JGR III 5.381296 Imp. Andronici senioris Jether, part. % de judicibus.
Ἐκ βασιλέως θέσπισμα κατὰ τῶν ἀδικούντων, ἄγον εἰς ὅρκους τοὺς δικαστὰς καὶ ἅπαντι τρόπῳ βοήθειαν παρέχον τοῖς ἀδικουμένοις.
Abrir no leitor do IusCommune →0
pr.Ὁ μὲν παρὼν πρὸς ὑμᾶς λόγος τοὺς ὑπὸ τὴν ἡμετέραν τελοῦντας ἀρχὴν καὶ τὴν ἐκ θεοῦ δοθεῖσαν ἡμῖν ἐξουσίαν καὶ βασιλείαν νῦν ἔσται κράτιστος εἰπεῖν καὶ λυσιτελὴς τοῖς πᾶσιν εἰρημένος, εἴπερ δὴ κράτιστον ἁπάντων καὶ λυσιτελέστατον δικαιοσύνη· τῷ δὲ πρόθεσις βοήθειαν ἐκ'παντὸς τρόπου ταύτῃ σπουδάσαι πρᾶξαι, καὶ μηδένα τοῦ λοιποῦ παρὰ μηδενὸς ἠδικημένον ἐγκαρτερεῖν ὡς ἀκαταλύτοις δή τισιν οἷς κακῶς πάσχει μηδεμιᾶς μηδαμόθεν λύσεως φαινομένης. θαυμάσοιτε δ᾽ ἂν ἴσως, εἰ πάλαι τοῦτο, τοσοῦτον ὂν ἄριστον εὐδαίμονος εἰς πόλιτείας λόγον καὶ χρήσιμον κρατῆσαι, οὐχ ἡμῖν δέδοκται ἢ σφόδρα δεδογμένον οὐχὶ καὶ σπουδάσαντες εὐθὺς ἠγάγομεν εἰς μέσον, ἀλλὰ βραδέως οὕτως ἐπὶ ταῦθ᾽ ἥκομεν ἐξ ἀρχῆς τὰ κάλλιστα καὶ λυσιτελῆ δεδογμένα. τούτου δὴ τὰς αἰτίας ἐροῦμεν ἤδη, μηδ᾽ ὑμῶν ἴσως τῶν πάντων παντελῶς ἀγνοούντων. ἔσται δὲ μικρὸν ἄνωθεν ὁ λόγος ἠργμένος. ἐμὲ θεὸς οἰκτιρμοῖς αὐτοῦ μόνοις (οὐ γὰρ παρ᾽ ἐμαυτοῦ προσέφερον οὐδέν· τί γὰρ ὁ καὶ πρὶν γενέσθαι δικαιωθεὶς ἄρχειν ὑπ᾿ αὐτῷ καὶ βασιλεύειν;), ἐμὲ τοιγαροῦν ἐκ κοιλίας μητρὸς θεὸς αὐτὸς φέρων ἐπὶ τὸν ὑψηλὸν τόνδε καὶ μέγαν τῆς ἀρχῆς ἐνέθηκε θρόνον· εἰ μὲν δὴ καὶ τοῦ σχήματος τοῦδε καὶ τοῦ μεγέθους δύναμιν ἀνάλογον πρότερον ἐναρμόσας, ὡς καὶ τὰ πάντα προσήκειν με τῷ γιγνομένῳ, ἄλλοι λεγόντων καὶ ὑμεῖς λέγετε οἱ περὶ θεὸν εὐγνωμονοῦντες καὶ τῶν ἐξ ἐκείνου γιγνομένων ὑμῖν ἀγαθῶν εὖ μάλα καὶ καλῶς ᾐσθημένοι. ἐγὼ δ᾽ ἐπεὶ πρὸς γένεσιν ἅμα καὶ βασιλείαν ἧκον, τὰ μὲν πρῶτα τῆς ἡλικίας ἐξ ἀνάγκης ἤμην καθυπείκων τῇ φύσει, διὰ σωματικὴν ἁπαλότητα μήτι λογισμοὺς μήτ᾽ αὖ ἐνεργείας χωρούσῃ καὶ ἀντιλήψεις πραγμάτων· ὅτε δ᾽ ὁ νοῦς ἀνέκυπτεν ἤδη καὶ τὸ ἀτελὲς οἱονεὶ τοῦ σώματος ὑπεραναβαίνων ἐπὶ πλέον ἦγε παντὸς τοῦ τῷ χρόνῳ προσήκοντος, τότ᾽ εὐθὺς ἐμοὶ γενναίους ἐπὶ λογισμοὺς ἐρχομένῳ δόγμα βέβαιον καὶ ἀσφαλῶς ἔχον γίγνεται, μηδ᾽ ἂν μήτ ' αὐτὴν βασιλείαν πρᾶγμα τοσοῦτον ὑψηλὸν καὶ μέγα καὶ μέγιστον οὖσαν, μήτ ἄλλο μηδὲν μηδὲ τὸ σμικρότατον γοῦν, ἀγαθὸν δ᾽ ὅμως, οὔτε συστῆναι τὴν ἀρχὴν οὔτ᾽ αὖ οἰκονομηθῆναι δυνατὸν εἶναι, μὴ καὶ τοῦ θεοῦ συνεφαπτομένου καὶ ῥᾴστην μὲν τὴν ἐγχείρισιν, ῥᾴστην δ᾽ ὁμοῦ καὶ τὴν εἰς τέλος ἔκβασιν ἐγκαθιστῶντος. τούτου δ᾽ ἵνα καλῶς ἡμεῖς ἐπιτυγχάνοιμεν, τὸ μὲν αὐτοῦ θεοῦ δεῖσθαι δεῖν ἔγνων καὶ πάνυ τὶ θερμῶς δεῖσθαι συνεργὸν ἐφ᾿ ἅπασιν ἔχειν, τὸ δὲ οἷς ἂν θεραπεύοιτο ἐπιμελῶς χρῆσθαι, ὡς ἂν μὴ ταῖς φωναῖς μόνον, ἀλλὰ καὶ αὐτοῖς ἕλκοιμεν πράγμασι, πρὸς ἃ δὴ καὶ μᾶλλον θεὸς βλέπει, καὶ ταῖς ἱκεσίαις οὕτω γε προσέχει τὰς πράξεις δηλονότι πρότερον δοκιμάζων. αὐτίκα γοῦν ἐνῆγόν με πάντες μὲν σχεδὸν προφητῶν λόγοι, πάντες δ᾽ ἀποστόλων, εἰσηγήσεις πᾶσαι θείων πατέρων, καὶ πρὸ πάντων αὐτοῦ χριστοῦ τὰ σωτήρια καὶ ἱερὰ εὐαγγέλια εὖ μάλα καὶ καλῶς εἰδέναι δικαιοσύνης τοὺς ἐπιμελομένους οὐ μικράν τινα ταύτην οὐδὲ φαύλην θεῷ πράττειν τὴν θεραπείαν, μᾶλλον μὲν οὖν καὶ ἱκανὴν αὐτοῦ σπλάγχνα διανοίγειν, καὶ θαῤῥεῖν ἡμᾶς ἐπὶ τῆσδε τῆς ἀρετῆς ἱσταμένους μὴ ἀποπεσεῖν ἐκείνου μήτε τῶν μεγάλων οἰκτιρμῶν μήτε τῆς κραταιᾶς χειρὸς μετὰ δικαιο· σύνης πρὸς αὐτὸν ἡμῖν ἥκουσι προτεινομένης, ὡς καὶ τοὖναντίον αὖθις τοὺς ἀδικίαις ἐπιτιθεμένους