IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.34Imp. Andronici senioris aurea bulla, qua praedia nonnulla Irenae Augustae donantur.

Λόγος χρυσόβουλλος ἐπί τινι δεσποινικῷ βουλήματι.

Abrir no leitor do IusCommune →

0

pr.Σπουδάζειν μὲν ἀποδεικνύναι τὸ νῦν ἡμῖν κείμενον κατὰ σκοπὸν καὶ γνώμην ὡς εὔλογον καὶ οὐχ ὑπερβαῖνον τὸ δίκαιον οὐδ᾽ ἔξω τῶν τοῖς βασιλεῦσιν ἐξ ἔθους καὶ δεδογμένων καὶ πεπραγμένων, περισσὸν οἶμαι καὶ παντελῶς ἄκαιρον, καὶ μηδὲ σχεδὸν εἰδότος περὶ τίνων μὲν αἱ κατασκευαὶ καὶ ἀποδείξεις καὶ ἡ περὶ ταύτας περιουσία καὶ δύναμις τῶν λόγων, ὅτι περὶ τῶν μηδὲν ἐκδήλων καὶ δικαίων παντάπασιν ἀνωμολογημένων δικαίων ὄντων ἢ καὶ ἰσχυρῶς ἀντιλεγομένων, καὶ τότε δὴ τότε καὶ χωρῆσαι δεῖ πρὸς ἀγῶνα καὶ βοηθῆσαι τοῖς δικαίοις πολεμουμένοις. ὅπου δὲ μὴ μόνον πᾶς τις συνομολογεῖ περὶ τοῦ προκειμένου, ἀλλὰ καὶ πλέον ἐπιζητεῖ ἵνα περισώσηται τὸ εἰκὸς, ὡς ἐλάττονος ὄντος τοῦ γιγνομένου καὶ μηδὲ σχεδὸν ἥκοντος εἰς λόγον πρὸς τὴν ἀξίαν τοῦ δεδεγμένους, τί χρὴ περιττῶν λόγων καὶ ζητεῖν εὑρέσεις ἐπιχειρημάτων καὶ ποικίλλειν καὶ τεχνουργεῖν καὶ μέγα τὶ δοκεῖν ἀνύτειν, ἑαυτοὺς δῆθεν μέμψεως ἐξαιρουμένους, μή ποτε δόξωσι παρὰ τὸ εἰκός τι πεπραχότες καὶ ὑπερδραμόντες τὸ δίκαιον; δέον ὂν παντὸς μᾶλλον πρὸς τοὺναντίον ἀπιδεῖν, καὶ σπουδάσαι δεῖξαι ὅτι μὴ ἐνέχονται τῇ αἰτίᾳ, ὡς μεγάλα μὲν ὀφείλοντες διδόναι, μικροῖς δ᾽ ἀμειβόμενοι καὶ τὸ κατ᾿ ἀξίαν ἐλαττονοῦντες. φιλοτιμεῖσθαι μὲν γὰρ ἐπὶ δωρεαῖς. τοὺς βασιλεύοντας καὶ ταύτας διαιρεῖν καὶ ἀπονέμειν τοῖς κατὰ λόγον ὑποδεχομένοις, τοῦτο καὶ βασιλεῖς αὐτοὶ ἐν γράμμασι ῥητορεύουσι καὶ τοὺς λόγους τῆς περὶ τὰ τοιαῦτα πληροῦσι φιλοτιμίας. εἰ δὲ τοῦτο περὶ πάντας ἁπλῶς ἐξητασμένον εὖ ἔχον ἐστὶ, τί τις ἂν φαίη περὶ τῶν γνησίως συνημμένων καὶ ἡκόντων κατὰ γένος εἰς βασιλεῖς, καὶ πανταχόθεν λαμπρὰς καὶ μεγάλας ἐπιδεικνυμένων καὶ προβαλλομένων τὰς ἀφορμὰς, ὥστε σφᾶς αὐτοὺς βασιλέας, τρόπον ὃν ἔφημεν προτεθυμημένους καὶ βουλομένους χαρίζεσθαι, εὐθὺς στρέφειν ὅλους καὶ μεθέλκειν εἰς ἑαυτούς; ἢ τοῦτο καὶ παντί που δῆλον.

