JGR III 5.30Imp. Andronici senioris privilegium secundum mercatoribus Hispanis concessum. (Α. 1320.)
Abrir no leitor do IusCommune →0
pr.Ἐπεὶ ὁ ὑψηλότατος ῥὴξ ῥαγούνας, βαλεντζίας, σαρδενίας, κόρσικας, κόντος μπαρτζελόνας, καὶ περιπόθητος θεῖος τῆς βασιλείας μου, κὺρ ἰάκωβος, ἀπέστειλεν εἰς τὴν βασιλείαν μου γραφὴν αὐτοῦ μετὰ τῶν κατελάνων πραγματευτῶν, τοῦ τε μπερεγκαρίου καρμπονέλω, τοῦ μπονάτου ῥευτζή, τοῦ γουλγουλλέλμου μπερτουλίνη καὶ τοῦ τομαζίου ντε ποδίο, δηλοποιοῦσαν πρὸς τὴν βασιλείαν μου, ἵνα διὰ τὴν πρὸς αὐτὸν ἀγάπην καὶ γνησίαν στοργὴν τῆς βασιλείας μου τύχωσι μὲν οἱ τοιοῦτοι πραγματευταὶ ὁρισμῷ τῆς βασιλείας μου εἰς τὴν χώραν αὐτῆς ἀνενοχλησίας εἰς τὸ ἐνεργῆσαι τὰς δοκούσας αὐτοῖς πραγματείας, σὺν τούτοις δὲ τάξῃ ἡ βασιλεία μου, ἵνα καὶ αὐτοὶ καὶ οἱ ἄλλοι οἱ ἀπὸ τοῦ τόπου αὐτῶν μέλλοντες ἔρχεσθαι καὶ εἰς τὸ ἔμπροσθεν εἰς τὰς χώρας τῆς βασιλείας μου διὰ πραγματείας τυγχάνωσι τῆς αὐτῆς ἀνενοχλησίας· ἡ βασιλεία μου μὴ μόνον τοῦτο προσεδέξατο ἡδέως τε καὶ ἑτοίμως, ἀλλὰ σὺν τούτῳ διὰ τὴν ἀγάπην καὶ γνησίαν στοργὴν, ἣν εἰς τὸν αὐτὸν ὑψηλότατον ῥῆγα καὶ περιπόθητον θεῖον τῆς βασιλείας μου κέκτηται, διέκρινε καὶ ἔταξε καὶ πλείονα κυβέρνησιν ἔχειν αὐτοὺς εἰς τὴν ἀπόδοσιν τοῦ ὀφειλομένου δίδοσθαι παρ᾿ αὐτῶν κομμερκίου ἐπὶ ταῖς πραγματείαις αὐτῶν, παρ ' ὃ εἶχον πρότερον, καὶ ἐκκοπὴν ἤδη ποιοῦνται καὶ ἀπ᾿ αὐτοῦ τοῦ κομμερκίου, οὗπερ εἶχον συνήθειαν καὶ ἐδίδουν ὡς εἴρηται πρότερον. ᾿Απολύει γὰρ τὸ παρὸν χρυσόβουλλον αὐτῆς, δ᾽ οὗ καὶ διορίζεται ἐπιδημεῖν ἀκωλύτως τοὺς ἀνωτέρω εἰρημένους πραγματευτὰς καὶ τοὺς ἑτέρους, ὅσοι ἀπὸ τῆς εἰρημένης χώρας τοῦ αὐτοῦ ὑψηλοτάτου ῥηγὸς καὶ περιποθήτου θείου τῆς βασιλείας [μου] θέλουσιν ἔρχεσθαι ἐνταῦθα εἴς τε τὴν θεοδόξαστον, θεομεγάλυντον καὶ θεοφύλακτον κωνσταντινούπολιν καὶ εἰς τὰς ἄλλας χώρας τῆς