JGR III 5.26Imp. Andronici senioris constitutio synodalis ab Athanasio Patriarcha proposita de diversis causis. (A. 1306.)
Νεαρὰ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ἀθανασίου ἀρχιεπισκόπου κωνσταντινουπόλεως.
Abrir no leitor do IusCommune →0
pr.Εἰ καί τινι τῶν δικαιωθέντων ἀπὸ χριστοῦ ἰθύνειν τὰ σκῆπτρα τῆς βασιλείας ἧς ἔλαβε τῶν ἐθνῶν πρὸς τοῦ θεοῦ καὶ πατρὸς κληρονομίαν ποτὲ μόνην, εἴπερ τι ἄλλο τῶν ὅσα ταύτην κατακοσμεῖ ἐξόχως πάντων ὑπερτερεῖν, ὀρθῶς καὶ φρονεῖν καὶ κρίνειν καὶ ἐγκολποῦσθαι τὴν εὐσέβειαν ἐξεγένετο, ἀσύγκριτα οἶμαι τοῦτο καταπλουτῆσαι καὶ ταύτην μόνην κλέος ἡγεῖσθαι καὶ ἐντρύφημα καὶ γαυρίημα καὶ δόξης ἀδιαδόχου καὶ βασιλείου φρενὸς ἐμπόρευμα μεγαλοφυές τὴν ἐκ θεοῦ βασιλείαν σου· καὶ γένοιτο ταύτῃ πρὸς τοῦ παμβασιλέως ἡμῶν καὶ θεοῦ τῶν ὅσοι ταύτης ἠξίωνται ὑπεραρθῆναι μειζόνως, δι ' ἧς ἐγγύτης σοὶ πρὸς θεὸν καὶ οἰκείωσις καὶ δόξα τῇ ἐκκλησίᾳ καὶ παντὸς ἀγαθοῦ τῷ ὑπηκόῳ ἐπίδοσις, ὡς ἡμεῖς λογιζόμεθα καὶ εὐχόμεθα καὶ ἐλπίζομεν. οἷς καὶ θαῤῥοῦσα ἡ σήμερον ὧδε εὑρισκομένη πληθὺς σὺν ἡμῖν τῶν ἱερωτάτων ἀρχιερέων, μηδὲν ἄλλο πνεόντων καὶ δ᾽ εὐχῆς τιθεμένων ἢ τὸ ἐπιβιῶναι πᾶσαν τὴν ποίμνην χριστοῦ εἰρηναίως καὶ θεαρέστως ἰθυνομένην πρὸς ἅπαν λυσιτελοῦν καὶ σωτήριον, ὁ ἡρακλείας φημὶ, ὁ ἀγκύρας, ὁ σάρδεων, ὁ χαλκηδόνος, ὁ πισσιδίας, ὁ ἀπαμείας, ὁ κρήτης, ὁ διδυμοτείχου, ὁ φιλιππουπόλεως, ὁχερ σῶνος, ὁ προικονήσου, ὁ κίου, ὁ βεῤῥοίας [ὁ ἀχυράους, ὁ περγάμου, ὁ βιζύης], ὁ μεσήνης, ὁ δέρκους, ὁ καρπάθου, οἱ ὑποψήφιοι δυῤῥαχίου καὶ λωπαδίου τὰ τῇδε κρατῆσαι εἰς νεαρὰν ἀναφορὰν πεποιήμεθα τῇ μὲν πολι τείᾳ ἀδιστάκτως ἐπωφελῆ, ἁρμόδιά τε ποιμέσι, καὶ τῷ ζήλῳ καὶ τρόπῳ τῆς ἀγαθῆς σου καὶ βασιλικωτάτης ψυχῆς περὶ βέλτιστα πρεπωδεστάτην, καὶ συνετὴν καὶ πρὸς τὸ εὐνομεῖν τὸ· ὑπήκοον, καὶ δήπουθεν καὶ αὐτοῖς τοῖς ἀποιχομένοις ἀπονέμησιν