ἀπὸ πάσης πίπτειν τῆς ἐς αὐτὸν ἐλπίδος καὶ δυσχερείαις πάσαις εἰκότως περιπίπτειν, ὅτι μὴ τὸν θεὸν σφίσιν αὐτοῖς μήτε καταφυγὴν καὶ κραταίωμα μήτ ' αὖθις βοηθόν (φησιν) ἔθεντο, ἀλλά τοι πλῆθος πλούτου τῆς πλεονεξίας κατακτησαμένης ψευδεῖς ἔσχον ἐπὶ τούτῳ τὰς ἐλπίδας. καὶ γοῦν ἰσχύσαντες τῇ ἑαυτῶν ματαιότητι λαμπρῶς (εἰπεῖν) ἠπατήθησαν, ὡς τοῦτον δὴ τὸν τρόπον καλῶς ἐνδυναμωθέντες. ἐπὶ τούτοις ἐμὲ τοῖς λογισμοῖς ἔτι σὺν πατρὶ βασιλεύοντα ζῆλος εἶχε τῶν δικαίων. ἐξεφάνη δὲ πλέον τὰ τῆς γνώμης, τοῦ κράτους ὅλου μετ᾿ ἐκεῖνον ἐπ᾿ ἐμοὶ καθαρῶς γεγονότος. καὶ γὰρ ἔγωγε νόμου παντὸς ὑπερκείμενος καὶ βίας, ἁπάσης, πάντα δ᾽ ἐξὸν ἐμοὶ πράττειν ὅσα δὴ καὶ βασιλεῖς οἱ τῷ μακρῷ πρὸ ἡμῶν χρόνῳ νόμον ἕνα μόνον καὶ παντὸς ἰσχυρότερον αὐτὴν τὴν βούλησιν ἔχοντες, παρεῖδον αὐτὸς τὴν κατὰ τοῦτο δυναστείαν, καὶ ταύτην δικαίαν ἐξ ὅτι πλείστης τῆς συνηθείας, πλείστων καὶ τῶν ὑποδειγμάτων καταφαινομένην. καὶ δὴ πρώτως ἐμαυτῷ δικαιοσύνην· νομοθετῶ δὲ δυοῖν ἕνεκεν, τὸ μὲν, ἵν αὐτὸς τὰ μεγάλα κερδαίνω: -- τίνα δὴ ταῦτα; δανίδ ἄκουσον σαφῶς λέγοντος· „δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησε, καὶ οὐκ εἶδόν (φησι) δίκαιον ἐγκαταλελειμμένον καὶ „δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ „φῶς ἀνέτειλε τῷ δικαίῳ· καὶ πολλὰ λέγει φιλοπόνως οἱονεὶ τοῖς ᾄσμασι προσκαθήμενος καὶ ψάλλων εἰς δικαιοσύνην. εἰ δὲ ταῦθ᾽ οὕτως ἔχει (ἔχει δὲ πάντως οὕτως), ἔστιν ἄλλο τὶ τῶν ἁπάντων ἢ μᾶλλον αὐτὰ δὴ τὰ πάντα συλλαβεῖν εἰς ἓν καὶ τῆς ἀγάπης τοῦ θεοῦ κέρδος προτιμότερον θεῖναι; καὶ μὴν οὐδεὶς οἶμαι τῶν ἁπάντων ἐς τοσοῦτον οὔτ᾽ ἀπονοίας οὔτε περὶ θεὸν ἀγνωμοσύνης οὐδέποτ ἔσται κακῶς ἀφιγμένος, ὥστε τούτων δὴ πρὸς αἵρεσιν ἀμφοῖν κειμένων, ἀγάπης δηλονότι θεοῦ καὶ πάσης εἴπερ οἷόν τ᾽ ἦν τῆς κτίσεως ἐν ἐξουσίᾳ γενέσθαι, διπλῆν ἔσχε γνώμην, καὶ οὐκ εὐθὺς ἐπὶ θεὸν ἔδραμεν ἀγαπητικῶς προκαλούμενον καὶ προσιόντα δὴ τοῦτον βουλόμενον εἰσποιεῖσθαι. ὅσον δὲ καὶ τοῦτ αὖθις παντὶ μὲν ἀνθρώπῳ, βασιλεῖ δ᾽ ἐπὶ μᾶλλον μὴ ἀπὸ θεοῦ ἐγκαταλελεῖφθαι, ἐκεῖθεν δ᾽ ἐφ᾽ ἅπασιν ἐξηρτημένον ἀσφαλῶς εἰδέναι συναιρόμενον θεὸν ἔχειν! ἐἰ δὲ καὶ ἀνθεῖ μόνος δίκαιος τῶν ἄλλων πάντων ἀπομαραινομένων, ἔχεις ὅ τι μᾶλλον αὐτὸς συμφερόντως πρὸ τοῦδε τοῦ καλοῦ τιμήσεις ἢ ὅ γε πλέον τοῦ φωτὸς ἀγαπήσεις ἄνωθεν ἐξ ἀνατολῶν μήποτε λυομένων τοῖς δικαίοις ἐγγιγνομένου; ἀλλ᾽ οὐκ ἂν εἴποις! ἀλλ᾽ ὅπερ ἐλέγομεν, τὸ μὲν αὐτῶν δὴ τούτων τῶν εἰρημένων ἕνεκεν καὶ πολλῶν αὖθις καὶ μεγάλων ἑτέρων ἔν τε τοῖς παροῦσι καὶ τοῖς αἰωνίως οὖσιν εἰς κέρδος μέγιστον ἐρχομένων, τῆς καθ᾽ ἡμᾶς ἀρχῆς καὶ βασιλείας προΐστημι δικαιοσύνην. καὶ παρῆκα καθ᾽ ἕκαστον ἐπεξιέναι καί γε ταῖς ἱεραῖς γραφαῖς προσμαρτυρούσαις χρῆσθαι, ὅτι δὴ καὶ περιττὸν ἴσως ποικίλλειν περὶ τὰς ἀποδείξεις τῶν σαφῶς τοῖς πᾶσιν ἀνωμολογημένων. οὐ μὴν ἀλλὰ καὶ δ᾽ ὑμᾶς ταύτην ἐπιτηδεύειν τὴν ἀρετὴν δεῖν ἔγνων. τίνος χάριν; ἵνα δὴ βλέποντες ὑμεῖς ἐς βασιλέα καὶ τύπον οἱονεὶ τοῦτον ἔχοντες τοῦ καλοῦ καὶ ὑπόδειγμα, φεύγοιτε μὲν τὴν ἀδικίαν, μεταδιώκητε δὲ δικαιοσύνην, ἐκεῖνό γε καλῶς εἰδότες, ὡς ὅσῳπερ ἂν πλέον μετέχοιτε τοῦ τρόπου, τοσούτῳ καὶ τῷ ἡμετέρῳ κράτει πράξοιτε κεχαρισμένα, εἴπερ ἄλλο τὶ τῶν πάντων τοῦτο πρὸ παντὸς ἑτέρου παρ᾽ ὑμῶν ἀπαιτοῦντι, τὴν εὐνομίαν. ὁρᾶτε γὰρ πάντως, οἷος ἐγὼ περὶ ὑμᾶς (σὺν θεῷ δ᾽ εἰρήσθω) πάντας, καὶ τοὺς πώποτε γεγενημένους βασιλεῖς, τοὺς αὐτοὺς καὶ δικαιοσύνης