βασιλείας μου, ὁσάκις βούλονται, καὶ ποιεῖν ἐν αὐταῖς τὰς πραγματείας αὐτῶν ἀνενοχλήτως καὶ ἀκαταδυναστεύτως, ἀποδιδόναι ὀφείλοντας χάριν κομμερκίου ὑπὲρ ἐμβολῆς εἰς τὰ ἑκατὸν ὑπέρπερα δύο καὶ ὑπὲρ ἐκβολῆς ὁμοίως ἕτερα ὑπέρπερα δύο, εἰς πλείονα δὲ δόσιν μὴ καθέλκεσθαι, συντηρεῖσθαι δὲ μᾶλλον ἀβλαβῶς ἔν τε τοῖς σώμασι καὶ τοῖς πράγμασιν αὐτῶν καὶ μηδεμίαν ἄλλην ζημίαν καὶ καταδυναστείαν καὶ ἁρπαγὴν ὑφίστασθαι παρά τινος τῶν ἁπάντων τῶν ἀπὸ τοῦ μέρους τῆς βασιλείας μου. ἔτι γε μὴν καθὼς καὶ τὰ περὶ τούτου ᾐτήσαντο οἱ τοιοῦτοι πραγματευταὶ, ἐὰν συμβῇ κινδυνεῦσαι κατὰ θάλατταν καράβιον αὐτῶν ἀπὸ κλύδωνος καὶ πεσεῖν εἰς ξηρὰν ἐν τῇ χώρᾳ τῆς βασιλείας μου, οὐχ ἕξουσιν ἐπ᾿ ἀδείας οἱ ἔποικοι τῆς τοιαύτης χώρας ἢ ἕτεροί τινες διαρπάζειν καὶ ἀποκερδαίνειν τὶ ἀπὸ τοῦ περισωθέντος αὐτῶν πράγματος, ἀλλὰ διαφυλαχθήσεται τὸ τοιοῦτον πρᾶγμα αὐτῶν ἀκαινοτόμητον· ἐπειδὴ οἵτινες ἂν τολμήσωσι προξενῆσαι ζημίαν εἰς αὐτοὺς ναυαγήσαντας ΄πραγματευτὰς καὶ ἀφελέσθαι τινὰ ἀπὸ τῶν πραγμάτων αὐτῶν, ἀποδιδόναι μέλλουσι καὶ ἱκανοποιεῖν καὶ ἀντιστρέφειν κατὰ τὸ ἀκέραιον εἴ τι ἂν ἀφέλωνται, παιδεύεσθαι δὲ καὶ ὡς ἀθετῆται τοῦ παρόντος χρυσοβούλλου τῆς βασιλείας μου· τούτου γὰρ τῇ ἐμφανείᾳ διατηρηθήσονται μετὰ τὸ διδόναι τὸ ἀναγεγραμμένον κομμέρκιον ἅπαντες οἱ ἀπὸ τῆς εἰρημένης χώρας κατελονίας πραγματευταὶ ἀνενόχλητοι καὶ οὐχ ὑποστήσονται παρά τινος ἀδικίαν ἢ ζημίαν τινὰ ἢ ἐπήρειαν καὶ ἐπίθεσιν οἱανδήτινα. Διὰ γὰρ τοῦτο ἐγένετο αὐτοῖς καὶ τὸ παρὸν χρυσόβουλλον τῆς βασιλείας μου καὶ ἐπεβραβεύθη καὶ ἐπεχορηγήθη τοῖς διαληφθεῖσι πραγματευταῖς καὶ τοῖς ἑτέροις ὅσοι ἀπὸ τῆς εἰρημένης χώρας τοῦ δηλωθέντος περιποθήτου θείου τῆς βασιλείας μου, τοῦ ὑψηλοτάτου ῥηγός, θελήσουσιν ἔρχεσθαι ἐνταῦθα καὶ εἰς τὰς ἑτέρας χώρας τῆς βασιλείας μου, εἰς βεβαίωσιν καὶ δεφένδευσιν καὶ ἀσφάλειαν.