IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.36Imp. Andronici senioris aurea bulla pro componendo dissidio inter monachos.

Λόγος χρυσόβουλλος ἐπὶ τῇ ἑνώσει τῶν διαστάντων μοναχῶν, εἶτα συνιόντων εἰς ταὐτὸν τῷ τῆς ἐκκλησίας πληρώματι, λύσιν εἰληφότων τῶν προσισταμένων αὐτοῖς.

Abrir no leitor do IusCommune →

0

pr.Εἰρήνη καὶ ὁμοφροσύνη, καὶ κοινὴ γνώμη διαφορᾶς ἁπάσης καὶ ἔριδος καὶ φιλονεικίας ἀπηλλαγμένη, ἄριστον δή που πανταχῆ τοῖς ἐξετάζουσι καὶ σκοπουμένοις καί γε τελεώτατον ἀγαθόν. οὐ μὴν ἀλλὰ καὶ ἐν κλήρῳ χριστοῦ καὶ τοῦδε τῇ ἐκκλησίᾳ, ἐπὶ ὀρθῶν καὶ ἀπταίστων τῶν ἑαυτῆς δογμάτων ἱσταμένῃ καὶ τὰ λοιπὰ πάντα εὖ ἐχούσῃ καὶ ἀσφαλῶς, τί ἂν μᾶλλον ὅ γε φιλόθεος καὶ φιλόχριστος ὑπὸ θεῷ συμπράττοντι καὶ τὴν κατόρθωσιν ἐμπαρεχομένῳ ἐπιμελῶς σπουδάσῃ, ἢ τοὺς ταὐτὰ περὶ θεοῦ φρονοῦντας καὶ περὶ τῆς ἀληθοῦς συμβαίνοντας καὶ συμφωνοῦντας ὁμολογίας καὶ τἄλλα δὴ πάντα μιᾶς γνώμης ἐξῆφθαι, καὶ μηδὲν διαφέρεσθαι μηδ᾽ ἀντικεῖσθαι τούτους, καὶ οἱονεί πως ἑαυτοῖς ἀντικαθεστάναι μηδαμῶς, ἀλλά γε παντὶ δὴ τρόπῳ φέροντι πρὸς ἓν συμβαίνειν πρὸς ἀλλήλους καὶ συναρμόζεσθαι, καὶ καθ᾽ ἓν οἱονεὶ χεῖλος καὶ γλῶσσαν μίαν κηρύττειν ἐπ᾿ αὐτῆς ἐκκλησίας ὁμοῦ τὰς αὐτὰς φωνὰς ἀφιέντας θεῷ, καὶ γε ὡς ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς πίστεως ἀσφαλῶς ἵδρυνται, οὕτω δὴ καὶ μίαν εἰδέναι τὴν τοῦ χριστοῦ ἐκκλησίαν πᾶσαν καὶ συνομολογοῦσαν ἑαυτῇ καὶ συμβαίνουσαν καὶ ἀδιάρῥηκτον ὅλον φοροῦσαν τὸν ἑαυτῆς χιτῶνα, ἄνωθεν ὑφασμένον καὶ μή τι σχίσμα καταδεχόμενον μηδὲ τομὴν καὶ ῥῆξιν καὶ εἰς μέρη διαίρεσιν. ἐπεὶ καὶ τῷ διαιροῦντι παντὶ καὶ τέμνοντι ὅσον παρὰ τοῦ ἐξυφάναντος καὶ τῷ οἰκείῳ ἐμβάψαντος καὶ ἐπιχρώσαντος