1

pr.Εἰ δὲ τοῦθ᾽ οὕτως, τὴν κοινωνὸν ἐμοὶ τοῦ κράτους, τὴν περιπόθητόν μοι αὐγούσταν, πότερον βουληθεῖσαν μᾶλλον καὶ αἰτησαμένην πᾶς τις ἂν ἐκ παντὸς ἐρεῖ τρόπου δίκαιον αὐτοῖς δὴ τούτοις, οἷς ἂν καὶ βουληθείη, εὐθὺς καὶ χρήσασθαι τετελεσμένοις; ἢ ὅτι μὴ βεβούληται μᾶλλον μηδὲ τῶν δικαίων μεταποιεῖσθαι καὶ εὐλογωτάτων, ὀλίγην δὲ τούτοις ἀπονέμει καὶ μικρὰν τὴν φροντίδα, καὶ ὅσον μὴ καθάπτεσθαι μᾶλλον τῶν τοιούτων ἢ δοκεῖν ἀμυδρῶς ἅπτεσθαι, διὰ τοῦτο καὶ μάλιστα εἴ τι γνοίημεν ἡμεῖς κατὰ ταύτην δὴ τὴν αὐτῆς γνώμην πρᾶξαι πράττοιμεν ἂν μηδὲν βιασαμένης; ἐγὼ μὲν οἶμαι τοῦτο. ἀλλὰ πρὶν ἢ τοῦτο, βοηθεῖ μὲν αὕτη τοῖς καθ᾽ ἡμᾶς πράγμασι χρήματα ταῖς κοιναῖς χρείαις εἰσενεγκοῦσα, καὶ ὑπερορᾷ μὲν χρήσεων ἰδίων καὶ ἐφ᾽ οἷς εἶχεν οἰκείοις ἀναγκαίοις οὖσιν ἀναλῶσαι καὶ δαπανῆσαι, προτιμᾷ δὲ τὸ τῶν πολλῶν καὶ ἐπαρκεῖ αὐτοῖς τοῦτον τὸν τρόπον πάντα τὰ δυνατὰ παρασχοῦσα, μεγαλοψύχως εἰς μέσον καταθεμένη καὶ μηδὲν ὑπολογισαμένη τοῦ καιροῦ καὶ τῶν ἐφεστηκότων πραγμάτων. ὥστε δὴ καὶ τοῖς ὀρθῶς ἐντεῦθεν λογιζομένοις οὐδὲ χάριτος ἂν ἐν μέρει νομι σθείη ὃ νῦν ἡμεῖς δρῶμεν, μηδὲν μὲν νέον ἀποδόντες, ἐκ δὲ τῶν προσόντων αὐτῇ τὰ δόξαντα πράξαντες καὶ κατ᾿ ἐξουσίαν αὐτῆς πᾶσαν εἰς τὸ διηνεκὲς παραμένειν, οὐ κατὰ χάριν μᾶλλον ἢ τρόπον ὃν εἴπομεν ἐωνημένα. ταῦτα δ᾽ εἰσὶ τάδε·. ὧν δὴ χάριν καὶ τοῦ παρόντος ἡμῖν ἐδέησε λόγου, καὶ ἐκτιθέμεθα τοῦτον, πάγιον καὶ· ἀσάλευτον καὶ ἀμετακίνητον καθιστῶντες. καὶ ἡμεῖς μὲν οὕτως. τί δὲ ὑμεῖς, οἱ νῦν τε παρόντες τῷ πεπραγμένῳ καὶ χρόνῳ ὕστερον τῷ παντὶ συνεσόμενοι, οἱ κληρονόμοι τῆς ἐκ θεοῦ δεδομένης ἡμῖν ταύτης ἀρχῆς καὶ βασιλείας, τί φατε καὶ τί ὑμῖν δοκεῖ; μέγα τὶ τὸ πρᾶγμα καὶ ἐπαχθὲς καὶ οὐχ οἷον ἂν καὶ ὑμᾶς ὑποστῆναι καὶ περισῶσαι θελῆσαι; ἢ τοῦτο μὲν οὐδαμῶς οὐδ᾽ ἂν εἷς εἴποι, μικρὸν δὲ μᾶλλον καὶ κατηυτελισμένον καὶ ἀποδέον παρὰ πολὺ τοῦ εἰκότος, ἀγαπητὸν δὲ καὶ ὑμῖν, πάντα ὅσα εἴρηται λογιζομένοις καὶ ἅμα συλλογιζομένοις τὸ λαμπρὸν ἄνωθεν καὶ περιφανὲς καὶ ὑπερύψηλον τοῦ γένους, ἐξ ὧν αὕτη τίκτεται καὶ ἡμῖν ἐπιδημεῖο τῆς ἀρχῆς ἐν μεθέξει οὕτω τοῦ θεοῦ βουληθέντος καὶ ἐν εὐδοκίᾳ θεμένου. καὶ μὴν εἰ μὴ τὸν τρόπον τοῦτον, ἀλλὰ κατὰ τύχην ἑτέραν πρὸς ἡμᾶς ἧκε, τι ἂν ἐπράξαμεν; οὐ μετεδώκαμεν ἂν τῶν ἀξίων, μεγάλων δή τινων ἁρμοζόντων; καὶ πῶς οὐκ ἂν ἐδόξαμεν τοῦ ἀμέμπτου καὶ τῆς τοῦ καλοῦ ἐπιγνώσεως ἀναισθήτως ἔχειν; καὶ τοίνυν φυλάττετέ μοι τὸν χρυσόβουλλον τοῦτον λόγον ἀκατάλυτον παντελῶς, καὶ ὅσον ἐν τούτῳ βουλόμεθα ἐς ἀεὶ παραμένειν.

