JGR III 5.35Imp. Andronici senioris aurea bulla, qua praedium Cutzi monasterio Serbico in monte Atho ad instantiam Cralis Serbiae conceditur.
Λόγος χρυσόβουλλος ἀποδοθεὶς πρὸς τὸν ὑψηλότατον κράλην σερβίας.
Abrir no leitor do IusCommune →0
pr.Ἡ μὲν δὴ τοῦ παρόντος λόγου πρόθεσις πρὸς αἴτησιν ἀπαντᾷ καὶ ταύτην εὐθὺς συμπεραίνει, ἣν ὁ τῶν σέρβων ὑψηλότατος κράλης καὶ φίλτατος ἐμοὶ οὐχὶ δικαίαν μόνον καὶ πάνυ τὶ δικαίαν, ἀλλὰ καὶ μικρὰν δή τινα ταύτην ἐπὶ μεγάλῳ καὶ μεγίστῳ προὐβάλετο πράγματι. καὶ μὴ ὅτι γε παραιτησαμένους ἡμᾶς οὐδεὶς ἂν οὐκ ἂν ἀφῆκεν αἰτίας ὀρθῶς λογιζόμενος, ἀλλ᾽ ἤδη καὶ τετελεσμένην ταύτην πάντες ἂν φαῖεν μηδὲν ἄξιον εἶναι, μήτε πρὸς χάριν τοῦ προβαλομένου καὶ δεδεγμένου, μήτ᾿ αὐτῆς εἵνεκα τῆς ὑποθέσεως, ὑφ᾽ ἧς αὐτῷ καὶ δέδοκται προβαλέσθαι τὴν ζήτησιν. καὶ τοίνυν οὐ τοῦτό γε σπουδαστέον ἡμῖν ἂν εἴη, δεῖξαι δηλονότι ὡς εὔλογον τὸ πεπραγμένον καὶ οὐχ ὑπερβαῖνον τὸ δίκαιον, ἀλλ᾽ ὅτι γε μὴ τοσοῦτον μόνον ἡμεῖς εἰκὸς εἶναι νομίσαντες τοσοῦτον καὶ ἀποδεδώκαμεν, ἀλλ᾽ ὅσον ἔδοξε τῷ εἰληφότι τοῦτ᾽ αὐτῷ καὶ παρ᾽ ἡμῶν κατὰ γνώμην γεγένηται. ἀλλὰ πρὶν ἢ τοῦτο, βούλομαι μικρὸν προδιαλαβεῖν καὶ τῷ μέλλοντι χρόνῳ θαῦμα θεοῦ μέγα περὶ ἐμὲ καὶ τὴν ἐκείνου τεταγμένην ὑπ᾿ ἐμοὶ κληρονομίαν διήγημα θέσθαι πρὸς ἀνθομολόγησιν αὐτοῦ, κοινὴν δὴ λέγω παρὰ πάντων ἀνθρώπων τῶν εὐσεβεῖν ἑλομένων. ἐντεῦθεν γὰρ καὶ ὁ πᾶς σκοπὸς τοῦ παρόντος λόγου σαφὴς γένοιτο καὶ δῆλος τοῖς μαθεῖν βουλομένοις. ἀθροίζεται μὲν γὰρ ἐξ ἑῴας στρατιᾶς περσικῆς πλῆ θος καὶ εἰς μέγα καὶ πλεῖστον ἀθροίζεται, εἶτ᾽ εἰς θράκην διαβαίνει, ταύτην δὴ τὴν ὑφ᾽ ἡμῖν λέγω καὶ ἡμετέραν, καὶ πανταχόθεν αὐτοῖς δύναμις συγκροτεῖται, καὶ γίνονται πολέμιοι κατὰ τῶν ἡμετέρων, μεγάλα δή τινα καὶ φρονοῦντες καὶ μελετῶντες· καὶ συχνοὶ τούτοις ἐκ τῶν ὁμογενῶν προσρέουσιν αὖθις καὶ μάλα αὖθις, καὶ ἄλλων ἐπ᾿ ἄλλοις ἀεὶ γιγνομένων καὶ πλειόνων ἐπὶ πολλοῖς ἐς μέγα ἦρτο τὸ κατ᾿ αὐτοὺς, καὶ δεινὸν οἷον καὶ χαλεπὸν ἐνενόμιστο, μήπω τῶν ἡμετέρων συντεταγμένων καὶ αὐτοῖς δὴ τούτοις ἀντεπεξιόντων. καὶ γοῦν ἀδείας ἐπειλημμένοι καὶ θράσους ὑπ᾿ αὐτῆς πλησθέντες ἐδόκουν ἀνυπόστατοί τινες εἶναι καὶ ἀκατάσχετοι ταῖς ὁρμαῖς· καὶ ἦσαν πολλῷ τινι τῷ φρυάγματι ἐπῃρμένοι καὶ ῥέοντες πανταχόθι ταῖς ἐκδρομαῖς. εἶτ᾽ αὖθις εἰς ἓν συνιόντες ἐπὶ τοῖς πλήθεσιν ὑπερφρονοῦσι, καὶ δεινὸν μὲν παθεῖν οὐδὲν εἰς νοῦν βάλλουσιν οὐδ᾽ ἔσεσθαι ποθὲν αὐτοῖς οὐδ᾽ ἀπαντῆσαι, πάντα δ᾽ αὐτοὺς δράσαι μᾶλλον καὶ καταπράξασθαι δεδυνῆσθαι. καὶ οἱ μὲν οὕτως· ἡμεῖς δ᾽ αὖθις ἐπὶ θεὸν βλέποντες καὶ τὴν αὐτοῦ μητέρα παρεταττόμεθα ἐξ ἐναντίας. καὶ τοίνυν τῶν ἡμετέρων συνιόντων ὑπὸ θεῷ στρατευμάτων, καὶ λαμπρῶν δὴ καὶ τούτων καὶ γενναίων ὄντων καὶ σφόδρ᾽ ἀμύνεσθαι δεδυνημένων, οὐκ ἐπὶ τούτοις ἡμεῖς δεῖν ἔγνωμεν τεθαῤῥηκέναι, οὐδ᾽ ἐπὶ τῇ ῥομφαίᾳ καὶ τοῖς τόξοις, ἀλλ᾽ ἐξ οὐρανοῦ τὰ βάλλοντα τοὺς ἐχθροὺς ἀνεμένομεν βέλη. καὶ τὸ ἐκεῖ μὲν ἐντεινόμενον τόξον μόνον οὐχ ἑωρῶμεν· καὶ τὰ ἐν αὐτῷ ἑτοιμαζόμενα σκεύη θανάτου· ἐλπίζοντες δ᾽ ἦμεν καὶ μάλα τὶ ἐπὶ τούτοις ἐλπίζοντες καὶ θαῤῥοῦντες, καὶ ἥκιστα οὐδαμῆ ἐψεύσθημεν τῶν ἐλπίδων. ἀλλὰ τί δὴ καὶ γίνεται; σφάττει μὲν τοὺς πολεμοῦντας ἡ τοῦ θεοῦ μάχαιρα, καὶ μεθύεται πλησθεῖσα τῶν ἐξ αὐτῶν αἱμάτων·. συντρίβεται δ᾽ αὐτῶν πάντα τόξα, καὶ ἣν ῥομφαίαν ἀνέσεισαν καὶ ἠπείλησαν καθ ' ἡμῶν στρέφεται καὶ εἰσελαύνει τὰς αὐτῶν καρδίας, καὶ πίπτουσι μὲν πάντες, οὐκ ἐν ταὐτῷ, πάντες δ᾽ ὅμως· φεύγει δὲ τούτων οὐδεὶς καὶ σέσωσται οὐδαμῆ οὔτε γῆς οὔτε θαλάσσης. καὶ τοίνυν ἵσταται τοῦτο περιφανὲς καὶ μέγα καὶ παμμέγεθες τρόπαιον καθ'᾿ ἧς ἔφημεν τῶν ἀσεβούντων ἐπάρσεως. καὶ πολλοὶ δή τινες καὶ παμπληθεῖς ὄντες κτεινόμενοι καὶ ἁλισκόμενοι πλείους ἔδοξαν ἢ τῆς σφαγῆς καὶ τῆς πληγῆς ἐκτὸς ὄντες. καὶ γοῦν πάνθ᾽ ὅσα νομίσαντες καὶ θαρῥήσαντες καθ᾽ ἡμῶν ἦσαν, πάντ᾽ ἐπὶ τὰς σφῶν αὐτῶν κεφαλὰς θεὸς τρέπει, ὃς καὶ ἐν ἰσχύϊ δεδόξασται καὶ τῷ βραχίονι αὐτοῦ οὔτ᾽ ἀντερίζει οὔτ᾽ ἐστὶν ἀντέχων οὐδείς. καὶ τὸ μὲν τῶν ἀσεβῶν καὶ πολεμίων τέλος τοιοῦτον, τοιοῦτον καὶ τὸ κατ᾿ αὐτῶν ὑπὲρ τῶν εὐσεβούντων ἡμῶν τρόπαιον ὑπὸ θεῷ πολεμούντων καὶ παραταττομένων. τοῖς δ᾽ ἡμετέροις τότε στρατεύμασιν οὐ μικρὰ δήπουθεν ἐστὶν ἐν οἷς καὶ συνήρατο καὶ συνέπραξε καὶ ἡ σερβικὴ δύναμις, ἰσχυρά τις καὶ αὕτη καὶ γενναία, ὁμόσε τοῖς πολεμίοις χωροῦσα καὶ κατ᾿ αὐτῶν προθύμως ἐς ὅ τι πλεῖστον συῤῥηγνυμένη. ἐκλέγει γὰρ ταύτην ἐκ τῶν ἑαυτοῦ ὁ ἐμὸς οὗτος φίλτατος παῖς, καὶ καθοπλίζει οὐ τὰ σώματα μόνον αὐτῶν ὅπλοις χαλκοῖς, ἀλλ᾽ ἤδη καὶ τὰς ψυχὰς προτρεπτικοῖς λόγοις θήξας καὶ παρακλητικοῖς· καὶ τοῦτον δὴ τὸν τρόπον καὶ ταῖς τοιαύταις παρασκευαῖς ἐνεὶς θάρσος αὐτοῖς, ἐῤῥωμένως ἀντεπεξιέναι τοῖς ἐπιοῦσιν ἐχθροῖς καὶ συμπλέκεσθαι τούτοις καὶ καρτερεῖν πείθει καὶ παρασκευάζει. καὶ ἦσαν τῶν ἐντολῶν αὐτοῦ μεμνημένοι, καὶ οὐκ ἐπελάθοντο οὐδ᾽ ἠμνημόνησαν ἐπὶ τῶν ἀγώνων καὶ τῆς ἐπὶ τοὺς πολεμίους παρεμβολῆς. εἶτα τί; τῶν ἐχθρῶν ἐκείνων ὁμοῦ πάντων παντάπασι καὶ πεσόντων καὶ ἀπολωλότων, καὶ θορύβου δή τινος μεγάλου κατὰ τῆς περσίδος πάσης καταῤῥαγέντος ἁπανταχοῦ, διαβαίνει τὰ ἡμέτερα στρατεύματα καὶ κατ᾿ ἐκείνων ἐν αὐτῇ γέ που τῇ πολεμίᾳ, συνδιαβαίνει καὶ τῶν σερβῶν αὐτῶν σύμμαχος αὖθις ἑτέρα δύναμις οὐκ ἀγεννής. καὶ οὐκ ἀνέχεται ὁ φίλτατος οὗτος ἐμοὶ καὶ τὴν ἀρχὴν ἔχων αὐτῶν, μὴ, ὅποι δὴ πολέμιοι, ὅποι δὲ καὶ παρατάξεις ἡμέτεραι κατ᾿ αὐτῶν, μὴ καὶ αὐτὸς ἀνταίρειν καὶ συμβάλλειν κατὰ ταὐτόν. καὶ βούλεται μὲν δὴ καὶ τῷ σώματι παρεῖναι, καὶ μάλα βούλεται καὶ προτεθύμηται· ἐπεὶ δὲ τοῦτο μὴ ἔστιν αὐτῷ (οὐδὲ γὰρ ἀπαίρειν μηδὲ μεθίστασθαι τῶν οἰκείων οὐ μὲν οὖν ἀσφαλὲς σφίσιν αὐτοῖς), ὃ δὴ δεύτερον οὐκ ἀναίνεται, ἀλλὰ καὶ τοῦτο δίδωσι προθύμως ἐς ὅσον δυνατὸν ἐς πλεῖστον.
