JGR III 5.37Imp. Andronici senioris aurea bulla de conjungendis monasteriis Galesii et S. Resurrectionis.
Λόγος χρυσόβουλλος ἐπὶ τῇ ἑνώσει τῆς ἐν τῷ γαλησίῳ μονῆς καὶ τῆς ἁγίας ἀναστάσεως, ὥστε τοῦ λοιποῦ μὴ δύο ἀλλὰ μίαν ταύτας εἶναι καὶ ὑφ᾽ ἑνὶ τετάχθαι καὶ ἄγεσθαι καθηγουμένῳ.
Abrir no leitor do IusCommune →0
pr.Βασιλικῆς δὲ ἄρα καὶ σπουδῆς ἐπαινουμένης καὶ καλῶς ἐχούσης προθέσεως, κἀκεῖνα μὲν ἐν ὅτι πλείστοις τίθεσθαι τῇ μελέτη, στρατευμάτων δηλονότι καταλόγους ἐξετάζειν καὶ παρασκευὰς ἐπινοεῖν ὅπλων, καὶ πολλὰς δή τινας καὶ μεγάλας ἀπαριθμεῖν ἔχειν τὰς δυνάμεις ἐν τοῖς κατ᾿ ἐχθρῶν ἀγῶσι (καὶ γὰρ ἂν οὕτω βασιλεὺς τοῖς μὲν πολεμοῦσιν ἀντικατασταίη, φοβερὸς αὐτοῖς πρὸς ἄμυναν ἥκων, τοῖς δ᾽ ὑπηκόοις δώσει πάνυ τὶ θαῤῥεῖν, μεγάλ᾽ ἄττα ταῦτα ἐπιδεικνύμενος οἷς ὑπὲρ αὐτῶν ἔχει μετὰ θεοῦ χρῆσθαι)· βασιλικῆς δ᾽ ὁμοίως καὶ φιλανθρώπου γνώμης, μηδ᾽ ὀλιγώρως τῶν πολιτικῶν ἔχειν μηδ᾽ ἐᾶν ὡς ἔτυχε ταῦτα φέρεσθαι, μηδ᾽ οἴεσθαι τουτὶ πρᾶγμα σπουδῆς ἥττονος ἄξιον, ἀλλὰ καὶ περὶ αὐτῶν δεῖν εἶναι νομίζειν πολλὰς ἐκδαπανᾶν φροντίδας ὡς ἂν καὶ ἄριστά πως διοικοῖτο, εὐνομίας πανταχοῦ καθισταμένης καὶ τοῦ γε ἴσου καὶ δικαίου καλῶς τοῖς πᾶσιν ἀπονενεμημένου. δύο γὰρ τούτων καιρῶν ὄντων, εἰρήνης δηλαδὴ καὶ πολέμου, καί γε τῶν πραγμάτων περὶ ταῦτα σαφῶς διαιρουμένων, ἀμφοτέροις βασιλεὺς ἀξίως ἀπαντήσει, καλῶς διελὼν καὶ παρασχὼν τὸ ἐπιβάλλον ἑκατέροις καὶ πρόσφορον, εἰρήνῃ μὲν εὖ ἔχοντα τὰ πολιτικὰ δεικνὺς, τοῖς δὲ πολέμοις κράτος πόῤῥωθεν μελετήσας. οὐ μὴν ἀλλὰ περὶ μὲν τούτων οὕτως· ποιεῖσθαι δὲ καὶ πρόνοιαν ψυχῶν, πᾶσαν τὴν σπουδὴν πρὸς οὐρανοὺς θεμένων καὶ ζῆν κατὰ θεὸν καθάπαξ ἑλομένων, φημὶ χρῆναι τὸν ἐκ θεοῦ βασιλεύοντα μηδὲν ἔλαττον ἑαυτῷ προσῆκον εἶναὶ νομίζειν, ὅτι μὴ καὶ μᾶλλον φροντιστήρια τούτων καὶ σεμνὰ καταγώγια ἐν ἐπιμελείαις τιθέναι, συνίστασθαί τε ταῦτα τὴν ἀρχὴν καὶ συνιστάμενα βεβαίως καὶ ἀσφαλῶς παραμένειν. τίνος δὴ χάριν; ὅτι δὴ καὶ οἱ ἐν τοῖς τούτοις τρόπον ὃν ἔφημεν κόσμῳ καὶ τοῖς ἐν κόσμῳ πᾶσιν ἀποταξάμενοι καὶ θεῷ μόνῳ διὰ βίου παντὸς προσανέχειν ἐπεγνωκότες ἐξευμενίζουσι μὲν αὐτὸν καὶ ἵλεων ἡμῖν ἀπεργάζονται ταῖς