πρόσφορον, ἐξ ὧν ἀποκείσεται πλουτισμὸς καὶ θεϊκῆς μισθαποδοσίας ἐκεῖθεν πρεπωδεστάτης τῇ ἐκ θεοῦ βασιλείᾳ σου καὶ εἰς μνημόσυνον ταύτης ὑπάρξει ἐπαινετὸν καὶ αἰώνιον. περιεχούσης οὕτω τῆς αἰτήσεως· α. Τοὺς μὴ ἐπὶ παιδὶ τελευτῆσαι φθάσαντας ἄνδρας τε καὶ γυναῖκας μὴ ἁρπαγὴν παντελῆ τὸ μέρος ὑπέχειν τῶν ὑπαρχόντων τὸ ἐναπολειφθὲν εὑρισκόμενον ζῆν συμφορὰν ἀπάνθρωπον καὶ διπλῆν καὶ πάντη ἀβίωτον, ὡς ἐστὶ καὶ ἁρμοζόντως κοινολεκτούμενον, μὴ παρὰ τῶν τὰ δημόσια διενεργούντων, μὴ παρὰ τῶν εἰς παροικίαν αὐτοὺς ἐχουσῶν ἐκκλησιῶν ἢ μονῶν, ἀλλὰ τὸ τρίτον τοῦ βίου ἐκείνου τῇ δεσποτείᾳ, τὸ τρίτον τῷ ἀπελθόντι, καὶ τὸ τῷ ζῶντι τὸ ἕτερον. εἰ δὲ καὶ οὗτος ἀπέλθοι, πατρὶ ἢ μητρὶ ἢ ὁμαίμονι ἢ ὅσοις προσώποις ἐστὶ τὸ ἀπὸ νόμου κληρονομεῖν. εἰ δέ γε μηδεὶς τῶν ῥηθέντων προσῇ τῷ ἀποιχομένῳ, τῷ δημοσίῳ τότε ἥμισυ καὶ μνημοσύνοις ἐκείνου τὸ ἥμισυ.
2
pr.Καὶ ἵνα πάσαις ταῖς ἡμετέραις πόλεσι κηρυχθῇ, μηδένα κατατολμᾶν ἀναίδην ὅσα εἰς χόλον θεοῦ καὶ βλάβην ψυχῶν διαπράττεσθαι, πορνείαν φημὶ καὶ μοιχείαν, ἀῤῥενομανίαν, αἱμομιξίαν ἢ ἀδικίαν ἢ γοήτειαν καὶ ὅσα τοιαῦτα τελεῖν, ἀλλ᾽ ἐκδικεῖσθαι νομίμως καὶ μὴ καταφρονήσει, μὴ λήμματι, μὴ προσώπῳ τὸν κρίνειν λαχόντα τὰ τοιαῦτα ἐᾶν, ἀφιλανθρώπου μενούσης τοῦτον δίκης ἐκεῖ, ὅτι μὴ διὰ φόβου τῆς ἀπωλείας ἀνθρώπους ἀνέσπασεν, οὐδὲ θεοῦ ἐφάνη διάκονος ἔκδικος εἰς δικαίαν ὀργὴν τοῖς πράττουσι κακὰ, φορεῖν τῇ ἀνενεργησίᾳ εἰκῆ κακῶς προκρίνας τὴν μάχαιραν ἢ θεοῦ χρηματίσαι διάκονος.
3
pr.Καὶ ἵνα προκηρυχθῇ καὶ στερχθῇ, γυναῖκα μὴ ἐπιὸῥίπτειν αὐτῆς τὴν τιμὴν καὶ μᾶλλον παρθένον τῷ βουλομένῳ. ἀλλ᾽ εἰ βιάσεταί τις ἐν ἐρημίᾳ αὐτὴν, ἐκδικεῖσθαι καθὰ τοῖς νόμοις δοκεῖ· εἰ δὲ ἐκδῷ ἑαυτὴν ἀβιάστως, κουρᾷ καὶ πομπῇ σωφρονίζεσθαι. καὶ μηδὲ τῷ φθορεῖ κατ᾿ ἄμφω προσῇ τὸ ἀζήμιον, ἀλλὰ καὶ μάλα ἀποπληροῦν τῷ δημοσίῳ τὸ ἔννομον· εἰ δὲ μὴ ἔχῃ, καὶ πάλιν τὸ ἔννομον.