1
pr.Καὶ τοίνυν ἀντὶ τούτων ἀλλ᾽ οἷόν γε καὶ τοῦτο!· - καὶ πάρεστιν ἤδη σκοπεῖν βουλομένοις τὸ τῆς γνώμης αὐτοῦ ὑπὲρ γὰρ τῶν εἰρημένων πράξεων τῶν ἐκ θεοῦ καθ'᾽ ὧν ἔφημεν ἐχθρῶν δεδωρημένων ἡμῖν βούλεται αὐτῷ θεῷ ἀνάθημά τι προσαναθεῖναι καὶ χαριστήριον, καὶ τῇ ἐν τῷ ὄρει τοῦ ἄθω σεβασμίᾳ μονῇ τῆς πανυπεράγνου μητρὸς αὐτοῦ χριστοῦ τοῦ θεοῦ προσενεγκεῖν καὶ προσαρμόσαι, διὰ παντὸς δήπου παραμένον καὶ μήποτε ταύτης μήτ᾽ ἐκπίπτον μήτ᾽ ἐκλυόμενον. καὶ πρῶτον γοῦν αἰτεῖται καὶ παρὰ τῆς ἐμῆς βασιλείας λαμβάνει τὸ περὶ τὸν στρυμόνας χωρίον τὸ καὶ ὠνομασμένον τοῦ κούτζι, καὶ ἀνατίθησι τῇ σεβασμίᾳ ταύτῃ μονῇ. νῦν δὲ καὶ χρήματα μελετᾷ καταθέσθαι, καὶ ἀντὶ τούτων εἶναι τὸ χωρίον ἐωνημένον ὥσπερ καὶ ἀποδεδομένον τῇ μονῇ. καὶ ὁ μὲν οὕτως. ποῦ δ᾽ ἦν εἰκὸς ἡμᾶς ἐπὶ χρήματα μὲν ἰδεῖν ταῦτα, παριδεῖν δ᾽ ἅπερ ἔφημεν ὑπὲρ τῶν ἡμετέρων τούτου σπουδάσματα, καὶ τὴν ἄγαν βούλησιν καὶ προθυμίαν αὐτοῦ; μὴ ὅτι γε ἐφ᾽ οὕτω σμικρᾷ χάριτι καὶ ἀντιδόσει, ἀλλ᾽ εἴ τί γε καὶ οἷον πολλοῦ τινος ἦν ἄξιον καὶ πλείστου, εἶτ᾽ ἦν αὐτῷ βουλομένῳ τόνδε δὴ τὸν τρόπον ἢ ἕτερον ἡμᾶς ἐπὶ τούτῳ τὸ δοκοῦν αὐτῷ πρᾶξαι. τοίνυν καὶ ὃ δὴ μᾶλλον ἡμεῖς δεῖν ἔγνωμεν πεπραχέναι, τοῦτ᾽ ἤδη καὶ πράττομεν. ἐστὶ δὲ τί; τὸν παρόντα χρυσόβουλλον λόγον ἐκθέντες αὐτῇ δὴ ταύτῃ τῇ πανυπεράγνῳ μητρὶ τοῦ θεοῦ καὶ διὰ ταύτην τῇ ῥηθείσῃ σεβασμίᾳ ἀπονέμομεν μονῇ, δι οὗ δῆτα καὶ καθέξει μὲν διὰ παντὸς ἐς ἀεὶ τὸ λεχθὲν χωρίον, καθέξει δ᾽ ὀχλήσεως μηδεμιᾶς οὐδαμόθεν προσγιγνομένης αὐτῇ, οὔτ᾽ ἐξ οὐδενὸς τῶν τὰ δημόσια πραττόντων οὔτ᾽ ἐκ χειρὸς ἀπογραφούσης καὶ ψηλαφώσης τὰ κατ᾿ αὐτὴν, ἀλλ᾽ ἀκέραιον ἐσεῖται τουτὶ τὸ κτῆμα κατὰ πᾶν ὅριον τὸ καὶ νῦν μέρος ὂν καὶ ἡρμοσμένον αὐτῷ· καὶ εἴ τι δ᾽ ἐν τούτῳ παρὰ τῶν μοναχῶν βελτιωθὲν ἐπὶ τὸ κρεῖττον ἥξει, τὸν αὐτὸν ἔσται τρόπον κατεχόμενον ὑπὸ τῆς μονῆς, μηδενὸς τῶν δικαίων ὄντων αὐτῷ μήθ᾽ ὑποτεμνομένου μήτ᾽ ἀπαλλοτριουμένου καὶ μεταπίπτοντος μηδαμῶς ἥκιστα ὑπ᾽ οὐδενός. Καὶ τοίνυν τῇ δυνάμει τοῦ χρυσοβούλλου τοῦδε λόγου ταῦθ᾽ οὕτως ἔσται, καθὼς ἤδη καὶ προστάσσων ἐστὶ καὶ διοριζόμενος, ἐπεὶ καὶ τούτου χάριν γεγονὼς ἐβραβεύθη τῇ τοιαύτῃ σεβασμίᾳ μονῇ.