῶν ἐντεινόμενον καὶ ῥομφαίαν κινουμένην ἐπὶ τοὺς κινοῦντας στρέφε. πρόστηθι διηνεκής πρόμαχος, τὴν σὴν ἐκτείνασα κραταιὰν χεῖρα, καὶ βάλλε κάτω κεφαλὰς δυσμενῶν, μεθ᾽ ὅσης τῆς ὕβρεως ὁρᾷς ὁπόσον ἐπαιρομένας. ἰδού σοι πρόσιμεν ἡμεῖς οὐκ ἐφ᾽ ἅρμασιν, οὐδ᾽ ἵπποις, οὐδ᾽ ἐπὶ ῥομφαίᾳ καὶ τόξοις, ἐπ᾿ οὐδενὶ τῶν τοιούτων ἥκιστα θαῤῥοῦντες· ἐπεὶ καὶ μικρὰ πάντα καὶ φαῦλα, κἂν ὁποῖά τις, κἂν ὁπόσα τὶς εἴποι, καὶ εἰς οὐδὲν οὐδαμῶς ὄφελος τοῖς μὴ ταῖς πρὸς σὲ μᾶλλον στεῤῥαῖς ἐλπίσι καθωπλισμένοις, ἃς ἡμεῖς πάσας ἐπὶ σὲ καλῶς θέμενοι μὲ πέσοιμεν ἐξ αὐτῶν, μηδὲ φανείημεν κατῃσχυμένοι· δίδου δὲ κρατοῦντας ἐν παντὶ χρόνῳ φαιδρῶς πανηγυρίζειν, καὶ τήνδε τὴν ἑορτὴν ἀκατάλυτον εἶναι δίδου διὰ παντὸς αἰῶνος.