ἐραστὰς, εἴπερ τὶς τὴν γνώμην ταύτην ὑπερβαλόμενος. οὐ γὰρ ἐπεθύμησά ποτε, ἀλλὰ τὶ χρὴ λέγειν περὶ ἐπιθυμίας; οὐ μὲν οὖν ἠνεσχόμην οὐδ᾽ ἐπὶ νοῦν βαλέσθαι, — ἀλλὰ καὶ τοῦτ᾽ ἐρεῖν ὁ λόγος ἥκιστα καταδέχεται, οὐδ᾽ ὡς οὐκ ἐγένετό μοι λογισμός τις οὐδεὶς ἀδικίαις ὁπωσοῦν χαριζόμενος· ἐκεῖνο δὲ μᾶλλον ἀληθέστερον φᾶναι ἅτε δὴ καὶ παραπλησίως ἔχον· ποῖον δὴ τοῦτο; ὅτι γε καθάπερ ἐπὶ τοῦ πυρὸς ἢ φωτὸς οὐκ ἔστιν εὑρεῖν τῷ μέν τινος ἀποψυχούσης δυνάμεως, τῷ δὲ σκότους μετουσίαν, οὕτως οὐδ᾽ ἐν ἐμοὶ γνώμην ἐνοχλοῦσαν ἄδικον. εἰ δὲ ποτε τυχὸν καὶ ἠδίκησα ἐμαυτοῦ τι τῶν δικαίων προδοὺς, τοῦτο μόνον ἠδίκησα: οὐδ᾽ ἐνταῦθα μὲν οἶδα καλῶς, ἐπεί τοι καὶ πανταχοῦ κακὸν βλάπτεσθαι δικαιοσύνην, καθυφῆκα δ᾽ οὖν ἐν τοῖς τοιούτοις, ἵν᾽ ἐκ τοῦ περιόντος ὑμᾶς ἐπὶ τὸ τὰ δίκαια τιμᾶν ἕλξω, καὶ ἀπέχοιτε παντάπασι τῶν ἀλλοτρίων, ὅταν καὶ περὶ τὰ οἰκεῖα μὴ παντελῶς ἀκριβολογεῖσθαι, ἀλλ᾽ εἰδέναι τὶ καὶ συγχωρεῖν ἐξ αὐτῶν γε τῶν καθ᾽ ἡμᾶς πραγμάτων ἔχοιτε τὴν διδασκαλίαν. α. Καὶ τοίνυν οὕτως ἐγὼ περὶ δικαιοσύνης γνοὺς οὕτω καὶ κρατεῖν αὐτὴν ἐν πᾶσι τὸν εἰρημένον τρόπον ἐνόμισα, ζήλου δηλονότι πρὸς τὴν ὑπὲρ ταύτης σπουδὴν ἐν ὑμῖν οὐ τι φαύλου δὴ γενομένου. καὶ εἶχον οὕτω γε τῶν ἐλπίδων. ἀπήντησε δὲ κατὰ ταύτας οὐδὲν, ὅτι μὴ καὶ σαφῶς ἡ πεῖρα διέδειξεν, ὡς πάντ᾽ ἂν πρότερον καὶ τῶν ἀμηχάνων ῥᾷστα τοῖς προθυμουμένοις γένοιτο, ἢ δικαιοσύνη δρᾶν ἕξει τὸ ἑαυτῆς τύποις μόνοις καὶ ὑποδείγμασι καὶ μὴ δυναστείᾳ βοηθουμένη. τί λοιπὸν ἐντεῦθεν; πρὸς δικαστήριον εἶδον, καὶ δικαστὰς καθίσαι προστάτας τοῦ δικαίου καὶ κράτος δοῦναι νόμοις καλῶς πάλαι τεθειμένοις, ἕτερός με λογισμὸς εἰσῄει. καὶ τίθεμαι δὴ τούτῳ, καὶ τὴν ἰσχὺν λαμπρὰν τοῖς δικασταῖς βραβεύω, καινὸν μὲν οὐδὲ τοῦτο τοῖς ἀδικουμένοις οὐδέ γε πρόσφατον ἐφευρηκὼς βοήθημα, καινὸν δὲ τὸ τὰ πάντ᾽ εἰπεῖν δύνασθαι καὶ πρὸς τοῦτ᾽ εἴκειν ' πάντας καὶ μὴ βουλομένους, μικροὺς καὶ μείζους, ὑψηλοτέρους καὶ ταπεινοτέρους, τοὺς τῆς ἄνω γε καὶ πρώτης μοίρας, τοὺς καθεξῆς ἅπαντας, ἴσον λόγον ἔχοντας τοῖς ἡμετέροις προσανέχειν ἀσφαλῶς προστάγμασι, καὶ μὴ δοκεῖν τινος ὀλιγωρεῖν ὧν ἂν ἐπὶ τὰς κρίσεις ἀγομένων τούτων οἱ δικασταὶ ψηφίσαιντο, ἢ καθαρῶς ἐπ᾿ αὐτὰ δὴ ταῦτα τὰ παρ᾽ ἡμῶν ἐντάλματα φέρειν τὴν περιφρόνησιν, εἴ τις τοῦ δικαστηρίου καταφρονήσειεν. ὡς ἂν δὲ καὶ πάσης ὑπονοίας χωρὶς ὡς περὶ ἀδεκάστων τῶν ψήφων μὴ διπλῆν ἔχοι τις γνῶσιν, ἔδει καὶ ταῦτα προνοηθῆναι, καὶ προνενόηται. διττῆς γὰρ οὔσης τῆς αἰτίας ἐξ ἧς περὶ δικαιοσύνην ἁμαρτάνουσιν οἱ τὴν αὐτῆς ζήτησιν ἐπιτετραμμένοι (ἢ γὰρ ἀγνοίᾳ τῶν δικαίων τοῦ εἰκότος ἐνέλιπον, ἢ γνώμῃ φαύλῃ τὸ καλῶς παραστὰν προδεδωκότες ἀπῄεσαν), εἰκότως ἡμεῖς καὶ ἀμφοτέρωθεν μὴ πλημμελεῖς εἶναι τοὺς δικαστὰς πάνυ μὲν οὖν ἀσφαλεῖς ἐτηρήσαμεν. οὕτω γὰρ αὐτοὺς ἀρίστους ἐπὶ πᾶσι συνιέναι τὰ δίκαια ἐκλέξαντες προὐβαλόμεθα, ὡς μηδ᾽ ἂν ἔτι μηδ᾽ αὐτοῖς τοῖς σφόδρα κατακρινομένοις μηδένα μηδαμῶς λείπεσθαι λόγον ἠδικῆσθαι παρενοχλοῦντα, ὅτι περ ἀμαθεῖς οἱ δικάσαντες. ἀλλ᾽ εἰ μὲν εἰδότες ὅποι φέρει τὸ δίκαιον εἶθ ἑκόντες ἡμάρτανον, στέρξουσι τοὺς ἐλέγχους ἀπογυμνοῦντας αὐτῶν τὴν προαίρεσιν, καὶ οὐκ ἂν ὡς ἠδικημένοι διϊσχυρίσαιντο τῷ συνειδότι καλῶς πεπεισμένοι· εἰ δ᾽ ἀγνοοῦντες ἡλίσκοντο, καὶ οὕτω τοῖς δικασταῖς πειθαρχήσουσιν, αὐτόθεν ἔχοντες περὶ τῆς καταδίκης ὡς δικαίας τὰς πίστεις, ὅτι δὴ τοιούτοις οὖσι τοῖς δικασταῖς οὕτως ἔδοξε. καὶ μὴν ἐπομοσάμενοι κάθηνται, κατὰ τὸ ἐπιβάλλον ἑκάστῳ τὰς ἐγγύας παρασχόντες πρότερον. καὶ γὰρ ὡς τὸν μέγαν ἐν ἰσότητι κρινοῦσι καὶ τὸν μικρὸν, καὶ οὐ λήψονται δῶρον, οὐ λήψονται πρόσωπον, οὐ χαριοῦνται τῇ φιλίᾳ, οὐδὲν οὐ μὲν οὖν προτιμότερόν ποτε τῆς δικαιοσύνης ποιήσονται, τοῦτο καλῶς ἠσφαλίσαντο. καίτοιγε καὶ τῶν ὅρκων χωρὶς ἱκανὸς ὁ τρόπος τὸ παρ᾽ αὐτῶν ὅλον ὡς ὀρθῶς ἔχον πιστώσασθαι· ἀλλ᾽ ὀμωμοκότες δικάζουσιν, ἵν ὑμῖν τοῖς ἀδικεῖν βουλομένοις (εἴη δὲ μηδεὶς, ὡς ἂν μὴ καὶ ὄνειδος ἐπὶ τοιούτου γε τοῦ δικαστηρίου καταισχυνόμενος ὄφλοι, καὶ οὐδὲν αὐτῷ πλέον ἐπὶ τέλους ὑπάρξοι τῆς πονηρᾶς γνώμης), ἵνα γοῦν ὑμῖν μηδεμία λείποιτο πρόφασις, ὡς οὐκ ἐν δίκῃ τὰ τῆς καταδίκης ἐνήρμοσται, τούτου χάριν παλαιὸν ἔθος ἡμεῖς ἐκαινίσαμεν, τοὺς δικάζειν λαχόντας ἐπὶ τοὺς ὅρκους πρότερον ἐμβιβάσαντες. καὶ τίς λοιπὸν ἔτι τοσοῦτον ἀναιδὴς καὶ πάνυ γε τοῖς νόμοις ὁμόσε καὶ τοῖς δικαίοις ἰὼν, ὃς αὐτόθεν ἀπὸ τοῦ δικαστηρίου τοῦδε κατάκριτος ἐξιὼν, οὐκ εὐπειθήσει τοῖς δόξασιν; ἢ πρὸς τί βλέ πων ἔτι γενναῖον αὐτῷ περιὸν τὴν καταδίκην ἀποσκευάσασθαι τὰς ψήφους ἀτιμάσει, τῶν πρότερον ἐχόμενος; ἐμοὶ γὰρ οὗτος ἔσται παντελῶς ἀποτρόπαιος, καὶ οὐδὲν αὐτὸν οὐδαμῶς ὀνήσει, κἂν πάντα προβάλοιτο· μηδὲν δ᾽ οἷον τοὺς δικαστὰς ἐκμειλίξασθαι καταφαινόμενον δίκαιον. καὶ γὰρ οὕτως ἔχει. ἠβουλόμην μὲν αὐτὸς ἐξεταστὴς εἶναι τοῖς δικαζομένοις, καί γε τὰς λύσεις οὐκ ἄλλοθεν ἢ παρ᾿ ἐμαυτοῦ τοῖς τὰς δίκας ἔχουσι γίγνεσθαι· ἐπεὶ δὲ τοῦτο βασιλεῖ παντὸς μᾶλλον ἀδύνατον, μυρίων ἄλλων περικεχυμένων πραγμάτων καὶ στρεφόντων πρὸς ἑαυτὰ, αὐτὴν δὴ ταύτην διὰ τοῦ δικαστηρίου τοῦδε πληρῶ μοι τὴν βούλησιν. καὶ σὺ δὲ πᾶς ὁ κρινόμενος ὡς ἀπὸ γνώμης καὶ φωνῆς ἡμετέρας μηδὲν ἀντιτείνων πρόσου τὴν ψῆφον οὐδὲν ἔλαττον τῶν ἡμετέρων προσταγμάτων εἰς ἰσχὺν ἔχουσαν. οὐδὲ γὰρ δυνήσῃ ταύτην οὐ μὲν οὖν ποτε καταλῦσαι, κἂν πάντα φέροις τῶν ἀξιωμάτων, κἂν πρὸς γένος ἡμῖν ἥκοις ἔγγιστα βασιλεύουσι, κἂν ὁ πρώην χρόνος ἐφ᾽ οἷς μὴ μετεῖχες ἐνδυναστεύοντί σοι παρεχώρει τὸ παρὸν ἴσως ἀναμένων πρὸς τὴν διόρθωσιν.
2
pr.Ἐγὼ καὶ τοῦτο βασιλικῶς διαγορεύω, εἰ δὲ βούλεσθε κοινῆ πᾶσι μεθ᾽ ἡσαΐου συμβουλεύω· „μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν. κἀκεῖνος μὲν ἴσως καὶ ὑφ᾽ ἑτέρων τοὺς ἀδικουμένους δυναμένους ὑμᾶς ῥύσασθαι βούλεται· ἐγὼ δὲ μὴ ἀδικεῖν ὑμᾶς λέγω, εἰ δ᾽ οὖν, ἀλλ᾽ αὐτὸς τὸν ἀδικούμενον ῥύσομαι, πρὸς ἐμὲ μᾶλλον φέρειν τὴν τοῦ προφήτου φωνὴν λογιζόμενος. „ἵνα τί ἀγαπᾶτε ματαιότητα, δαυὶδ᾽ ὑμᾶς ἐντρέπων λέγει, „καὶ ψεῦδος ζητεῖτε, κέρδη μὴ παραμένοντα, πλὴν ὅσον μόνον ἁμαρτίαν συστῆσαι καὶ πῦρ ὑμῖν συμφλέξαι κολάζον ἀπέραντα; „ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, ὁ αὐτὸς· αὖθις λέγει, „μὴ εἰσακουσάτω μου κύριος· καὶ πῶς ὑμῶν θεὸς εἰσακούσεται, ἐνταυθοῖ μὲν ἐπικαλουμένων περιστάσεώς τινος σκυθρωπῆς ἐγκατειληφυίας, ἐκεῖσε δ᾽ εἰς κόλασιν ἐνδίκως ἐκπεμπομένων; ἀλλὰ καὶ „ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτά φησιν „αὐτοῦ εἰς δέησιν αὐτῶν· σὺ δ᾽ οὐκ ἀγαπήσεις μᾶλλον ἐν ἐπισκοπῇ θεοῦ εἶναι καὶ θέαμα καλὸν τοῖς ὀφθαλμοῖς ἐκείνου ἐργαζόμενος δικαιοσύνην; ἀλλ᾽ ὡς ἀποστρέψει τὸ πρόσωπον ἀπό σου θλιβομένου, τὰς δίκας ἴσως ἀποτιννύντος τῶν ἐξ ἀδικίας ἡμαρτημένων, ἀλλ᾽ ὡς οὐκ ἐπακούσεται μήτε ταχὺ μήτ ὀψὲ γοῦν μηδ᾽ ὁπωσοῦν πολλὰ βοῶντος καὶ ὀδυνωμένου, τοῦτο μᾶλλον ἐν σπουδῇ θήσεις; εἶτα σεαυτὸν εὐδαιμονίσεις, ὅτι δὴ πολλὰ κρατήσας ἐναπέθου