αἵματι ἡτοίμασται καὶ κεῖται πρὸς βασάνους καὶ κόλασιν δῆλον δήπου τοῖς γε σκοπουμένοις καὶ βαθέως συνιεῖσι τὸ τόλμημα· καὶ γὰρ πλέον καὶ μεῖζον καὶ ἀναιδέστερον ὁμοῦ καὶ θρασύτερον ἢ ὡς οἱ σταυρώσαντες τετολμήκασιν· οὐ γὰρ διείλοντο ἐκεῖνοι ἀλλ᾽ ἐφείσαντο βαλόντες κλῆρον, τὰ ἱερά φασιν εὐαγγέλια. ταύτῃ τοι καὶ ἵνα τοῦτον ἀκέραιον καὶ ἄτμητον δι ὅλου καὶ ἀμέριστον ἡ τοῦ χριστοῦ φορῇ ἐκκλησία, αὐτὸς χριστὸς οὐ τοῖς τότε μαθηταῖς μόνον, ἀλλὰ καὶ τοῖς μετ᾿ ἐκείνους καὶ πᾶσιν οἷς συνεῖναι μέχρι τέλους αἰῶνος καθυπισχνεῖται, ἐμβοᾷ καὶ διακελεύεται καὶ ἀγάπην μὲν ἔχειν πρὸς ἀλλήλους, οὐ μὴν ἀλλὰ καὶ εἰρήνην τὴν ἑαυτοῦ καὶ δίδωσι καὶ ἀφίησιν, ὅτι μηδ᾽ ἔστιν ἄλλως οὐ μὲν οὖν ἡνῶσθαι τοὺς ἑαυτοῦ καὶ πρὸς μίαν οὖσαν τὴν ἐκκλησίαν, ἧς αὐτὸς κεφαλὴ, συναρμολογεῖσθαι καὶ συνάγεσθαι, τῆς εἰρήνης μὴ συναπτούσης καὶ συσφιγγούσης πρὸς ἓν, ἀκαταλύτου δή τινος συνδέσμου δίκην καὶ πανταχόθεν συνέχοντος. καὶ τοίνυν ὅτι τοῦθ᾽ οὕτως ἔχει, καὶ ἡμᾶς δεῖ καθυπείκειν προστάγμασι θεοῦ προθυμουμένους καθ ὅσον οἷόν τε διακονεῖν καὶ ἐξυπηρετεῖσθαι αὐτῷ, εἰ μὲν καὶ προεθυμήθημεν ὡς εἰκὸς καὶ ἐξυπηρετήσαμεν καὶ τῶν ὑπὲρ τῆς ἐκκλησίας αὐτοῦ σπουδασμάτων ἐνελίπομεν οὐδὲν, τί χρὴ καὶ λέγειν ἄνωθεν ἡμᾶς ἀρξαμένους καὶ διεξιόντας καθεξῆς πρὸς πάντ᾽ εἰδότας ὑμᾶς καὶ τούτων ἀγνοοῦντας μηδέν; ἴστε πάντες πάντως καὶ τὸν ἐπενεχθέντα ταύτῃ τραχὺν σάλον καὶ τάραχον καὶ σφίσιν αὐτοῖς ἐμβαλόντα τοῖς ἄνωθεν ὀρθῶς ἱσταμένοις καὶ πεπηγμένοις περὶ τῆς ὁμολογίας δόγμασι καὶ κατασεῖσαι δυνηθέντα καὶ μετασαλεῦσαι καὶ παρασύραι καὶ μετενεγκεῖν· ἴστε καὶ ὅπως ἡμεῖς αὖθις καὶ μεθ᾽ ὅσου πλείστου θερμοῦ καὶ διαπύρου τοῦ ζήλου τοῖς ἐπηρεασταῖς ἢ μᾶλλον