IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.29Imp. Andronici senioris de metropoli Joanninorum ' (A. 1318.)

Abrir no leitor do IusCommune →

0

pr.Τὰ γὰρ ἰωάννινα πρότερον μὲν ἐπισκοπὴ τῶν ὑπὸ τὴν ἁγιωτάτην μητρόπολιν ναυπάκτου τελοῦσα, νῦν δ᾽ ὑπὸ τῷ γνησίῳ δεσπότῃ τῷ κρατίστῳ καὶ ἁγίῳ μου αὐτοκράτορι καὶ τῇ καθόλου ἁγιωτάτῃ καὶ φυλακτικῇ μάνδρᾳ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ωσπερεὶ πλανηθὲν πρόβατον ἐνσηκασθεῖσα, καὶ γενομένη τῶν ορέων οἷς διέτριβε καὶ τῶν ἐρημιῶν ἀποστᾶσα, ὅτε κράτιστος καὶ ἅγιός μου αὐτοκράτωρ ἀποδεξάμενος αὐτὴν τῆς ἐπὶ τὸ κρεῖττον ἐπιστροφῆς καὶ προνοίας σεπτῷ προστάγματι αὐτοῦ εἰς μητρόπολιν τὸ ἀπὸ τοῦδε καὶ εἰς τὸ ἑξῆς εἶναί τε καὶ ὀνομάζεσθαι προήγαγε καὶ τετίμηκε, καὶ τὸν ἀρχιερατικῶς αὐτῆς προστησόμενον τῆς τοῦ μητροπολίτου καὶ ὑπερτίμου κλήσεως καὶ τιμῆς ἀπολαύειν ἀεί. πρὸς γὰρ τοῖς ἄλλοις προνομίοις, ἅπερ ἡ βασιλικὴ περιωπὴ κέκτηται, καὶ τοῦτ᾽ ἔχει, ἃς ἂν βούληται δηλονότι τῶν ἐκκλησιῶν τιμᾶν καὶ ἀπὸ ἐλάττονος προβιβάζειν εἰς κρεῖττον ἀξίωμα.