ἱκεσίαις, παρασκευάζουσι δὲ καὶ χεῖρα βοηθείας τὴν κραταιὰν ὀρέγειν ἐπὶ τοῖς καθ᾽ ἡμᾶς πᾶσι πράγμασι. καὶ γοῦν ἔστι παντὶ τῷ καλῶς σκοπουμένῳ καὶ τῷ γε δυναμένῳ συνετῶς κρίνειν ἐκεῖνο δὴ καὶ λέγειν, ὡς ὅσα τὶς φέρων αὐτοῖς σεμνείοις θεο φιλῶς ἀνατίθησι, τῶν ταύτῃ τοι βιοῦν αἱρουμένων τὰς σωματικὰς ἀνάγκας ὡσανεὶ τὸν τρόπον τοῦτον παραμυθούμενος καί γε χορηγῶν πράγματα [καὶ] κτήματα, ὧν καὶ σφίσιν αὐτοῖς διὰ τὴν φθειρομένην ζωὴν ἀπαραίτητος χρεία, πλέον συμβάλλεται καὶ ῥοπὴν ἐπὶ τὸ κρεῖττον ταῖς κοιναῖς δίδωσι συντελείαις, ἢ ἐπὶ τοῖς κατὰ κόσμον λυσιτελεῖν δοκοῦσιν, εἰ ταῦτα ἐτύγχανε συνεισφέρων καὶ προστιθείς. χωρὶς δὲ τούτων ἔχει τὶ καὶ κέρδος βασιλεὺς ἴδιον τῆς καλῆς ταύτης προαιρέσεως ἕνεκεν. εἰ γὰρ αὐτοῖς δὴ τούτοις τοῖς ὑπὲρ τὴν κάτω γενομένοις ὕλην καὶ τῶν χαμαὶ πραγμάτων συρομένων· ἀποσπάσασιν ἑαυτοὺς καὶ ὅλοις ἄνω γε πορευομένοις συναίροιτο καὶ συνεφάπτοιτο σπουδῆς καὶ τὸν καλὸν αὐτοῖς ἐξομαλίζοι δρόμον, γίγνοιτο ἂν πάντως τούτοις καὶ μέτοχος τῶν ἀποκειμένων ἐκ θεοῦ βραβείων, πρὸς ὃν καὶ δ᾽ ὃν οἵ τε ἱδρῶτες καὶ τὰ σπουδάσματα καὶ ἡ τοῦ σώματος αὐτοῖς τυραννὶς, αἴσθησιν μὲν καὶ τὴν κατ᾿ αὐτὴν πᾶσαν ἡδονὴν φυγοῦσιν, ἐς δὲ ψυχὴν στραφεῖσι καὶ ὁλικῶς αὐτῇ προσθεμένοις. οὐ μὴν ἀλλὰ ταῦτα μὲν οὕτως, καὶ ἀμφιβάλλει τῶν ἁπάντων ὅστις οὐδεὶς, οὐδέ γε διπλῆν ἴσχει γνώμην ὡς ἐστὶν ἄλλως ἢ ὡς εἴρηται ταῦτ᾽ ἔχειν, ἢ περὶ αὐτῶν ἐρεῖν ἄλλως τόν γε καλῶς ἐπεσκεμμένον καὶ τἀληθῆ βουλόμενον λέγειν.
1
pr.Ὅτου δὲ ταῦτα χάριν, καὶ πρὸς ὃν δὴ τείνει σκοπὸν ὁ λόγος; ἡ πρὸς ἕω τῷ τοῦ γαλησίου τόπῳ σεβασμία μονὴ τῆς πανυπεράγνου μου δεσποίνης καὶ θεομήτορος, διαβόητος οὖσα ἐξότου δὴ καὶ τὴν ἀρχὴν συνέστη, καὶ σφόδρα γε θαυμαζομένη, οἷς καὶ πάνυ τὶ δεδύνηται ψυχὰς βελτιοῦν ζῆν κατὰ θεὸν αἱρουμένας, καὶ νῦν ἐς δεῦρο περισώζει τοῦτο δὴ τὸ κα λὸν, καὶ τοῖς ἐν αὐτῇ τὴν πολιτείαν τήνδε μετιέναι προθυμουμένοις πρὸς αὐτὸ δὴ τοῦτο μάλα συναίρεται καὶ δεξιά τις ἐστὶ πληροῦν τὸν πόθον. ἵδρυται γὰρ ἐν͵ ἀοικήτῳ τινὶ, πόῤῥω που τῶν κοσμικῶν θορύβων ἀνῳκισμένη. ἱδρύει δ᾽ αὐτὴν καὶ συνίστησι πρώτως ὁ περιβόητος τὴν ἄσκησιν καὶ μέγας τὴν κατὰ θεὸν πολιτείαν λάζαρος, ἀπολεξάμενος