2

pr.Βουλόμεθα δὲ τὰ εἰρημένα κατὰ κλῆσιν χωρία τῇ περιποθήτῳ μοι ταύτῃ αὐγούστῃ ἐν διηνεκεῖ τῷ χρόνῳ διὰ παντὸς ἀνεῖσθαι ἀνενόχλητα παντελῶς, ἀναπόσπαστα, ἀπαράθραυστα, καὶ κατὰ τὴν περιοχὴν μὲν αὐτῶν καὶ νομὴν πᾶσαν, οὐ μὴν ἀλλὰ καὶ ἐπὶ πᾶσιν οἷς ἂν καὶ γένοιτο ταῦτα βελτιωθέντα προελθεῖν εἰς ἐπίδοσιν πόῤῥω που πάσης ἀπεληλαμένης καὶ ἀπωσμένης ἄλλης τε διασειούσης καὶ μετασαλεύειν πειρωμένης δυνάμεως, καὶ δὴ καὶ ψηλαφώσης ἁπάσης καὶ περιεργαζομένης καὶ ἀπογραφούσης χειρός. οὔτε γὰρ ἕτερός τις τῶν ἁπάντων οὐδεὶς ἐπεγνωκὼς ἔσται καὶ πράξας ἐξ ἐναντίας τῶν νῦν ἡμῖν ἐγνωσμένων οὐδὲν, ἀλλὰ καὶ ἀπογράφων πᾶς ἀπὸ μακρόθεν στήσεται, καὶ οὐκ ἐγγιεῖ οὐδ᾽ ἐπιμίξει τοῖς τοιούτοις, παρεγχει ρεῖν τολμῶν καὶ ὑποτέμνειν καὶ παραλύειν καὶ ἀλλοτριοῦν, εἴτε τὶ τῶν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν ἡρμοσμένων εἴτε τῶν ἐς ὕστερον ἀμεινόνων καὶ βελτιόνων γε καθεστηκότων. οὐ μὴν ἀλλὰ καὶ ἐσεῖται ταῦτα παντάπασιν οὕτως ἔχοντα καὶ μηδὲν ὑπανέντα μηδὲ περιτραπέντα καὶ εἰς ἧττον ὀλισθήσαντα καὶ ὑπαχθέντα, μηδ᾽ αὐτοῖς οἷς ἂν καὶ γνοίη ἡ αὐτή μοι περιπόθητος αὐγούστα πρυτανεῦσαι καὶ νεῖμαι τῶν ἐξ ἐμοῦ καὶ ταύτης δηλονότι γεγεννημένων ἢ τρόπον ἕτερον ἐν μοίρᾳ παίδων ἡμῖν γνησίως ἀφιγμένων ', οἳ δὴ καὶ αὐτοὶ καθέξουσι δεσπόζοντες κατ᾽ ἴσον ὥσπερ ἄλλο τὶ χρῆμα τῶν ἰδίων αὐτῆς δικαίοις ἅπασι καὶ ταῦτα ἐξ αὐτῆς κατὰ δωρεὰν καὶ χάριν, εἰ δὲ βούλει κλῆρον εἰπεῖν δίκαιον, θαῤῥούντως εἰληφότες. οὐ μὴν ἀλλὰ καὶ οὗτοι πρὸς τοὺς ἐξ αὐτῶν, κἀκεῖνοι πρὸς τοὺς ἐξ ἐκείνων, καὶ οἱ ἐφεξῆς πρὸς τοὺς καθεξῆς σφισιν αὐτοῖς εἰς γέννησιν ἰόντας, οὕτω δὴ καὶ κατὰ βούλησιν πᾶσαν ἀπονενεμηκότες κλη ρώσουσιν, ὡς αὐτοὶ τρόπον ὃν ἔφημεν μεθ᾽ οὕτω μεγίστου καὶ κρατίστου τοῦ δικαιώματος ἔλαχον. Καὶ οἶδα μὲν ὅτι πᾶν ὅσον ἤδη καὶ λέλεκται καὶ ἡμεῖς παρεγγυώμεθα, δίκαιον ὂν παντὸς μᾶλλον, οὐδ᾽ ὑμῶν τις τῶν μεθ᾽ ἡμᾶς βασιλευσόντων παρόψεται, εἰ μή τι ἄλλο θεοῦ νέμεσιν δικαίαν καὶ ἀγανάκτησιν θέμενος ἐν φόβῳ· εἰ δέ τις καὶ βουληθείη (εἴη δὲ μηδεὶς), ἀλλ᾽ οὖν τῷ βουληθέντι καὶ ἡμεῖς εὐθὺς ἐπαρώμεθα αὐτὸ δὴ τοῦτο ὁ γε πάντως καὶ πείσεται, κίνησιν θεοῦ ἐνδίκως μετιοῦσαν τὴν ἀδικίαν.