JGR III 5.44Imp. Andronici junioris de possessionibus monasterii in insula Patmo siti '. (A. 1331.)
Abrir no leitor do IusCommune →0
pr.Ἐπεὶ οἱ μοναχοὶ τῆς κατὰ τὴν νῆσον τῆς πάτμου διακειμένης σεβασμίας μονῆς τῆς βασιλείας μου, τῆς εἰς ὄνομα τιμωμένης τοῦ ἁγίου ἐνδόξου πανευφήμου ἀποστόλου παρθένου ἐπιστηθίου ἠγαπημένου καὶ εὐαγγελιστοῦ ἰωάννου τοῦ θεολόγου, ἐζήτησαν καὶ παρεκάλεσαν τῇ βασιλείᾳ μου, ἵνα ἐπὶ τοῖς κτήμασι καὶ μετοχίοις καὶ ἀναστήμασιν αὐτῶν, ἅτινα κέκτηνται διὰ χρυσοβούλλων διαφόρων καὶ προσταγμάτων καὶ ἀπογραφικῶν ἀποκαταστάσεων καὶ ἑτέρων δικαιωμάτων, πορίσωνται καὶ χρυσόβουλλον τῆς βασιλείας μου, καὶ κατέχωσι ταῦτα καὶ εἰς τὸ ἑξῆς ἀβαρῶς πάντη καὶ ἀτελῶς, καθὼς κατέχουσι ταῦτα μέχρι τοῦ νῦν· (ἤγουν τὸ ἐν τῇ νήσῳ λήμνῳ μετόχιον τὸ εἰς ὄνομα τιμώμενον τοῦ ἁγίου μεγαλομάρτυρος γεωργίου τοῦ μυροβλύτου, καὶ διακείμενον ἐν τῇ τοποθεσίᾳ τῆς ἁγίας εἰρήνης μετὰ τῶν προσόντων αὐτῷ πάντων ἀμπελίων καὶ χωραφίων· τὸ ἕτερον μετόχιον τὸ εἰς ὄνομα τιμώμενον τοῦ τιμίου ταξιάρχου τῶν ἄνω δυνάμεων μιχαὴλ καὶ ἐπικεκλημένον τὴν πτέριν μετὰ τῶν ὄντων ἐκεῖσε ἕνδεκα προσκαθημένων, ἀλλὰ δὴ τῶν ἀμπέλων καὶ χωραφίων καὶ τοῦ περιβολίου τοῦ διδυμαρίου μετὰ τοῦ χειμερινοῦ ὑδρομύλωνος καὶ τοῦ λιμένος τοῦ ἀπὸ τῶν κρημνῶν ἕως τοῦ χυβαδίου καλουμένου διήκοντος· τὸν σεβάσμιον καὶ θεῖον ναὸν τὸν εἰς ὄνομα τιμώμενον τῆς ὑπεράγνου δεσποίνης καὶ θεοτόκου τῆς ὁδηγητρίας μετὰ τῶν προσόντων αὐτῷ χωραφίων· τοὺς ἐν τῇ αὐτῇ νήσιῳ ἐν διαφόροις χωρίοις εὑρισκομένους παροίκους, ἐφ᾽ ὧν τοὺς μὲν κατεῖχον, τοὺς δὲ ἀνεδέξαντο πρὸ ὀλίγου δι ἀπογραφικῆς ἀποκαταστάσεως, ὁμοίως καὶ τὰ παραδοθέντα αὐτοῖς χωράφια τὰ βουνάρια λεγόμενα, τὰς τροχαλέας καὶ τὰ λιβάδια· ὀνομάζονται δὲ οἱ τοιοῦτοι πάροικοι ὅ τε νικόλαος, ὁ μαυρολέων, γεώργιος ὁ κουρούπης· θεόδωρος ὁ λαχανᾶς, ὁ ἰατρόπουλος ὁ θεοδωράκης μετὰ τοῦ γαμβροῦ αὐτοῦ, ἄννα ἡ λέχεινα, γεώργιος τῆς τζαγγαρίης, οἱ δύο υἱοὶ τοῦ βραχνοῦ, μιχαὴλ ὁ λωράδων, δημήτριος τῆς καλάννας, ἡ βαβύλια, εὐστράτιος ὁ δαλασινὸς, ὁ ἀργυρὸς, νικόλαος ὁ γουλιμῆς, ἰωάννης ὁ μουρτατόπουλος, ὁ κολυβᾶς, ξένος ὁ ζακέτης, δημήτριος ὁ πενταφουστάνης, ὁ σταμάτας, τοῦ συμεὼν οἱ παῖδες, Θεόδωρος ὁ σκυριώτης, ἡ κονίδαινα, ἡρίνη ἡ καστελιανή, ὁ γαμβρὸς τοῦ λαχανᾶ, θεόδωρος ὁ καρυώτας, ὁ υἱὸς τοῦ μακρηνικολάου· ὀνομάζονται δὲ ὁμοίως καὶ οἱ ἄνωθεν δηλωθέντες ἕνδεκα προκαθήμενοι καὶ αὐλῖται τοῦ εἰρημένου μετοχίου τῆς πτέριν ὁ ντζιανὴς, ὁ μπονοφάτζος μετὰ τοῦ προγόνου αὐτοῦ, ὁ σιλιγκόπουλος μετὰ τοῦ γαμβροῦ αὐτοῦ, ἰωάννης ὁ βίγλης, δημήτριος τῆς καλογραίας, ὁ ἀρχαγγελεινὸς, κώνστας ὁ νιάννης, μανουὴλ ὁ γαμβρὸς τοῦ ἀρβάζου, ὁ κατζαρὸς, ἰωάννης ὁ μουντᾶς, ἰωάννης ὁ ντζακέτης· τὰ περὶ τὸν αὐτὸν τόπον ἐσωπερίβολα τῆς εἰρήνης, τοῦ χηναδίτου καὶ τῆς ἀδελφῆς αὐτῆς σοφίας· τὰ ἐν τῇ τοποθεσίᾳ τῆς πυλάδος χωράφια μετὰ τῶν ἐν αὐτῇ τριῶν συκαμηνέων καὶ τῶν ἑτέρων χωραφίων τοῦ σκαλομήνη· ἔτι γε μὴν καὶ τὰ ἕτερα χωράφια τοῦ δράκοντος λεγόμενα μετὰ τῆς νομῆς καὶ περιοχῆς αὐτῶν· πρὸς τούτοις καὶ τὰ ἐν τῇ νήσῳ ὡλέρῳ διακείμενα μονύδρια, τό τε τοῦ παρθενίου καὶ τοῦ μενίου ἐπιλεγόμενα, μετὰ τῶν προσόντων αὐτοῖς παροίκων, ἅτινα κέκτηνται διὰ τῶν εἰρημένων καὶ προσόντων αὐτοῖς χρυσοβούλλων· ὡσαύτως καὶ τὰ ἐν τῇ νήσῳ κῷ τρία μετόχια, τὸ τε τοῦ ἀσποντίου ἐπιλεγόμενον, τὸ εἰς ὄνομα τιμώμενον τοῦ δεσπότου καὶ σωτῆρος ἡμῶν ἰησοῦ χρι στοῦ, καὶ τὸ ἄλσος, μετὰ τῶν προσόντων αὐτοῖς ὑδρομυλώνων καὶ χωραφίων καὶ τοῦ ποταμοῦ, σὺν τῷ τοπίῳ τῷ ἐν τῷ κάστρῳ πυλίῳ, ἐφ᾽ ᾧ ἀμετόχως καὶ παρὰ γνώμὴν τῶν ἀπὸ τῆς τοιαύτης σεβασμίας μονῆς μοναχῶν ἀνήγειρεν οἰκήματα ὁ ἱερώτατος ἀρχιεπίσκοπος τῆς αὐτῆς νήσου κῶ· πρὸς τούτοις περ καὶ τὸν εἰς τὸ χωρίον τὸ ῥεπανίδιον πάροικον νικόλαον τὸν μαυρολέοντα·) — α. Τὴν τοιαύτην αὐτῶν ζήτησιν καὶ παράκλησιν προσδεξαμένη ἡ βασιλεία μου τὸν παρόντα χρυσόβουλλον λόγον ἐπικρατεῖ καὶ ἐπιβραβεύει αὐτοῖς, δι οὗ προστάσσει καὶ διορίζεται, ὡς ἂν τὰ τοιαῦτα ἅπαντα καὶ κατὰ μέρος ἄνωθεν δηλωθέντα μετόχια καὶ κτήματα καὶ λοιπὰ ἀναστήματα, μετὰ τῶν ἐν αὐτοῖς παροίκων καὶ προσκαθημένων καὶ τῶν ἀπ᾿ αὐτῶν ὀφειλομένων τελεσμάτων καὶ ἑτέρων παροικικῶν δικαίων, κατέχῃ καὶ νέμηται ἡ τοιαύτη σεβασμία μονὴ ἀνενοχλήτως καὶ ἀδιασείστως, ἔτι δὲ ἀναφαιρέτως καὶ ἀναποσπάστως, καὶ τὴν ἐξ αὐτῶν πᾶσαν καὶ παντοίαν ἀποφέρεται καὶ ἀποκερδαίνει πρόσοδον, καὶ οὔτε παρὰ τοῦ μέρους τῶν κεφαλαττικευόντων κατὰ καιροὺς ἐν ταῖς τοιαύταις νήσοις οὔτε παρὰ τῶν τὰ τοῦ δημοσίου διενεργούντων ἢ τοπικῶν ἐκεῖσε οὔτε μὴν παρά τινος ἑτέρου τῶν ἁπάντων εὑρίσκει ἐπὶ τούτοις τὴν οἱανδήτινα ἐπήρειαν ἢ διενόχλησιν, ἀλλὰ διατηρῶνται ταῦτα πάντα τὰ προστάγματα τῇ τοιαύτῃ σεβασμίᾳ μονῇ, ἔτι δὲ οἱ ἐν αὐτοῖς πάροικοι καὶ προσκαθήμενοι ἀνώτεροι πάσης ἡστινοσοῦν ἀδικίας καὶ περιφρονήσεως καὶ κατατριβῆς, ὡσαύτως καὶ ἀπὸ τῶν ἀπαιτουμένων ἐκεῖσε τοπικῶς συνήθων ἀπαιτήσεων, τοῦ τε κεφαλαίου, τῆς σιταρκίας, τοῦ ἀέρος, τοῦ ἀβιωτικίου, τῆς παρθενοφθορίας, τοῦ ξενοτέλους λεγομένου, τοῦ μηνιατικοῦ, τοῦ ἀλατοτέλους, τοῦ ζευγαρατικίου, καὶ τῶν ἄλλων τῶν τοιούτων δημοσιακῶν ζητημάτων καὶ ἀπαιτουμένων. ἐπεὶ δὲ ἀνέφερον οἱ τοιοῦτοι μοναχοὶ καὶ ὅτι οἱ ἱερώτατοι ἀρχιεπίσκοποι, ὅ τε λήμνου καὶ ὁ κῶ, πειρῶνται ἀπαιτεῖν ἀπὸ τῶν τοιούτων μετοχίων τὸ λεγόμενον κανονικὸν, τὸ μνημόσυνον καὶ ἄλλα τινὰ, ἅπερ οὐδὲν εἶχεν δίκαιον ἀποδιδόναι πρὸς αὐτοὺς, καὶ παρεκάλεσαν καὶ περὶτούτου, διορίζεται καὶ περὶ τούτου ἡ βασιλεία μου, ἵνα διαμένωσι καὶ παρὰ τῶν τοιούτων ἀρχιερέων ὑπὲρ τῶν δηλωθέντων ἀπαιτημάτων ἀνενόχλητοι καὶ ἀδιάσειστοι. ὅθεν τῇ ἰσχύει καὶ δυνάμει τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου οὐδὲ οἱ μέλλοντες ποιῆσαι ἀπογραφικὴν ἀναθεώρησιν καὶ ἀποκατάστασιν ἐν ταῖς δηλωθείσαις νήσοις, ἔνθα εὑρίσκονται τὰ προσόντα τῇ τοιαύτῃ σεβασμίᾳ μονῇ μετόχιά τε καὶ λοιπὰ κτήματα, ἕξουσιν ἄδειαν εἰσελθεῖν καὶ ποιῆσαι ἐν αὐτοῖς τὴν τυχοῦσαν ἀναθεώ ρησιν ἢ ἀποκατάστασιν, ἀλλὰ καθέξει καὶ νεμηθήσεται ταῦτα πάντα ἀνενόχλητα καὶ ἀδιάσειστα, ἔτι γε μὴν ἀναφαίρετα καὶ ἀναπόσπαστα, καὶ ἀνώτερα πάσης καὶ παντοίας κατατριβῆς καὶ περιφρονήσεως καὶ ἀδικίας. ἐπὶ τούτῳ γὰρ γέγονε καὶ ὁ παρὼν χρυσόβουλλος λόγος τῆς βασιλείας μου κατὰ μῆνα ἰούνιον τῆς ἐνισταμένης ιδ΄ ἰνδ. τοῦ ςω΄ τριακοστοῦς ἐννάτου ἔτους, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος. ᾿Ανδρόνικος ἐν χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ ῥωμαίων ὁ παλαιολόγος.