εἰπεῖν ἀτόποις δογματισταῖς ἀντικαταστάντες ἀντέβημεν καὶ προέστημεν τῆς ἀληθείας, καὶ αὖθις ἀκραιφνῆ ἐπὶ τῶν ὀρθῶς αὐτῇ καὶ καλῶς ἐγνωσμένων τὴν ἐκκλησίαν ἀνασεσωκότες φέροντες ἀποδε δώκαμεν τῷ θεῷ, τοῦτο δὴ πρῶτον τῶν ἄλλων πάντων περὶ πάσης θέμενοι σπουδῆς, ἅτε δὴ καὶ πάντων τῶν ἄλλων πρᾶγμα πρὸς τοῦτο τελούντων μικρὸν ἢ οὐδέν.· καὶ τοίνυν νόθον πᾶν καὶ ἐπείσακτον αὐτῇ δόγμα τελέως ἀνελόντες ἀπηλάσαμεν ἐκ μέσου. καὶ ἔδει μὲν πάντας εὐθὺς τοὺς ὀρθὰ φρονοῦντας καὶ ἐπὶ τοῦ ὑγιαίνοντος ἀνέχοντας καὶ τῆς ἀληθείας, λαμπρῶς οὕτω τῆς ἐκκλησίας ἀνεῳγμένης, ἐντὸς αὐτῆς σπουδάσαι γενέσθαι μεθ᾽ ὑψηλοῦ τοῦ κηρύγματος συγκαλουμένης, καί γε καθαρὸν μὲν καὶ ἀκίβδηλον τὸν ἑαυτῆς ἄρτον φαγεῖν καὶ προτεινούσης καὶ παρεχομένης μή τινος μετέχοντα πονηρᾶς ζύμης καὶ ἀλλοκότου, καθαρὸν δὲ πιεῖν προτεινούσης καὶ τὸν κρατῆρα παντὸς παντάπασιν ἀπωσμένου καὶ ἀπεληλαμένου τοῦ γε συνθολοῦν τος. οὐ μὴν ἀλλ᾽ ἐνέμειναν στάντες ἐκτὸς, ὅσοις δὴ καὶ τοῦτο καὶ ὅπως ποτὲ παρέστη δόξαν αὐτοῖς. καὶ ἡμεῖς ἐφεξῆς σπουδὴν αὖθις ἐποιησάμεθα πάντας ἐκ παντὸς τρόπου ἰσχύσαι εἰσελάσαι καί γε τοὺς ἴσα ταῖς θεολογίαις φρονοῦντας ἴσους καὶ τὴν γνώμην γενέσθαι, αὐτῆς δὴ ταύτης ἕνεκεν τῆς πρὸς ἀλλήλους ὁμονοίας, διαφορᾶς ἁπάσης περιαιρεθείσης. καὶ γίνεται δὴ τοῦτο καὶ πρὸς τὴν ἐμὴν ἀπαντᾷ καὶ σπουδὴν καὶ γνώμην. γίνεται δὲ πῶς; ἥκουσι παρ᾽ ἡμᾶς, καὶ τό γε θορυβοῦν αὐτοὺς πᾶν καὶ ταράττον καὶ βάλλον εἰς δειλίαν προτείνουσιν εἰς μέσον, καί γ᾽ ἐπὶ τούτοις ἡμῶν πραξάντων παῦσαι ζητοῦσι δειλιῶντας τοὺς ἑαυτῶν λογισμούς. καὶ πράττομεν δὴ αὐτὸ τὸ τῆς εἰρήνης ὅπερ ἔφημεν μέγιστον καὶ παρὰ θεοῦ ἡμῖν ἐντεταλμένον κράτιστον ἀγαθὸν παντὸς ἑτέρου προτετιμηκότες.