4
pr.Καὶ ἵνα καὶ νόμος ἀκυρωθῇ ὁ ἐπὶ παιδὶ ἀπελθούσῃ διοριζόμενος γυναικὶ ἢ ἀνδρὶ τοῦ παιδὸς ἀπελθόντος κληρονομεῖσθαι ὑπὸ τοῦ ζῶντος τὰ τοῦ παιδὸς πάντα πατρῷα, εἰ τύχοι, ἢ μητρικά, τοῖς δὲ τοῦ τεθνεῶτος γονεῦσι πρὸς τῇ τοῦ τέκνου ἀποβολῇ καὶ τὴν περιουσίαν στερίσκεσθαι ἀδικώτατα, ἀλλὰ τηρεῖσθαι τὸ τρίτον μὲν τῆς προικὸς εἰς μνημόσυνα, Epitome addit: ὅτι μὴ τὴν νικῶσαν τῇ σωφροσύνῃ ἀπεχαρίσατο. τὸ τρίτον δὲ τοῖς γονεῦσι, καὶ τῷ μνηστῆρι τὸ τρίτον ἢ τῇ μνηστῇ.
5
pr.ἵνα καὶ ὁ φόνῳ ἁλοὺς τιμωρῇται ἐννόμως εἰς ἑαυτὸν, ἀλλὰ μὴ δημεύηται παντελῶς τῶν τέκνων μὴ συνειδότων· μεριζομένης αὐτοῦ τῆς οὐσίας κατὰ ψυχὴν, ἐξ ἧς καὶ διδόσθω καὶ τῷ παθόντι τὸν φόνον μία μερὶς, μόνην δὲ τοῦ φονέως προσκληροῦσθαι τῷ δημοσίῳ. ποῖον γὰρ δίκαιον μηδὲν λαμβάνειν τὸν φονευθέντα, καὶ μάλιστα εἰ ἐπὶ πενίᾳ καὶ γυναικὶ καὶ παισὶν ἀπεβίωσε; 5΄. Πρὸς τούτοις καὶ μοναχοὶ καὶ μονάστριαι μὴ διάγειν ἀτάκτως ἐν πόλεσι, ἀλλ᾽ ὡς τοῖς νόμοις καὶ τοῖς κανόσι περὶ τούτων ἐξεφωνήθη· καὶ τοὺς εἰς πάθη κειμένους, εἰ μὴ βλέψουσιν εἰς μετάνοιαν ἀποκλείεσθαι ἄκοντας τρεφομένους ἄρτῳ μόνῳ καὶ ὕδατι, εἴπερ καὶ μέλει ἡμῖν τοῦ καὶ βλέπειν θεὸν καὶ συντηρεῖν τὰ ἡμέτερα.
