IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.31Imp. Andronici senioris de metropoli Bryseos. (A. 1324.)

Abrir no leitor do IusCommune →

0

pr.Ἡ βασιλεία μου διὰ τῆς τοῦ θεοῦ χάριτος ἄνωθεν λαβοῦσα ἄδειαν καὶ ἔνδοσιν ἀπὸ τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, εἰς πλείονα τιμὴν ἐπαίρειν καὶ προβιβάζειν ὅσας ἂν τῶν ἁγίων ἐκκλησιῶν διακρίνοι ἁρμοζούσας πρὸς τοῦτο, θεσπίζει καὶ νῦν διὰ τοῦ παρόντος προστάγματος, εἶναι καὶ εὑρίσκεσθαι τὴν ἁγιωτάτην ἀρχιεπισκοπὴν βρύσεως εἰς μητρόπολιν, καὶ συναπολαύειν τὸν ἐν αὐτῇ εὑρισκόμενον ἱερώτατον ἀρχιερέα τοῖς λοιποῖς ἱερωτάτοις μητροπολίταις τῆς θείας καὶ ἱερᾶς μεγάλης συνόδου τῆς αὐτῆς κλήσεώς τε καὶ τιμῆς κατὰ πάντα τρόπον ἧς καὶ οὗτοι μετέχουσιν. ὅθεν καὶ νῦν μὲν ὀφείλει τυγχάνειν τῆς τοιαύτης τάξεώς τε καὶ τιμῆς ὁ ἱερώτατος μητροπολίτης βρύσεως καὶ ὑπέρτιμος· καθεξῆς δὲ ἔσται τοῦτο κατὰ τὸν ἴσον τρόπον καὶ εἰς τοὺς μετ᾿ αὐτὸν μέλλοντας εὑρίσκεσθαι κατὰ καιροὺς εἰς γνησίους ἀρχιερεῖς τῆς τοιαύτης ἁγιωτάτης μητροπόλεως βρύσεως, ἅτε δὴ καὶ τὸ ἑδραῖον καὶ ἀμετακίνητον ὀφείλοντος ἔχειν τοῦ παρὰ τῆς βασιλείας μου γεγονότος ἐπὶ τῇ τοιαύτῃ ἁγιωτάτῃ ἐκκλησίᾳ προβιβασμοῦ. τούτου γὰρ χάριν ἐγένετο καὶ ἀπελύθη καὶ τὸ παρὸν τῆς βασιλείας μου πρόσταγμα. Εἶχε τό· μηνὶ δεκεμβρίῳ ἰνδ. ζ΄, δ᾽ ἐρυθρῶν γραμμάτων τῆς βασιλικῆς καὶ θείας χειρός.