ὀργῆς (εἰπεῖν) θεοῦ θησαυροὺς μεγάλους καὶ ὕλην χόρτον καὶ καλάμην τῇ μελλούση κρίσει δοκιμαζομένην καὶ πυρὶ ἀσβέστῳ κατακαιομένην; καὶ πειθέτω σὲ ταῦτα μὲν παῦλος, πειθέτω δὲ καὶ πέτρος „οἶδε λέγων „κύριος εὐσεβεῖς μὲν πειρασμῶν ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν τηρεῖν κρίσεως κολαζομένους. πρὸς ἐκεῖνο δὲ τί λέγεις, ὅταν ὁ αὐτὸς ἀπόστολος ἐν τούτῳ φανερὰ εἶναι τὰ τοῦ θεοῦ διϊσχυρίζεται τέκνα, καὶ αὖθις τὰ τέκνα τοῦ διαβόλου, „πᾶς ὁ τὴν δικαιοσύνην ποιῶν ἐκ τοῦ θεοῦ γεγέννηται λέγων „καὶ πᾶς ὁ μὴ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ θεοῦ οὐκ ἐστί; πῶς δὲ καὶ οὐ φρίττεις, ὅταν ἐν εὐαγγελίοις νῦν μὲν κατὰ φαρισαίων ἀκούῃς ἀγανακτοῦντος τοῦ κυρίου, καὶ „οὐαὶ ὑμῖν λέγοντος „ὅτι ἔσωθεν γέμετε πάσης ἁρπαγῆς καὶ πονηρίας, καὶ ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, παρέρχεσθε δὲ τὴν κρίσιν, νῦν δ᾽ ὑμᾶς τοὺς ἀδικοῦντας ἀποστρεφομένου, καὶ „οὐκ οἶδα πόθεν ἐστὶ διϊσχυριζομένου, καὶ ἔτι μετὰ μείζονος οἱονεὶ καὶ βαρυτέρας τῆς ὀργῆς πληκτικώτερον ἐμβοῶντος „ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας; κἀπὶ τούτοις ἡ ἀπειλὴ ὡς φοβερὰ καὶ μεγάλη! „ἐκεῖ ἔσται φησὶν „ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. καὶ χριστὸς μὲν οὕτω ταῦτα, θεὸς ὢν ἀψευδὴς καὶ κριτὴς τοῦ μέλλοντος αἰῶνος, ὃς καὶ τοὺς μὲν ἐκ δεξιῶν στήσει καί γε καλέσει τοῦ πατρὸς εὐλογημένους καὶ κληρονόμους μετακαλέσεται τῆς τῶν οὐρανῶν γενέσθαι βασιλείας ἡτοιμασμένης ἀπὸ καταβολῆς κόσμου, τοὺς δὲ μετὰ τῶν ἐρίφων ἐν τῇ ἀριστερᾷ καταδικάσει μερίδι καὶ πρὸς τὸ ἐξώτερον ἀποπέμψει πῦρ, οὐχ ὅτι τῶν ἀλλοτρίων τινὸς ἐπιθυμήσαντες (τοῦτο δὴ τὸ καθ᾽ ὑμᾶς) ἁρπαγαῖς ἐπέθεντο καὶ ἀδικίαις (οὐ γὰρ ἁρπαγὴν αὐτοῖς οὐδὲ πλεονεξίαν οὐδεμίαν οὐ μὲν οὖν ἐγκαλεῖ), ἀλλ᾽ δ πολλῷ τούτου μετριώτερον, ὅτι μὴ τροφήν (φησιν) ὤρεξαν πεινῶσιν οὐδὲ διψῶσιν ἔδωκαν πιεῖν, οὐ γυμνοὺς περιέβαλον, οὐ συνεισήγαγον ξένους, οὐκ ἀσθενεῖς ἐπεσκέψαντο, οὐ πρὸς δεσμίους ἀπῆλθον, οὔτ᾽ οὐδὲν αὐτῷ διηκόνησαν οὐ κατὰ τὸν εἰρημένον πάντα τρόπον οὐκ ἐν μέρει τῶν ἀπηριθμημένων. καὶ γὰρ καὶ τὸ πᾶν ἀπαιτεῖ, κἂν βραχὺ νέμοις, φιλανθρώπως προσίεται, καὶ μάλισθ᾽ ὅταν ᾖ κατὰ δύναμιν, καὶ πᾶν ὅ τι ἂν προθυμούμενος καλῶς πράξῃς εἰς ἕνα τῶν μικρῶν τούτων καὶ ἀδελφῶν αὐτοῦ, εἰς ἑαυτὸν ἀκραιφνῶς καταδέχεται. καὶ ὁ μὲν ταῦτα. σὺ δ᾽ ἀντὶ τοῦ χορηγῆσαι τροφὴν καὶ πιεῖν δοῦναι καὶ μεταδοῦναι φιλοξενίας καὶ ἀγαγεῖν εἰς οἴκους, ἀγρὸν ἐγγίσεις'πρὸς ἀγρὸν καὶ ἀμπελῶνα πρὸς ἀμπελῶνα καί γε πρὸς οἰκίαν συνάψεις οἰκίαν; ἵνα τὶ γένηται; ἵνα τοῦ πλησίον ἀφέλῃς, καὶ τὸ μὲν αὐτὸν πεινάσαι, τὸ δ᾽ ἴσως διψῆσαι, τὸ δ᾽ ἔξω μεῖναι ποιήσῃς, ξένον τῶν οἰκείων γενόμενον ἢ καὶ πρὸ τῶν σῶν πυλώνων τάχα βεβλημένον, καὶ πολλὰ δεόμενον οὐχ ἵνα τινὸς τῶν σεαυτοῦ διὰ τὴν ἐντολὴν μεταδῶς, ἀλλ᾽ ἵνα μόνον αὐτῶν αὐτῷ παραχωρήσῃς τῶν οἰκείων καὶ ὧν κακῶς ἀπεστέρησας.· καὶ μὴν ἐκεῖθεν μὲν ἡσαΐας, ὁ καὶ τὰ χείλη καὶ τὴν γλῶσσαν ὑπὸ τοῦ θείου καθαρθεὶς ἄνθρακος καὶ τοῦ λοιποῦ κελευσθεὶς τοῖς ὀργάνοις τούτοις χρῆσθαι τοῦ πνεύματος, „οὐαί σοι λέγει, καὶ πολλὰ καταθρηνεῖ καὶ ταλανίζει πόῤῥωθεν ὥσπερ προορῶν ὅποι τελευταῖον ἀφίξῃ κολάσεως· ἐνταῦθα δὲ χριστὸς αὐτὸς ἐπὶ τὴν κρίσιν ἄγει. καὶ βλέπε δὴ τοὺς δικαίους εἰς ζωὴν πορευομένους, καὶ τρυφῆς τίνος εἰς μετουσίαν μηδαμῶς μήποτε παυομένης. σὺ δὲ ποῖ πορεύσῃ; ἐπὶ βασάνους ἕλξῃ καί σε παραλαβόντες ἄγγελοι ἐκεῖσε δήπου καὶ ἄξουσιν, ὅποι δὴ καὶ τίσεις αἰωνίως τὰς δίκας· καὶ οὐδὲν τότε σε τῶν παρόντων, οὐχ ὁ πολὺς ἐξ ἀδικίας συμφορηθεὶς πλοῦτος, οὐδ᾽ ὁπωσοῦν οὐ μὲν οὖν ὀνήσει. πῶς γάρ; ὃς γε κἀνταῦθα πολλάκις διεκπεσὼν αὐτῶν δὴ τούτων ἐξ ὧν εἰλήφεις ἢ καὶ ἑτέρων αὖθις ἐγένετο. ἄνθρωπε, ἢ τοῦ μέλλοντος ἐν συναισθήσει γενοῦ, ἢ ἐν γε τοῖς παροῦσι περὶ σεαυτοῦ σκέψαι κάλλιον. τί γὰρ καὶ βούλει; μάλιστα μὲν τὰ ἀγαθὰ τῆς γῆς φαγεῖν καί σοι εὐφροσύνην ἐγχρονίσαι, τὸ δὲ σὸν σπέρμα εἰς εὐλογίαν καὶ μὴ ἐπιδεὲς εἶναι μήτε μὴν εἰς ζήτησιν ἐλθεῖν ἄρτων; ἀλλὰ ταῦτα τοῖς δικαίοις ἐστὶν ὡς εἰκὸς ἀπονενεμημένα. καὶ πειθέτω μὲν ἡσαΐας, πειθέτω δὲ καὶ δαυίδ, καὶ σολομῶν ἅμα σε πειθέτω, οἳ καὶ ταῦτα βεβαίως διεγγυῶνται καὶ γενεᾶς ἀδίκου χαλεπά τινα τὰ τέλη καὶ τὴν αὐτῶν ῥίζαν ὡσεὶ χνοῦν ἔσεσθαι, καὶ σπέρμα μὲν ἀσεβῶν ἐξολοθρευθῆναι, δικαίους δέ φασι γῆν κληρονομῆσαι. καὶ μὴν εἰ μηδέν σοι μέλει μήτε τῶν ἐπηγγελμένων μεγάλων ὅσων τοῖς δικαίοις μήτε τῶν τοῖς ἀδικοῦσι φοβερῶν ἠπειλημένων, ἀλλὰ τοῦτο (δεύτερόν φασι λόγον) μὴ παραδραμεῖν θελήσῃς. ποῖον δὴ λέγω; μήποτε τὴν ἁμαρτίαν προελό μενος ἡδονῆς χάριν φαύλης ἀπὸ πλεονεξίας ἐγγιγνομένης οὐδέν σοι πλέον ἐπὶ τέλους ἔσται τῆς κακῆς προαιρέσεως, καὶ προσέσται δὴ τὸ μᾶλλον ἀνιᾶσθαι γεγενημένῳ μὲν τῶν ἀλλοτρίων ἐν πείρᾳ καὶ ὧν μὴ προσῆκεν, εἶτ᾿ αὐτῶν δὴ τούτων ὑποστάντι τὴν δικαίαν ἀφαίρεσιν. οὐδὲ γὰρ ὑποσκελίσεις, οὐ παραλογίσῃ κατ᾿ οὐδένα τρόπον τοὺς δικαστὰς, κἂν μετίῃς πάντα νόμων καὶ δικαιοσύνης οὐκ ἔσῃ κρείττων, ὧν οὗτοι προστάται παρὰ θεοῦ μὲν τὸ πρῶτον, παρ᾿ ἐμοῦ δὲ τὸ δεύτερον, καὶ σύμμαχοι κάθηνται, κενὸς δ᾽ ἀπελεύσῃ τοῦ δικαστηρίου πάντων ἀποτυχὼν, ὧν τε δηλονότι πλεονεκτικῶς μετεῖχες καὶ ὧν κακῶς ἤλπισας μετὰ σοῦ δηλαδὴ γενέσθαι τὰς ψήφους καθαιρούσας το δίκαιον. σκόπει γὰρ οὕτως· ἰσχυρὸς εἶ καὶ μέγας, ἀλλ᾽ οὐ δήπου καὶ τοσοῦτος, ὅσον „φοβερὸν εἰς χεῖρας ἐμπεσεῖν θεοῦ ζῶντος· παῦλος λέγει, καὶ τῶν δικαστῶν αὐτῶν οὐδεὶς ἀμφιβάλλει. οὐ μὴν ἀλλ᾽ οὐδὲ τῆς σῆς ἀξίας πλείονα λόγον ἢ ἐμοῦ ποιήσονται βασιλέως, τὴν δικαιοσύνην ἐξ αὐτῶν ἀπαιτοῦντος καὶ ταύτης (ὁρᾷς ὁπόσον) προϊσταμένου. ἀλλ᾽ ὑποσυλήσεις δώροις; ἀλλ᾽ οὐδὲν τοσοῦτον δώσεις, ὅσον γε θεὸς ὑπισχνεῖται „κρίνατε λέγων „ὀρφανῷ καὶ δικαιώσατε χήραν, πάντα δηλονότι τὸν ἐξ ἀδικίας καταπονούμενον, καὶ δεῦτε καὶ διαλεχθῶμεν· εἶτα τί; δωρεὰς ἐπιλέγει, καὶ ταύτας οἵας, ὡς ὑψηλὰς καὶ μεγάλας, καὶ ὧν οὐδὲν ἐπιγνώμοσι θεοῦ τιμιώτερον· „ἂν μὲν ὦσί φησιν αἱ αἱμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χίονα λευκανῶ, ἐὰν δὲ ὡς κόκκινον ὦσι, λευκανῶ ὥσπερ ἔριον. ταῦτα θεὸς δῶρα μεγάλα τοῖς ὀρθῶς δικάζουσιν ἀπονέμει καὶ δίδωσι· τούτοις οἱ ἐμοὶ προσέχουσι δικασταὶ καὶ διὰ παντὸς προσέξουσι· σοὶ δ᾽ οὐ μεθέξουσι πονηροῦ κέρδους, οὐδὲ κοινωνήσουσι τῶν ἁρπαγμάτων, οὐδὲ θαυμάσονταί σε μετὰ δώρων ἐρχόμενον, οὐδ᾽ ἀγαπήσουσιν οὐδὲν τῶν σῶν ἐπὶ προδοσίᾳ· δικαιοσύνης, οὐδ᾽ ἔσται μερὶς αὐτοῖς οὐδεμία μετὰ σοῦ κλέπτοντος τὰς ψήφους. ἀλλ᾽ ἐκεῖνο δὴ κἀνταῦθα μᾶλλον τὸ τῆς γραφῆς μίσθωμά φησι πόρνης ἁγνὸς οὐ μερίζεται. οὐ μὴν ἀλλ᾽ οὐδ᾽ ἀββακούμ οὐδὲν αὐτοὺς ἐσεῖται καθὰ δὴ τοὺς κριτὰς δυσχεραίνων τῆς ἀδικίας, ὧν χάριν καὶ πρὸς θεὸν αὐτὸν ἀποδυσπετεῖ καὶ θερμοτέρων ἅπτεται λόγων καὶ οἱονεὶ καταβοᾷ τῆς πολλῆς αὐτοῦ μακροθυμίας, „ἕως πότε κύριε κεκράξομαι λέγων „καὶ οὐ μὴ εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις; ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν ἐπὶ ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. καὶ τὰ ἐπὶ τούτοις τὴν ἀπειλὴν ἐπάγει· „ἴδετέ φησιν οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε, καὶ θαυμάσετε θαυμάσια καὶ ἀφανίσθητε. ἐκεῖνα κατὰ τῶν κριτῶν τῶν ἀνομούντων· ταῦτα σαφῶς καθ᾽ ὑμῶν τῶν ἀδικούντων, ὑμῶν ὧν δηλονότι καὶ περὶ τοὺς ἀσθενεστέρους τούσδε τοὺς μικροὺς ἡ λαμπρὰ περιφρόνησις; μηδὲ τῆς τοῦ χριστοῦ φωνῆς ἐπαϊόντων, μηδ᾽ ὅσον ἀπειλεῖ πεφοβημένων· „ὁρᾶτε μὴ καταφρονήσητε μηδενὸς τῶν μικρῶν τούτων. διὰ τοῦτο καὶ ἀπελαθήσεσθε μὲν κὰκεῖσε κατάκριτοι τοῦ παγκοσμίου δικαστηρίου, διωθούντων ὑμᾶς τῶν ἀγγέλων καὶ ἀποπεμπόντων, τῶν τοῦ θεοῦ μὲν διὰ παντὸς τὸ πρόσωπον ἐν οὐρανοῖς βλεπόντων, φυλάκων δὲ τρόπον ἐπιστατούντων τοῖς νῦν ἀδικουμένοις καί γε συνανιωμένων ταῖς σφῶν κακοπραγίαις· ἀπελαθήσεσθε δὲ κἀνταῦθα, καὶ οὐδεὶς ὑμῖν ἔσται μηχανῆς τρόπος, ὑφ᾽ ἧς θηρεῦσαι βουλόμενοι θηρεύσετε τοὺς κριτάς. ἀνάλωτον γὰρ σύμπαν τὸ κατ᾿ αὐτοὺς καὶ πάσης ἐπιβουλῆς κρεῖττον ἐπιχειρούσης κατὰ τῆς ἀληθείας, καὶ ὑμεῖς μὲν οὕτως· ὑμεῖς δὲ οἱ τὰ δεινὰ πεπονθότες, εἶτα. κατεπτηχότες καὶ τρέμοντες, καὶ μηδ᾽ ὅσον ἀποδύρασθαι τὰς συμφορὰς, μηδὲ φωνήν τινα προϊέναι, μηδ᾽ ἐκλαλῆσαι τὸ συνενεχθὲν ὑμῖν ὅλως, μηδ᾽ ἐπικουρίαν ποθὲν ἐκζητῆσαι, μηδὲ τοσοῦτον γοῦν ὑπὸ τῶν ἐπηρεαζόντων ἀφειμένοι, δεῦτε, καὶ τοῖς δικασταῖς πρὸς ἄμυναν ἐνδίκως χρησάμενοι στῆτε κατὰ πρόσωπον τῶν ἀδικούντων, ἐλέγχοντες μετὰ παῤῥησίας καὶ μηδένα τοῦ λοιποῦ μηδαμῶς δεδιότες, μηδ᾽ ἂν ὅτι μάλιστα πολύς τις ᾖ ταῖς ὕβρεσι καὶ δύναμιν περιττὴν κακῶς περιβεβλημένος. „ἰδοὺ ἐγὼ ἐπὶ πάντα ὑβριστήν λέγει κύριος· καὶ ἰδοὺ ἐγὼ ἐπὶ πάντα δικαιοσύνης ὑβριστὴν ἀκούων τοῦ κυρίου, καὶ ἐπὶ πάντα κατὰ τῶν ἐμπυριζομένων πτωχῶν ὑπερήφανον, καὶ ἐπὶ πάντα νόμους ἀτιμάζοντα καὶ τῆς ἰσότητος ἐξενηνεγμένον· καὶ πεσεῖται κάτω πᾶν φρόνημα φυσώμενον ἐξ ἀδικίας. δ᾽ ὑμᾶς τοῦτο τὸ δικαστήριον καὶ λαμπρῶς ὑμῖν (ὁρᾶτε πάντως οἷον σωστικὸν) ἀνέῳκται βουλομένοις ἐς αὐτὸ τρέχειν· καί γε πανταχόθεν ἡμεῖς ὑμᾶς ἐπὶ τοῦτο συγκαλοῦμεν, καὶ πανταχῆ τὸ κήρυγμα διαπέμπομεν ἐπὶ πάσας πόλεις καὶ χώρας καὶ τοὺς ἑκασταχοῦ τῆς καθ᾽ ἡμᾶς οἰκουμένης ὑπὸ χειρὸς βιαίας καταπονουμένους καί γε διὰ τοῦτο βοηθείας ἐπιδεομένους, καὶ χεῖρα κραταιὰν ὑμῖν ὑπὸ θεῷ προτείνομεν ἀνιστῶσαν αὖθις πίπτουσαν δικαιοσύνην. τί ἔτι; πρὸς ὑμᾶς τοὺς δικαστὰς ὁ λόγος, οὐχ ὡς ξυμβουλεύσων ἢ διδάξων τὰ δίκαια, καὶ τίνων μὲν ἀφέξεσθε πονηρῶν ὄντων, τίσι δ᾽ ὑμᾶς αὐτοὺς ὅλους ἐφ᾽ οἷς ἂν ἥκωσι βοηθοὺς παρέξετε δικαίοις οὖσιν ὑμῶν ἐπιτυγχάνειν, οὐδ᾽ ὡς χρὴ τηρεῖν ὑμᾶς καὶ περισώζειν ἀσφαλεῖς τοὺς νόμους, οὐδ᾽ ὅτι τοῦ θεοῦ βλέποντος ὑμεῖς ἐξετασταὶ καὶ διαιτηταὶ κάθησθε τῶν τὰς δίκας ἐχόντων, καὶ ἀναμένει πάλιν ὑμᾶς ἐξέτασις ἄλλη καὶ κρίσις ἀδέκαστος, καὶ κριθήσεσθε ᾧ ἐκρίνατε κρίματι, ἀντιμετρηθήσετε δὲ πάλιν ὑμῖν ᾧ μέτρῳ ἐμετρήσατε· συνελόντι δ᾽ εἰπεῖν οὐ τούτου δὴ χάριν πρὸς ὑμᾶς ὁ λόγος αἰωνίων ἀγαθῶν ὑπόμνησιν φέρων μετὰ δικαιοσύνης ἀπιοῦσιν ὑμῖν ἀποκειμένων, οὐδέ γε κόλασιν ἀπαραίτητον ἐπανατεινόμενος αὖθις κριτὰς ἀδίκους ἀϊδίως μεταδεξομένην. ταῦτα γὰρ οὐδὲν πρὸς ὑμᾶς, δικαιοσύνην τετιμηκότας καὶ τὰ τοιαῦτα τῶν ἄλλων πάντων μᾶλλον εἰδότας, καὶ πλέον ἢ καθ᾽ ὅσον ἄν τις ἕτερος ἑτοίμους ὄντας τοὺς ἀμαθεῖς ἐκδιδάσκειν, εἰ δὴ καὶ ἀμαθεῖς εἰσί τινες τῶν τοιούτων, ἀλλὰ μὴ ταῦτα μόνον