1

pr.Τί δὲ πράττομεν; φθάνει μὲν ὁ πολὺς ἐκεῖνος τοὺς ὑπὲρ τῆς ἀληθείας καὶ τῶν ὀρθῶν δογμάτων ἀγῶνας, πολὺς καὶ τὴν ἔνστασιν καὶ τὴν καρτερίαν καὶ μηδὲν τῆς ὁμολογίας καθυφεὶς μηδὲ καθυπείξας καὶ ὑπενδοὺς τοῖς ἐπὶ μακρῶν τῶν χρόνων βιαζομένοις καὶ ἀποπειρωμένοις αὐτοῦ παραίτησιν τοῦ πατριαρχικοῦ ποιήσασθαι θρόνου, ἐκείνων ὑπεκστάντων δηλονότι καὶ τοῦδε μέχρι τέλους νενικηκότος. καὶ γοῦν ὡς εἶδε λαμπρὸν οὕτω κατὰ τῶν πολεμούντων ὑπὸ θεῷ πρύτανι παρ ' ἡμῶν τὸ τρόπαιον ἀναστὰν, ἅμα τε ἀνέπνευσεν ἡδέως ἰωσὴφ ἐκεῖνος, ὁ πάνυ καὶ μέγας ἀθλητὴς, καὶ περιβόητος μὲν τὰ πρῶτα τῆς ἀρετῆς καὶ τῶν ἐκείνῳ πεπολιτευμένων, περιβόητος δὲ μᾶλλον τὰ τελευταῖα τῶν παλαισμάτων καὶ τῶν διηγωντσμένων αὐτῷ, καὶ παραιτεῖται τάλλα πάντα τρόπον ὃν ἔφημεν, μηδενὸς τῶν ἐνταῦθα καὶ μεγάλων δή τινων ἀνθρώποις νομίζομένων ἐπιστροφὴν καὶ λόγον ποιούμενος. καὶ ὁ μὲν οὕτως· ἡ δὲ τοῦ θεοῦ ἐκκλησία, ἐκεῖνον ὥσπερ ἀμειβομένη τῶν πόνων καὶ τῶν ὑπὲρ αὐτῆς καμάτων, ἀνακηρύττει ἐξ ὀνόματος κατ ἴσον τοῖς ἄλλοις τοῖς μηδὲν παραιτησαμένοις, ἀλλ᾽ ὁμοῦ μὲν ἐπ᾿ εὐσεβείας ὁμοῦ δ᾽ ἐπὶ τοῦ θρόνου ἐν ὁμοίοις ἀγωνίσμασι καὶ καιροῖς καταλύσασι τὸν βίον. καὶ τοίνυν ἓν δὴ τοῦτο τοῖς διαφερομένοις αὐτοῖς ἀφορμή τις γίνεται σκανδάλου καὶ πρόφασις ἡ ἀνακήρυξις, καὶ ζητοῦσι κατασιγασθῆναι ταύτην καὶ παύσασθαι. καὶ παύσομεν σεσιωπηκότες, φίλα καν τούτῳ πράττοντες ἐκείνῳ καὶ οἱονεὶ κατὰ γνώμην ἃ παρῃτήσατο παραιτούμενοι, καὶ μηδὲν περαιτέρω τῶν αὐτῷ δεδογμένων μήτε πράττοντες μήτ᾽ ἐπινοοῦντες.

2

pr.Δεύτερον ὅρκους φασί τινας καὶ ἐπιτιμήσεις, ἅμα δὲ καὶ ὑπερφρονήσεις καὶ ἀθετήσεις αὐτῶν πάλαι ποτὲ γεγενημένας, καὶ ἐπεγκαλοῦσι τοῖς ἐνεχομένοις. ὅμως μή τι ἐξ ἐκείνων καθήκοι καὶ εἰς τοὺς ἐφεξῆς, ἐμφανῆ γενέσθαι βούλονται τὴν ἄφεσιν καὶ λύσιν, καὶ πείθονται ἀφιέναι θεὸν, τοῦ πατριάρχου καταδεηθέντος καὶ ταῖς ἱκεσίαις ἱλεωσαμένου. καὶ στήσεται δὴ οὗτος καὶ ἐξιλάσεται πρεσβεύων, καὶ τὰς ἀφέσεις ἐκεῖθεν τοῖς χρήζουσιν οἷς ἔφημεν ἐνεχομένοις παρέξει.

