JGR III 5.27Imp. Andronici senioris ne civiles magistratus defunctorum metropolitarum vel episcoporum bona invadant. (A. 1312.)
Πρόσταγμα τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως κυροῦ ἀνδρονίκου τοῦ παλαιολόγου.
Abrir no leitor do IusCommune →0
pr.Ἐπεὶ ὁ μακαριώτατος ἀρχιεπίσκοπος τῆς πρώτης ἰουστινιανῆς καὶ πάσης βουλγαρίας ἀνήνεγκε τῇ βασιλείᾳ μου, ὡς, ὁπόταν τὶς τῶν κατ᾿ αὐτοὺς ἀρχιερατευόντων ἐν τῇ κατ᾿ αὐτὸν τοιαύτῃ ἁγιωτάτῃ ἐκκλησίᾳ ἢ ἕτερός τις τῶν ὑπ᾿ αὐτὸν τελούντων θεοφιλεστάτων ἐπισκόπων τῷ τοῦ βίου χρήσηται τέλει, διανίστανταί τινες τὰ δημόσια διενεργοῦντες εἰς τὰς ἐκεῖσε χώρας καὶ κρατοῦσι τοὺς ὑπηρετοῦντας αὐτῷ, εἴτε μοναχοί εἰσιν εἴτε κοσμικοί, καὶ ἐπάγουσιν εἰς αὐτοὺς κακωτικὰ καὶ λυπηρὰ οὐκ ὀλίγα, καὶ ἀναλαμβάνουσιν ἐξ αὐτῶν εἴ τι ἄρα καὶ εὑρίσκονται κατέχοντες ἴδιον αὐτῶν, κατακρατοῦσι δὲ ὁμοίως καὶ τὰ κτήματα καὶ εἰσοδήματα αὐτῆς τῆς ἁγιωτάτης ἐκκλησίας τῆς χηρευσάσης δηλονότι· κἀντεῦθεν ἐξῃτήσατο ἀπολυθῆναι τούτου χάριν πρόσταγμα τῆς βασιλείας μου εἰς τὸ μὴ ἐνεργεῖσθαι τοῦτο παρά τινος τῶν τοῦ μέρους τοῦ δημοσίου· ἡ βασιλεία μου ἄδικον παντελῶς καὶ ἀνόσιον τὸ τοιοῦτον ἔργον λογίζεται, καὶ εἴπερ ἔφθασεν ἐνεργηθῆναι τοῦτο παρά τινος, οὐ κατὰ γνώμην καὶ προαίρησιν τῆς βασιλείας μου γέγονεν, ἀλλ᾽ ἐκτὸς ὁρισμοῦ καὶ εἰδήσεως καὶ θελήσεως αὐτῆς· καὶ ἐὰν ἤκουε τοῦτο, ἔμελλεν ἐκ τοῦ παραυτίκα καὶ ὀργὴν μεγάλην ἐπενεγκεῖν πρὸς τὸν ἐνεργήσαντα τὴν τοιαύτην πρᾶξιν, καὶ οὐδὲν ἔμελλεν ἐᾶσαι ἀνεκδίκητον καὶ ἀνεύθυνον τοῦτο. ἔφθασε γὰρ γνωρίσασα, ὅτι καὶ τοῦ παναγιωτάτου οἰκουμενικοῦ πατριάρχου κυροῦ γερμανοῦ ἐκείνου πρὸ χρόνων περὶ τῆς τοιαύτης ὑποθέσεως αἰτησαμένου πρὸς τὸν μακαρίτην καὶ ἀοίδιμον βασιλέα κῦριν ἰωάννην τὸν δούκαν τὸν θεῖον τῆς βασιλείας μου, λόγος χρυσοβούλλειος ἐξετάθη καὶ προέβη αὐτοῦ διακελευόμενος καὶ ἀποφαινόμενος καὶ καθόλου κωλύων καὶ ἀνακόπτων, ὡς μηδόλως παρ᾽ οὗτινοσοῦν τῶν ἁπάντων ἐνεργεῖσθαι τὸ εἰρημένον ἔργον καὶ διαπράττεσθαι. τῷ τοιούτῳ δὲ χρυσοβούλλῳ ἀκολούθως καὶ τίμιον γράμμα τοῦ ῥηθέντος παναγιωτάτου ἀπολέλυται πατριάρχους, τὴν τοιαύτην διάταξιν βεβαίαν μένειν καὶ ἀμετάτρεπτον εἰς τὸ διηνεκές παρεγγυώμενον καὶ ἀποφαινόμενον, καὶ φρικώδεις καὶ βαρυτάτους ἀφορισμοὺς ἐπιτιθέμενον τοῖς ἀθετοῦσι ταύτην καὶ μὴ φυλάττουσι. διά τοι τοῦτο καὶ βέβαια ταῦτα καὶ ἀμετάθετα συντηρεῖσθαι καὶ φυλάττεσθαι παρὰ πάντων ἡ βασιλεία μου βούλεται, ἐπείπερ καὶ ὅπως σπεύδει αὕτη μετὰ πολλοῦ τοῦ ζήλου καὶ τῆς ἐφέσεως εἰς τὴν τῶν ἐκκλησιαστικῶν θεσμῶν τε καὶ διατάξεων τήρησιν καὶ ἀσφάλειαν, οἶδε μὲν προηγουμένως ὁ τὰ πάντα εἰδὼς θεὸς, ἴσασι δὲ καθεξῆς καὶ ὅσοι τῶν εὖ φρονούντων ἀνθρώπων τυγχάνουσιν. ὅθεν καὶ ὅστις ἂν τοὺς δηλωθέντας ἐκκλησιαστικοὺς καὶ φρικώδεις ἀφορισμοὺς ἀθετῆσαι τολμήσειε, προδήλως ὑπεύθυνος μεγάλων καὶ ἀφορήτων ἐπιτιμίων γενήσεται· ἀλλὰ καὶ ἀπὸ τῆς βασιλείας μου ὡς πρόξενος αὐτῇ γινόμενος προκριματισμοῦ καὶ τὸν παρόντα ὁρισμὸν αὐτῆς ἀθετῶν μεγάλην ὑποστήσεται τὴν ὀργὴν καὶ τὴν κάκωσιν. τοίνυν καὶ προστάσσει καὶ διορίζεται ἡ βασιλεία μου, ὃ καὶ πρὸ πολλῶν ἤδη τῶν χρόνων ἐκύρωσέ τε καὶ ἐβεβαίωσεν, ὡς ἂν μὴ ἔχῃ τὶς τῶν τοῦ μέρους τοῦ δημοσίου ἢ τῶν κεφαλαττικευόντων ἢ τῶν λοιπῶν ἁπάντων ἄδειαν κατακρατεῖν ἄνθρωπόν τινα τοῦ κατὰ καιροὺς ἀρχιερατεύοντος εἰς τὴν εἰρημένην ἁγιωτάτην ἀρχιεπισκοπὴν ἢ τινος ἑτέρου τῶν ὑπ᾿ αὐτὸν θεοφιλεστάτων ἐπισκόπων ἤ τινος ὅλως τῶν ἀρχιερέων, μετὰ τὴν αὐτοῦ δηλονότι ἀποβίωσιν, καὶ ἐπάγειν εἰς αὐτὸν κάκωσιν ἢ παραλύπησίν τινα καὶ διενόχλησιν, καὶ ἀφαιρεῖσθαι τὸ τυχὸν ἀπὸ τοῦ ἰδίου πράγματος αὐτοῦ, ἀλλὰ ἀπέχωσι τελείως ἐξ αὐτοῦ· ἐκτὸς δὲ τούτου εἴ τι ἕτερον πρᾶγμα ἐκκλησιαστικὸν εὑρεθῇ, ὀφείλουσιν ἀναδέχεσθαι καὶ κρατεῖν καὶ φυλάσσειν τοῦτο οἱ τοῦ μέρους τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας, ὥσπερ καὶ τὰ λοιπὰ εἰσοδήματα αὐτῆς διὰ καταστίχων βεβαίων καὶ ἀληθινῶν καὶ ὁμολογουμένων, μέχρις ἂν πάλιν ἐγκαταστῇ ἐν αὐτῇ ἕτερος ἀρχιερεὺς καὶ παραδοθῶσι ταῦτα πρὸς αὐτὸν κατὰ τὴν ἐπὶ τούτῳ κανονικὴν καὶ νομικὴν παρατήρησιν. τούτου γὰρ χάριν ἐγένετο καὶ ἀπελύθη καὶ τὸ παρὸν τῆς βασιλείας μου πρόσταγμα. πάλιν δὲ τὸ αὐτὸ διορίζεται ἡ βασιλεία μου, ὅτι ὃς ἂν μὴ συντηρήσῃ ἀμετάθετον τὸν τοιοῦτον ὁρισμὸν αὐτῆς, γινωσκέτω ὅτι καὶ ἀφωρισμένος μέλλει εἶναι, καὶ οὔτε εἰς θεῖον ναὸν οὔτε εἰς τὴν αὐλὴν τῆς βασιλείας μου μέλλει εἰσελθεῖν· καὶ μὴ μόνον τοῦτο, ἀλλὰ καὶ μεγάλην καὶ ἀσυμπάθητον ὀργὴν εὑρήσῃ ἀπὸ τῆς βασιλείας μου. Εἶχε καὶ δ᾽ ἐρυθρῶν γραμμάτων τῆς βασιλικῆς καὶ θείας χειρὸς, τό· μηνὶ ἰουνίῳ, ἰνδ. ί, ἐν ἔτει ςωκ.