7
pr.Τὰς ἑορτασίμους τῶν ἡμερῶν καὶ μᾶλλον τὴν ἁγίαν κυριακὴν ἐν ἀργίᾳ διατελεῖν τοὺς πιστοὺς, σχολάζοντας θείοις ναοῖς, ἀλλὰ μὴ κώμαις καὶ μέθαις, καπηλεῖα καὶ βαλανεῖα μὴ ἀνοιγνύντας ἀπ᾿ ἐννάτης αὐτῆς τοῦ σαββάτου μέχρις ἐννάτης κυριακῆς, ἀλλὰ μηδ᾽ ἐν ἄλλῃ νυκτὶ μετὰ δύσιν ἡλίου ἐν καπηλείοις, οὐ λέγω μὴ ἐξωνεῖσθαι, ἀλλὰ μὴ εὑρίσκεσθαι τοὺς συμ πίνοντας. ἀρκεῖ γὰρ ἡ τῆς ἡμέρας αὕτη κακία τοῦ πότου τοῖς οἰνοπώλοις. ἡ΄. Εἰ δὲ καὶ γύναια φαῦλα τούτων τὶς φωραθῇ ἐπ᾿ ὀλί σθῳ ἔχειν ψυχῶν, τοῦ κανόνος μὴ φρίττων τὸ ἐπιτίμιον, ὑποκείσθω δημεύσει. ἀδεῶς γὰρ ἔργα σκότους τελεῖν τοὺς δοκοῦντας πιστοὺς καὶ κλεπτῶν καὶ πορνῶν προφανῶς ἐργαστήρια πῶς τὴν ἄνωθεν μῆνιν καὶ τοῖς ὁρῶσι καὶ σιωπῶσι μὴ ἐπισπάσονται; ὅπου γὰρ καὶ τὸ μόνον οἶνον ὕδατι μίσγειν ἐξελέγχειν ἰσμὲν θεὸν ἐν ὀργῇ.·:
9
pr.Τὰ τιθέμενα πρόστιμα συμβολαίοις καὶ συμφωνίαις παραβαινόμενα ἐκδικείσθωσαν, ἵνα μὴ ὦμεν ὑπόδικοι ψεύδους ἐγγράφου, καὶ ἵνα καὶ τὰ συμπεφωνημένα κρατύνωνται ἀδιάλυτα. ί. Τὰς ταχθείσας ἱλαστηρίους ἡμέρας τῶν ἱερῶν νηστειῶν πάσας φυλάττεσθαι καὶ μάλιστα τὴν τοῦ πάσχα χρεὼν, καὶ ξηροφαγεῖν καὶ γονυκλιτεῖν, ἐπιπλέον καὶ ἐλεημοσύναις προσκεῖσθαι, κατ᾿ ἐξαίρετον δὲ τὴν τῶν ἁγίων καὶ σωτηριωδῶν παθῶν ἑβδομάδα ἐν κατανύξει καὶ συντριβῇ διάγειν πάντα ὀρθόδοξον, ὡς μὴ καπηλείων μόνον καὶ βαλανείων ἀπέχεσθαι, ἀλλὰ πάσης σωματικῆς ἀνέσεως.
11
pr.Τοὺς συνιστάναι θέλοντας συνοικέσια μὴ τῆς βουλῆς ἄνευ τοῦ ἱερέως, παρ᾽ ᾧ καὶ ἐκκλησιάζονται. ὁ γὰρ μὴ οὕτω ποιῶν ὀφείλει τῷ δημοσίῳ ὅσον εὑρίσκεται καὶ ἡ προῖξ. Ὡς γὰρ διὰ τὴν τῶν πόλεων εὐταξίαν ἴσμεν παντὸς ἀγαθοῦ χορηγίαν ἀπὸ θεοῦ καὶ πίστεως, οὕτως διὰ τὴν ἀταξίαν τὰ ἀντικείμενα, ὅθεν δεῖ τὴν ἐν νόμῳ ζωὴν τοὺς πιστοὺς καὶ αὐτῆς προτιμᾶν τῆς ζωῆς. τοῦτο φίλον εἰδότες θεῷ καὶ οἱ ὀρθόδοξοι βασιλεῖς ἐπισημήνασθαι τὰ τοιαῦτα καὶ γράμμασιν ἐρυθροῖς οὐ κατώκνησαν, ὡς τὰ τῇδε καὶ νῦν ἡ ἐκ θεοῦ βασι λεία σου ὑποχρέους κἂν τούτῳ ποιοῦσα ἡμᾶς ἐπιπλέον καὶ ἀγάπης ἀφύκτοις δεσμοῦσα δεσμοῖς τοῦ αὐτῆς ὑπερεύχεσθαι εὔθυμον πρὸς θεοῦ δωρηθῆναι ὑγείαν αὐτῇ μακραίωνά τε καὶ νικηφόρον ζωὴν κατά τε τῶν νοουμένων καὶ ὁρωμένων ἐχθρῶν, πρὸς δέ γε πίονι γήρᾳ σὺν τῷ κράτει τῷ ἐπιγείῳ καὶ τὴν βασιλείαν οὐράνιον. εἶχε καὶ ὑπογραφὴν πατριαρχικήν Τ.