τόνδε τὸν τόπον καὶ τὴν θαυμασίαν ταύτην ἐν αὐτῷ τῇ θεομήτορι καθοσιώσας μονὴν, καίγε δειμάμενος καὶ πήξας ἀρετῆς ὡς εἰπεῖν ἐργαστήριον· ἢ μᾶλλον χῶρον δή τινα ζητῶν, αὐτόθεν ὥσπερ φύειν ἔχοντα ψυχῶν βελτιώσεις, ἐνταῦθα δὴ καὶ παύει τὸ ζητούμενον εὑρηκώς. ὄρος γάρ ἐστιν ὁ τόπος ἄναντες καὶ τραχὺ, τῶν ἐς ψυχαγωγίαν καὶ παραμυθίαν σωματικὴν μηδενὸς ἥκιστα μετέχον· οὔτε γὰρ σκιάζεται δένδροις, σὔτε βοτάνης, ἀλλ᾽ οὐδὲ χλόης ἀπογεννᾷ βλάστησιν, οὐ μὲν οὖν οὐδὲ τῶν ἄλλων ἀπὸ γῆς χρησίμων οὐδὲν οὐδόλως καρποφορεῖ, ξηρὸν δ᾽ ἐστὶν ὅλον καὶ πρὸς τοιαύτας γονὰς παντάπασιν ἀφυὲς, εἰ καὶ ἄλλως γόνιμον ἀρετῆς, τὰ μὲν ὡς ἂν εἴποι τὶς ταύτην αὐτοφυῆ γεννῶν, τὰ δὲ δεχόμενον σπέρματα καὶ οὕτω συλλαμβάνον καὶ ἀποτίκτον καὶ τρέφον καὶ αὖξον ἐς πολλαπλάσιον. καὶ γοῦν τὴν αἴσθησιν ἀνιῶν θέλγει ψυχήν. σὺ δέ μοι βλέπε καὶ τὴν ἐς αὐτὴν φέρουσαν τὴν μονὴν οὐ στενὴν μόνον καὶ τεθλιμμένην ἅτε καὶ σαφῶς πρὸς ζωὴν ἄγουσαν, ἀλλὰ καὶ πλέον ἔχουσαν τὸ ἐπίπονον ἀκροτόμων λίθων προσκόμματα καὶ πολυέλικτον τὴν πορείαν, οὐ κατ᾿ εὐθεῖαν ἄγουσαν, κατ᾿ εὐθεῖαν δὲ πρὸς θεόν. βλέπε δὴ καὶ τὴν ἐπάνω τοῦ ὄρους ταύτην τοῦ θεοῦ πόλιν κειμένην, δι ἀρετὴν μᾶλλον ἥκιστα κρυπτομένην, καὶ τὸν δρόμον ὅρα τῶν μοναχῶν, μᾶλλον δὲ τῶν ἀγωνιστῶν προθυμουμένων τὴν ἄνοδον καί γε σπουδαζόντων εἰς τέλος ἱκέσθαι καὶ νικῆσαι βελιὰρ καὶ ἀπολαβεῖν οὐ φθειρόμενον στέφανον, ἀλλ᾽ ἀκήρατον καὶ εἰς αἰῶνας ἀνθοῦντα, ὃν χριστὸς ἄνωθεν προτείνει τοῖς ἐς αὐτὸν τρέχουσιν, ὁ καὶ μέγας ἀγωνοθέτης καὶ βραβευτὴς δίκαιος. ἔστι σοι πάντως θαυμάζειν καὶ τὴν τῶν ἀνδρῶν τῶνδε καρτερίαν· καὶ μάλα τὶ θαύμαζε, ὅπως θέρους μὲν οὐχ ὑπείκουσι καυσῶνι οὐδ᾽ αὖ ἡττῶνται φλογμοῦ ἐν ἀνύδρῳ καὶ ἀσκίῳ ἐτάζοντος, χειμῶνος δ᾽ αὖθις κρύει καὶ παγετοῖς προσπαλαίουσι, τοῖς ἐκ διαμέτρου κατάκρως ὡς ἄν τις εἴποι κακοῖς καὶ ὧν οὐδὲ πρὸς ἕτερον ἔστιν ἀντιβῆναι γενναίας ἄνευ ψυχῆς καὶ πάσης ἀποῤῥαγείσης προσπαθείας τοῦ σώματος. οὐ μὴν ἀλλ᾽ ὁ λόγος οὐκ ἐθέλει τόδε τὸ θέατρον ἐν ᾧ οἱ ἀγῶνες ῥᾳδίως ἀπολιπεῖν, οὐδ᾽ ὥσπερ σκιάσαι μόνον τοὺς ἀκάμαντας, ἀμυδρὰ περὶ αὐτῶν εἰρηκὼς καὶ τοῖς μὴ διὰ πείρας εἰδόσιν οὔπω γε γνώριμα· τοίνυν καὶ τὰ τῆς ἀγωνίας ὡς ἔχει διεξέλθοι σαφέστερον. βάλλει μὲν ἐκεῖ θέρους ἥλιος φλέγων πέτρας οὐκ ἔλαττον ἢ πῦρ ἐν ἀκάνθαις πεσὸν, συμφλέγει δ᾽ ἀέρα καὶ τοῦτον ὡς ἐκ καμίνου κατὰ πρόσωπον βάλλων λύει σώματα τῶν τῇ φλογὶ προσπιπτόντων· οἱ δὲ διακαρτεροῦσι μακάριοι τῶν παλαισμάτων, ὅτι σωμάτων καταφρονήσαντες οὐδενὶ δή τινι καλύπτονται διὰ τὰς ἀφθάρτους ἐλπίδας. τοίνυν οὐδὲ πρὸς ὅπερ ἔφην μόνον πῦρ αὐτοὺς δοκιμάζον ἰσχυρῶς παρατάττονται καὶ διὰ τέλους νικῶσιν, ἀλλὰ καὶ νιφετοῖς καὶ ψύχει προστὰλαιπωροῦσι, πολεμίῳ δή τινι σώματος ἀφορήτῳ καὶ φθαρτικῷ. καί γε διὰ πυρὸς ἐρχόμενοι δοκιμασίας μεγάλης, μικρὸν ὕδωρ νομίσαντες, διὰ κρύους καὶ πήξεως εἰς ἀναψυχὴν χωροῦσι, θαυμαστοί τινες τῶν ἀγώνων καὶ τῆς καρτερίας, πολλῷ δὲ πλέον τῆς πρὸς τὸν πολεμοῦντα μάχης καὶ τῶν κατ᾿ αὐτοῦ τροπαίων, καὶ ὅτι δὴ πρὸς τοῦτον καὶ τὴν κτίσιν ὥσπερ πολεμωθεῖσαν αὐτοῖς ἀντικαταστάντες οὐχ ἡττήθησαν, οὐδ᾽ ὑπεχώρησαν ὡς δή τινες κάμνοντες, ἀλλ᾽ ἀνένδοτον μέχρι παντὸς φυλάττουσι τὸν τόνον. ταῦτ᾽ ἄρα καὶ πάντες μὲν ἄλλοι διὰ πολλοῦ τοὺς ἄνδρας ποιοῦνται τοῦ θαύματος, καὶ ὅσοι περὶ αὐτῶν λέγουσιν εὐφήμοις λέγουσι ταῖς γλώτταις· ἡ δ᾽ ἡμετέρα βασιλεία καὶ πάνυ τὶ εὐμενῶς περὶ τὴν σεβασμίαν τήνδε τῶν οὕτω θεοφιλῶς βιούντων ἢ μᾶλλον διαθλούντων μονὴν διατιθεμένη, ἄλλα τε ταύτῃ ἐναργῆ δείγματα τῆς εὐμενείας παρέσχετο, καὶ πάντα ὅσαπερ φθάσας χρόνος ἐκ διαφόρων ἀφορμῶν αὐτῇ περιεποιήσατο, χρυσοβούλλοις καὶ λοιποῖς στηρίγμασιν ἀμετακινήτως ἔχειν ἐβεβαίωσεν. ἐπὶ δὲ τούτοις ἐστὶ καὶ τὸ νῦν γιγνόμενον, ἅμα μὲν ὑπὲρ αὐτῆς ἅμα δὲ τῆς ἐν τῇ μεγαλοπόλει τῇδε σεβασμίας μονῆς, τῆς τοῦ θεοῦ φημι καὶ σωτῆρος ἡμῶν ἀναστάσεως. ἐπισυνάπτει γὰρ ἀμφοτέρας καὶ εἰς ἓν ἄγει, καὶ μίαν ἐκ δύο τῶν προτέρων αὐτὰς δείκνυσι, πάντα κοινὰ εἶναι τοῦ λοιποῦ ὅσα δὴ ταύταις ἀνὰ μέρος ἦσαν προστάξασα, καί γε ὑφ᾽ ἕνα καὶ τὸν αὐτὸν πνευματικὸν ἄγεσθαι διδάσκαλον, τῶν ἐν ἀμφοτέραις μοναστῶν κατ᾽ ἴσον καὶ τὸν αὐτὸν ἐξηγούμενον τρόπον, καὶ τῶν κατ᾿ αὐτὰς πραγμάτων ἐπιμελούμενον ὁμοίως καὶ ταῦτα διοικοῦντα καλῶς, καλῶς προμηθευσαμένη. οὕτω περὶ αὐτῶν ἔγνω, καὶ τὴν αὐτὴν ἕνωσιν οὕτως ἔχειν ἡ ἡμετέρα βασιλεία προσέταξες.