πάντες σαφῶς ἐπεγνωκότες, ἵνα δὴ τάχα καὶ πολλὰς οἱ μὴ τὴν ἐντολὴν ποιήσαντες δαρῶσι καὶ συγγνώμης οὐδεμιᾶς ἥκιστα τύχωσι ὡς δ᾽ ἄγνοιαν ἡμαρτηκότες. ἃ δὲ μᾶλλόν φημι· δικαιοσύνην ἔθνος ὑψοῦν σολομῶν λέγει, κἀγὼ πείθομαι. καὶ δή μοι συνάρασθε λοιπὸν ὑμεῖς τῆς ὑψοποιοῦ ταύτης ἐπιμελείας τοῦ γένους, ἐξέλησθε πένητα καὶ πτωχὸν ἀπὸ τῶν διαρπαζόντων αὐτὸν, μᾶλλον δὲ ἐξελώμεθα, ὑμεῖς τό γε εἰς ὑμᾶς ἧκον, ἐγὼ δ᾽ αὖθις ὅσον τὸ ἐξ ἐμοῦ. ὑμεῖς δότε τὰς ψήφους, ἐγὼ δ᾽ αὐταῖς ἐνθήσω πολὺ τὸ κράτος, μηκέτι παρὰ μηδενὸς μήτ᾽ ἀντιλεγόμενον αὖθις μήτε μὴν μηδόλως καταλυόμενον, μόνον ἂν ὑμῖν ὁμοῦ πᾶσι τοῖς δικασταῖς δοκῇ καὶ χεὶρ ἑκάστου τὴν γνώμην πιστώσηται. δικαιώσατε ταπεινὸν καὶ κατανενυγμένον, καὶ δικαιωθήσεται πᾶς ὡς ἂν ἐξ ὑμῶν δίκαιος ἐν διαδικασίαις ἀκούσῃ· „καὶ τὰ τῆς δικαιοσύνης ἔργα φησὶν ἡσαΐας „ἔσται εἰρήνη· οἱ δὲ θησαυροὶ ταύτης ἰδοὺ ἐν τῷ φόβῳ ὑμῶν λέγει κύριος·· οὓς ἐφοβεῖσθε φοβηθήσονται, βοήσονται ἀφ᾽ ὑμῶν· ἄγγελοι ἀποσταλήσονται πικρῶς κλαίοντες καὶ παρακαλοῦντες εἰρήνην. οὐδὲν γὰρ ὑμῖν ἐπιτηδεύουσι δικαιοσύνην καὶ καλῶς ὑπ᾿ αὐτῆς πεφραγμένοις, οὔθ᾽ ὅπλων δεῖ καὶ παρασκευῆς ἁρμάτων οὔθ᾽ ἵππων, οὐ σωρείας χρημάτων, οὐ παμπληθοῦς στρατιᾶς, οὐδενὸς οὐ μὲν οὖν τῶν τοιούτων· ἀρκεῖ γὰρ ἀντὶ πάντων δικαιοσύνη, φοβεροὺς μὲν ὑμᾶς τοῖς ἐχθροῖς ἐπιόντας, αὐτοὺς δ᾽ ἀφ᾽ ὑμῶν φεύγοντας τοῦ θεοῦ διώκοντος δεῖξαι. καὶ τοίνυν ὑμεῖς γίγνεσθέ μοι θεοῦ μὲν συνεργοί, θεοῦ διάκονοι, συνασπισταὶ δ᾽ ἐμοὶ μετὰ δικαιοσύνης ὑπὸ θεῷ προμάχῳ πρὸς τοὺς ἐχθροὺς παραταττομένῳ. καὶ καλῶς ὑμῖν οὐ διὰ ταῦτ᾽ ἔσται μόνον, ἀλλὰ καὶ τῶν λοιπῶν χάριν. ἑνὶ γὰρ τούτῳ τρόπῳ τῆς ὑπὲρ δικαιοσύνης σπουδῆς τίνος οὐχὶ τῶν καλλίστων δείγματα περιφανῆ; φιλοθεΐας μὲν οὖν, φιλανθρωπίας, συμπαθείας, ἀγάπης, ζήλου τῶν ἀρίστων παντός. τὸ μὲν γὰρ πρῶτον, ὅτι δὴ θεοῦ καὶ τῶν αὐτοῦ προσταγμάτων, ἑτέρου δ᾽ οὐδενὸς κέρδους ἕνεκεν ἡ προθυμία, φιλοθεΐας ἂν εἰκότως δόξαν ὑμεῖς ἀποφέροισθε· περὶ δέ γε τοὺς· ἀδικουμένους ὡς εἰκὸς χρηστευόμενοι καὶ πρὸς ὑμᾶς καταφεύγουσιν ἀντὶ προστατῶν αὐτοῖς γιγνόμενοι καὶ συμμάχων, φιλανθρωπίας. καὶ μὴν συμπαθεῖς τίνες μᾶλλον τῶν τοῖς αὐτοῖς ἐπικαμπτομένων, ὑπὸ δυναστείας καὶ βίας ἀτόπου περιωθουμένοις, ἐλαυνομένοις, κτήματα περιῃρημένοις καὶ πράγματα, καὶ τοῦτον δὴ τὸν τρόπον ἀθλίως ζῆν καὶ πικρῶς κατηναγκασμένοις; ἀγάπης δ᾽ ἐντελοῦς τοῦτ᾽ ἄν τις θεῖτο μέγα τεκμήριον, ἐπικοινωνεῖν ὥσπερ ἐθέλειν τοῖς ἐν δυσχερείαις τῶν ἐπαχθῶν, καὶ κακῶς σφᾶς αὐτοὺς νομίζειν διακεῖσθαι τῶν ἄλλων ἐξ ἀδικίας κακῶς πασχόντων, καί γε τὴν ἀπαλλαγὴν ἐκζητεῖν μεθ᾽ ὁμοίας αὐτοῖς καὶ ἴσης τῆς γνώμης. ἀλλὰ μὴν καὶ ζῆλος εἰ μὴ ὁ κατεσθίων, εὐνομίας ἀθετουμένης καὶ δικαιοσύνης μὲν ὑποχωρούσης, κατακρατούσης δὲ πλεονεξίας, ἐπ᾿ ἄλλῳ τῷ τῶν ἁπάντων γιγνόμενος ἂν δίκαιος νομισθείη, καὶ θερμός τις οἷος ἐπεγειρόμενος ἔσται βελτίων; οὕτως ὑμῖν δικαιοσύνη πάντα σχεδὸν ὁμοῦ τὰ καλὰ μαρτυρεῖ, περὶ ταύτην ἐπιμελῶς ἔχουσι καὶ πάσῃ τῇ σπουδῇ κεχρημένοις. καὶ γοῦν ὅτι τῶν ἐξ αὐτῆς ἀγαθῶν κέρδος ἕτερον οὐδὲν ἄμεινον, οὔτ᾽ αὖθις τῆς ἀπὸ ταύτης δόξης οὐδέν ἐστιν ἄλλο φέρον πλέον εἰς εὐδοξίαν, καὶ δίδωσι μὲν κἀνταῦθα θαῤῥεῖν μᾶλλον περὶ τῶν παρόντων, δίδωσι δ᾽ ἐν τοῖς ἐς ὕστερον θαῤῥεῖν μᾶλλον περὶ τῶν μελλόντων, ἐμοί τε τῶν ἁπάντων οὐδὲν αὐτῆς ἔσται πρᾶγμά ποτε τιμιώτερον· καὶ ὑμῖν, εἴ τί μοι ταύτης μετέχετε τῆς γνώμης (μετέχετε δὲ), καιρὸς ἐπιδείξασθαι.