JGR III 5.28Imp. Andronici senioris aurea bulla Monembasiotis concessa. (A. 1317.)
Abrir no leitor do IusCommune →0
pr.Ἐπεὶ οἱ μονεμβασιῶται, οἵ τε ἀπὸ τῆς θεοσώστου πόλεως μονεμβασίας καὶ ἀπὸ τῶν πηγῶν εὑρισκόμενοι, καὶ κατοικοῦντες ἀρτίως εἰς τε τὴν θεοδόξαστον καὶ θεοφύλακτον καὶ θεομεγάλυντον κωνσταντινούπολιν, ἀλλὰ δὴ καὶ εἰς ἄλλας πόλεις καὶ χώρας τῆς βασιλείας μου, εἰσὶν ἀποτεταγμένοι διὰ χρυσοβούλλων καὶ προσταγμάτων τῶν ἁγίων ἀοιδίμων καὶ μακαρίων μου αὐθεντῶν καὶ βασιλέων, τοῦ τε πατρὸς καὶ πάππου καὶ προπάππου τῆς βασιλείας μου, ἵνα ἐφ᾽ αἷς ἂν ποιῶσι πραγματείαις εἰς τὴν θεοδόξαστον κωνσταντινού - πολιν, τὴν σηλυμβρίαν, τὴν ἡρακλείαν, τὸ ῥοδοστό, τὴν καλιούπολιν καὶ τὰς ἄλλας τῆς μακεδονίας καὶ [θράκης] διδῶσι χάριν κομμερκίου εἰς ποσότητα νομισμάτων ρ ' νομίσματα β΄, εἰς δὲ τοὺς λοιποὺς πάντας τόπους καὶ χώρας καὶ σκάλας τῆς βασιλείας μου διαμένωσιν ἀνώτεροι ἀπαιτήσεως κομμερκίου παντελῶς, διατηρῶνται δὲ καὶ ἔνθα ἂν εὑρίσκωνται καὶ κατοικῶσιν ἀνενόχλητοι καὶ ἀπὸ πασῶν ἄλλων δόσεων καὶ ἀπαιτήσεων· παρεκάλεσαν δὲ, ἵνα τύχωσι καὶ ἐκ νέου εὐεργεσίας ἰδίας παρὰ τῆς βασιλείας μου δ᾽ ἣν ἔχει αὐτοῖς τῆς χάριτος ἔφεσιν καὶ ὄρεξιν εὐεργετεῖν πάντας τοὺς εἰς αὐτὴν ἀναφερομένους πιστοὺς καὶ εὐϋπολήπτους·
1
pr.Προστάσσει καὶ διορίζεται ἤδη ἡ βασιλεία μου ἀπολύουσα τὸν παρόντα χρυσόβουλλον λόγον αὐτοῖς, ἵνα πάντες οἱ μονεμβασιῶται, οἵ τε ἐν τῇ θεοσώστῳ πόλει μονεμβασίας κατοικοῦντες, ἀλλὰ δὴ καὶ ἐκ τῶν πηγῶν, καὶ ὅπου ἄρα εὑρίσκωνται καὶ κατοικῶσιν, εἴς τε τὴν θεοδόξαστον κωνσταντινούπολιν εἴτε καὶ ἀλλαχοῦ, ἀπολαύωσι μὲν τῆς ἧς εἶχον προτέρας ἐξουσίας καὶ δεφενδεύσεως διὰ τῶν ῥηθέντων χρυσοβούλλων καὶ προσταγμάτων ὧν εἶχον οἱ ἀπὸ τῶν πηγῶν ῥηθέντες μονεμβασιῶται· καὶ ἐπέκεινα δὲ τῆς τοιαύτης ἐξουσίας εὐεργετεῖ ἡ βασιλεία μου αὐτοῖς κοινῶς, ὅλους τοὺς μονεμβασιώτας, τούς τε ἐκ τῶν πηγῶν καὶ τοὺς ἐκ μονεμβασίας, ἵνα ἐφ᾽ αἷς ἂν ποιῶσι πραγματείαις διδῶσιν εἰς τὸ κομμέρκιον τῆς θεοδοξάστου κωνσταντινουπόλεως ὑπὲρ ἐκβολῆς ποσότητος νομισμάτων ρ ' νόμισμα α΄, καὶ ὑπὲρ ἐκβολῆς ἀγορᾶς ἑτέρας πραγματείας ποσότητος νομισμάτων ρ ' νόμισμα α΄, εἴτε δηλονότι διὰ σίτου ἐν τῷ προφορίῳ καὶ ἀλλαχοῦ ἔνθα βούλωνται, εἴτε διὰ οἴνου ἐὰν ἐξ οἱασδήποτε χώρας διακομίσωσι τούτοις, ἢ διὰ προσφαγίων παστῶν ἤτοι μερίων ἢ πετζίων ἢ πανίου ἢ λινοκόκκου ἢ τζοχαρικῆς ἢ τετραπόδων ἢ ἑτέρων εἰδῶν ὧν ἂν βούλωνται· μηδ᾽ ὅλως παρὰ μηδενὸς κωλυόμενοι ἐπὶ ταῖς διαπράσεσι τῶν τοιούτων πραγματειῶν αὐτῶν, ἢ καθελκόμενοι εἰς ἀπαιτήσεις καμπανιστικοῦ, μεσιτικοῦ, ζυγαστικοῦ, μετριατικοῦ, παχιατικοῦ, γομεριατικοῦ, ὀψωνίου, σκαλιατικοῦ, βιγλιατικοῦ, δεκατίας, ἁλιευτικῆς, τετραμοιρίας, ξυλαχύρου ὀρειμῆς· τῆς ἐνιάδος εἰς τὰς περὶ αὐτὴν ἁπάσας σκάλας, ἀλλὰ δὴ [καὶ] καστροκτισίας, κατεργοκτισίας, μαγειρίας, ἀντιναύλου, ἐξοπρασίας κοσμιατικοῦ, καπηλιατικοῦ, μηνιατικοῦ, ἐργαστηριακοῦ, μεταξιατικοῦ, τῆς ἀπαιτήσεως τοῦ πανίου τοῦ ἐν τῷ φόρῳ πωλουμένου, ἔτι δὲ καὶ τοῦ κεφαλαίου τοῦ σιταρίου τοῦ εἰσαποταχθέντος ἀπαιτεῖσθαι ἀπὸ τῶν καραβίων, ἢ ἑτέρου τινὸς κεφαλαίου τῶν νῦν ἐνεργουμένων ἢ καὶ εἰς τὸ ἑξῆς μελλόντων ἐπινοηθήσεσθαι· ἀλλὰ διατηρῶνται ἁπάντων τούτων ἀνενόχλητοι καὶ ἀδιάσειστοι παντελῶς. ὡσαύτως οὐδὲ οἱ πωλοῦντες πρὸς αὐτοὺς ἢ ἐξωνούμενοι ἀπὸ τῶν πραγματειῶν αὐτῶν, εἴτε ζῶά εἰσιν εἴτε γεννηματικὰ εἴδη ἢ καὶ ἄλλο τὶ, ἢ ἐν τῇ θεοδοξάστῳ κωνσταντινουπόλει ἢ ἐν ἑτέροις τόποις τῆς βασιλείας μου ἀπαιτοῦνται χάριν κομμερκίου, ἕνεκεν δηλονότι τῆς δεφενδεύσεως τῶν τοιούτων μονεμβασιωτῶν. ἔτι δὲ καὶ ὅταν διακομίζωσι διὰ καραβίων τὰς τούτων πραγματείας εἴτε ἀπὸ τῆς ἄνω θαλάσσης εἴτε καὶ ἀπὸ τῆς κάτω εἴτε ἀπὸ [τῶν] τῆς θεομεγαλύντου κωνσταντινουπόλεως κόλπων, εἴτε σῖτος ἔνι εἴτε οἶνος εἴτε ἕτερόν τι εἶδος, ἰσάζονται μὲν οἱ δηλωθέντες μονεμβασιῶται ἐν τῷ [κομ] μερκίῳ τῆς θεοφυλάκτου κωνσταντινουπόλεως καὶ ἵνα διδῶσιν ὅσον ἀνωτέρω διορίζεται ἡ βασιλεία μου, οἱ δὲ ἔχοντες τὰ καράβια διαμένωσιν ἀνενόχλητοι χάριν τῶν τοιούτων πραγματειῶν αὐτῶν, μήτε τετραμοιρίου ἢ ἄλλην ἀπαίτησίν τινα χάριν τῆς τοιούτων ἐξουσίας παρά τινος ἀπαιτούμενοι. ἐὰν δὲ διέρχωνται μετὰ πραγματειῶν αὐτῶν ἢ ἀπὸ δύσεως εἰς ἀνατολὴν ἢ ἀπὸ ἀνατολῆς εἰς δύσιν, ἢ ἀπὸ μέρους τῆς ἀγορᾶς διαβιβάζοντες ζῶα ἢ ἄλλο τὶ εἴτε εἰς τὴν σωζόπολιν ἢ εἰς τὴν ἀγαθόπολιν ἢ εἰς τὴν μηδίαν καὶ τὰς λοιπὰς χώρας τῆς βασιλείας μου, ὀφείλουσι διατηρεῖσθαι ἀνενόχλητοι καὶ ἀδιάσειστοι παντελῶς ἀπό τε τῆς ἀπαιτήσεως τοῦ κομμερκίου, τοῦ διαβατικοῦ καὶ τοῦ ποριατικοῦ παρά τε τῶν κατὰ καιροὺς εὑρισκομένων εἰς κεφαλὴν τῶν εἰρημένων κάστρων καὶ παρὰ τῶν ἐκεῖσε τὰ δημόσια διενεργούντων, ἐφ᾽ αἷς δ᾽ ἂν ποιῶσι πραγματείαις, ἐν ἑτέροις τόποις τῆς βασιλείας μου γεννηματικαῖς τε καὶ λοιπαῖς, εἴτε κατὰ ἀνατολὴν εἴτε κατὰ δύσιν, εἴτε ἐν νήσοις εἴτε κατ᾿ ἤπειρον, εἴτε [ἐν] κάστροις καὶ πανηγύρεσιν εἴτε ἐν ἄλλοις τόποις. ἔτι δὲ καὶ εἰς τὰς τῆς πελοποννήσου ἁπάσας χώρας καὶ κάστρα τῆς βασιλείας μου γινωσκομένας πανηγύρεις ὀφείλουσι διατηρεῖσθαι μὲν καὶ ἀπὸ τῶν κεφαλαίων πάντων ἀνώτεροι, διατηρεῖσθαι δὲ καὶ παντελῶς ἀνενόχλητοι καὶ χάριν δόσεως κομμερκίου, μηδὲ ἕνεκεν ποριατικοῦ διδόντες τὸ τυχόν. ὅθεν ὀφείλουσι διατηρεῖν αὐτοὺς εἰς τὴν τοιαύτην ἀνενόχλησιν καὶ δεφένδευσιν οἵ τε εἰς τὸ κομμέρκιον τῆς θεομεγαλύντου κωνσταντινουπόλεως καὶ οἱ εἰς τὰς ἄλλας σκάλας καὶ χώρας καὶ κάστρα τῆς βασιλείας μου ἐνοχοποιούμενοι κατὰ καιρούς· ἀλλὰ δὴ καὶ πάντες ὅσοι ἐπικρατῶσι κτήματα ἢ ζευγηλάτια ἢ κάστρα ὁρισμῷ τῆς βασιλείας μου, εἴτε τῆς περιποθήτου μου αὐγούστης εἰσὶν οὗτοι εἴτε τοῦ ἐρασμιωτάτου υἱοῦ τῆς βασιλείας μου [καὶ] βασιλέως εἴτε τῶν προσγενῶν ἀρχόντων τῆς βασιλείας μου καὶ τῶν λοιπῶν ἀρχόντων καὶ ἀρχοντοπούλων αὐτῆς, οὐδὲ αὐτοὶ ὀφείλουσι χάριν μαγειρείας ἢ ὀψωνίου ἢ ἄλλου τινὸς ζητήματος ἀπαιτεῖν τι ἐξ αὐτῶν ἢ ἄλλο τὶ ἐπάγειν αὐτοῖς ἐπιτίμιον καὶ ἐπιβλαβές. ἀλλὰ καὶ αὐτοὶ οἱ κατὰ καιρὸν μέλλοντες ἔχειν τὴν ἐνοχὴν τῆς θεοδοξάστου κωνσταντινουπόλεως ἀφέξονται τελείως τοῦ ἐπάγειν ἐπηρείας αὐτοῖς καὶ ἀπαίτησιν τὴν τυχοῦσαν ἢ ὀψωνίου ἢ μαγειρείας, ἢ συγκαταλέγειν αὐτοὺς τοῖς λοιποῖς ἐποίκοις ταύτης ἐπὶ ταῖς κατὰ καιροὺς γινομέναις [διὰ] κοινωφελεῖς ἴσως χρείας συγκροτήσεσιν ἢ ἰδίως ὅλως ἀπαιτεῖν τούτους τῆς τοιαύτης συγκροτήσεως ἕνεκα· ἀλλ᾽ οὐδὲ εἰς ἃς ἔχουσιν οὗτοι ὑποθέσεις ἢ μετ ἀλλήλων ἢ μεθ᾽ ἑτέρων τινῶν κριθήσωνται παρ᾽ αὐτῶν, ἀλλ᾽ ἐν τῷ σεκρέτῳ τῆς βασιλείας μου. τῇ γοῦν ἰσχύϊ καὶ δυνάμει τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου τὰ κατὰ μέρος περὶ αὐτῶν διορίζεται. ἀπολαύσωσι ταύτης κατὰ τὸν ἴσὸν καὶ ὅμοιον τρόπον καὶ οἱ ἐξ ὀσφύος παῖδες καὶ ἀπόγονοι τούτων, μέχρι ἂν ἡ τοῦ γένους αὐτῶν διαρκήσει σειρά 18. εἰς γὰρ τῆς περὶ τούτων ἁπάντων βεβαίωσιν ἀσφαλείας ἐγένετο καὶ ἐπεβραβεύθη καὶ ἐπεχορηγήθη αὐτοῖς καὶ ὁ παρὼν χρυσόβουλλος λόγος τῆς βασιλείας μου, ἀπολυθεὶς κατὰ μῆνα νοέμβριον τῆς ἐνισταμένης ἰνδ. ιέ ἔτους ζωκέ, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος. ᾿Ανδρόνικος ἐν χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς αὐτοκράτωρ ῥωμαίων δούκας ἄγγελος κομνηνὸς ὁ παλαιολόγος.