3

pr.Καὶ τοίνυν τοῦ βέκκου κακῶς ἐπιφυέντος τῇ ἐκκλησίᾳ, καὶ ὅλον κατὰ ταύτης καὶ τῶν ὀρθῶς αὐτῇ δεδογμένων τὸν τῆς θολερᾶς ἀνατροπῆς καὶ συγχύσεως ἰὸν ἐξεμέσαντος, ἀπηλάθησαν μὲν εὐθὺς τοῦ· βήματος ἐξωσθέντες, ὅσοι καὶ ταῖς ἐκείνου χερσὶ χρησάμενοι καὶ ὑπὸ ταύταις τελεσθῆναι νομίσαντες ἐντὸς αὐτοῦ παρεισέδυσαν· εἰ δέ τις τῶν τοιούτων καὶ λαθὼν ἐναπέμεινεν ἐς δεῦρο κρυπτόμενος, καὶ ἡμεῖς μέν φαμεν πρῶτοι, φασὶ δ᾽ ὁμοίως ἡμῖν καὶ οἱ νῦν γενόμενοι μεθ᾽ ἡμῶν, ἐξωσθῆναι καὶ ἀποῤῥιφῆναι τούτους καὶ παντὸς ἐκπεσεῖν θείου καὶ ἱεροῦ λειτουργήματος, καὶ ἐξωσθήσεται δῆλος γεγονὼς καὶ ἀποῤῥιφήσεται. οὐ μὴν ἀλλὰ καὶ εἴ τις ἐν διακόνοις, εἴ τις ἐν ἱερεῦσιν, ἐν ἐπισκόποις εἴ τις ἐγκλήμασιν ἐλεγχθείη ἐπ᾿ ἀληθείας ἐνισχημένος ὁπωσδήποτε, καθαιροῦσιν αὐτὸν καὶ τοῦ βαθμοῦ καὶ τῆς τάξεως ἐφ᾿ ἧς ἕστηκεν ἐξελαύνουσιν, ἢ βίου χάριν βεβήλου καὶ μή τί γε τῇ θείᾳ καὶ ἱερᾷ τραπέζῃ καὶ τοῖς θείᾳ καὶ ἱερα ἐν ταύτῃ φρικτοῖς μυστηρίοις προσήκοντος, ἢ χειροτονίας ἕνεκεν καθάπαξ ἀπηγορευμένης ταῖς ἀποστολικαῖς καὶ πατρικαῖς παραδόσεσι· καὶ οὗτος ἥκιστα οὐδαμῶς ἐκφεύξεται τὴν δίκην, ἣν αὐτοὶ κατ᾿ αὐτοῦ ἀπόστολοί τε ἅμα καὶ πατέρες καθαιροῦντες ἐξήνεγκαν.

4

pr.Ἔσονται καὶ οἱ τοῦ πατριαρχικοῦ μὲν ἐν μεθέξει γενόμενοι θρόνου, εἶτα τοῦτον παραιτησάμενοι, μηκέτ'᾽ ἐπ᾿ αὐτὸν αὖθις οὐ μὲν οὖν ἀναβεβηκότες, ὅτι μηδ᾽ ἔξεστι τοῦ λοιποῦ ὅρκοις αὐτῶν ἀκαταλύτοις τὰς παραιτήσεις κατασφαλισαμένων· καὶ διαμενοῦσιν τοίνυν μέχρι παντὸς αὐτὸ δὴ τοῦτο τὸ δόξαν οὕτως αὐτοῖς τηροῦντες καὶ περισώζοντες. Τὰ δέ γε τῆς καθ᾽ ἡμᾶς ἐκκλησίας, αὐτῆς δὴ λέγω ταύτης τῆς καθολικῆς τε καὶ ἀποστολικῆς, ἀκραιφνῆ δόγματα, ὡς ἐν εὐαγγελίοις δηλαδὴ παρελάβομεν καὶ οἱ ἀπόστολοι παρέδοσαν ἡμῖν καὶ οἱ πατέρες ἐκήρυξαν, καὶ ἀνεκηρύξαμεν μεγάλῃ καὶ λαμπρᾷ τῇ φωνῇ καὶ ἐκραταιώσαμεν ἀσφαλῶς, πᾶν νόθον παρεισφθαρὲν αὐτοῖς ἐπίβουλον δόγμα καὶ ἐχθρὸν καὶ πολέμιον καταβαλόντες γενναίως καὶ ἀπωσάμενοι, καὶ νῦν αὖθις τὸν ἴσον τρόπον καὶ κραταιώσομεν καὶ ἀνακηρύξομεν. καὶ τὸ γεγονὸς ἐσεῖται πάλιν γεγενημένον, καὶ πάντ᾽ ἔσται καθὰ δὴ καὶ λέλεκται, τὰ μὲν καὶ ἐξ ἀρχῆς εὐθὺς καὶ πρὶν ἢ ὑμᾶς ἐκζητῆσαι ὀρθῶς καὶ καλῶς πραξάντων ἡμῶν καὶ τελεσάντων, τὰ δὲ καὶ νῦν ὑμῶν χάριν καὶ τῆς κοινῆς ἕνεκεν εἰρήνης δεῖν ἐπεγνωκότων καὶ ὑποστῆναι καὶ πρᾶξαι.