JGR III 5.32Imp. Andronici senioris de metropoli Bryseos. (A. 1325.)
Abrir no leitor do IusCommune →0
pr.Ἔχει μὲν ἐκ μακρῶν τῶν χρόνων, μᾶλλον δὲ ἐξ ἀρχῆς καὶ ἀνέκαθεν, ἡ βασιλικὴ καὶ αὐτοκρατορικὴ ἰσχὺς πρὸς τοῖς ἄλλοις καὶ τοῦτο δίκαιον, καὶ δεδομένον κατὰ λόγον αὐτῇ ἐπὶ προκοπῇ τῶν καλῶν καὶ συνάρσει τῆς διὰ πάντων εὖ ἀγομένης καταστάσεως, τὸ προβιβάζειν ἐξ ἐπισκόπων εἰς ἀρχιεπισκοπικὴν τιμὴν ἐκκλησίας, καὶ ἐξ ἀρχιεπισκοπῆς εἰς μητρόπολιν, ἔστι δ᾽ ὅτε καὶ μητρόπολιν προάγειν εἰς βαθμὸν μείζονα, ἔτι γε μὴν καὶ καινίζειν ἐκκλησίας καὶ καθιστάνειν ἀρχιερατικοὺς ἐν αὐταῖς θρόνους· καὶ πάντα ταῦτα μετὰ τοῦ προσήκοντος καὶ γνώμης εὐλόγου ποιητέον πάντως αὐτῇ, ἀλλ᾽ οὐχ ὡς ἔτυχε καὶ ἀλογίστοις ὁρμαῖς. εἰ δ᾽ ἄρα καὶ ἡμῖν τοῦθ᾽ οὕτως ἐσπουδάσθη διὰ πάντων τῶν τῆς ἡμετέρας μοναρχίας οὐκ ὀλίγων ὄντων ἐτῶν, ἄλλοι λεγόντων, μᾶλλον δὲ αὐτὰ βοᾷ τὰ πράγματα τοῖς εὐγνώμοσιν ἐπόπταις. καὶ θαῤῥούντως τοῦτό φαμεν· οὐδὲν δ᾽ ἧττον καὶ τὸ νῦν παραστήσῃ γινόμενον.
1
pr.Κατὰ γὰρ τὴν τοιαύτην δεδομένην ἡμῖν ἄδειαν δεῖν ἐγνώκαμεν ἐξ ἀρχιεπισκοπῆς προβιβάσαι τὴν ἁγιωτάτην ἐκκλησίαν βρύσεως εἰς μητρόπολιν, τοῦτο μὲν διὰ τὸ πολυάνθρωπον τῆς τοιαύτης ἐκκλησίας καὶ πολυτρόπως ἔχον τὸ εὔλογον εἰς τὴν τοιαύτην τιμὴν, τοῦτο δὲ καὶ διὰ τὸν νῦν ἀρχιερατικῶς αὐτῇ προϊστάμενον, ἄνδρα μεγάλης ἀρετῆς κάλλεσι κοσμούμενον, κἀντεῦθεν αἰδέσιμον τῇ ἐκκλησίᾳ, αἰδέσιμον τῇ βασιλείᾳ, καὶ πολλῆς τιμῆς ἀξιούμενον καὶ σεβάσματος παρ᾽ ἡμῶν. ταῦτ᾽ ἄρα καὶ θεσπίζει νῦν διὰ τοῦ παρόντος χρυσοβούλλου λόγου αὐτῆς ἡ βασιλεία μου, εἶναι καὶ εὑρίσκεσθαι τὴν ἁγιωτάτην ἀρχιεπισκοπὴν βρύσεως εἰς μητρόπολιν, καὶ συναπολαύειν τὸν ἐν αὐτῇ εὑρισκόμενον ἱερώτατον ἀρχιερέα τοῖς λοιποῖς ἱερωτάτοις μητροπολίταις τῆς θείας καὶ ἱερᾶς μεγάλης συνόδου τῆς αὐτῆς κλήσεώς τε καὶ τιμῆς κατὰ πάντα τρόπον ἧς καὶ οὗτοι μετέχουσιν· ἀλλὰ δὴ καὶ ἐν τάξει ὑπερτίμων αὐτὸν συντάττεσθαι. ὅθεν καὶ νῦν μὲν ὀφείλει τῇ ἐμφανείᾳ τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου τυγχάνειν τῆς τοιαύτης τάξεώς τε καὶ τιμῆς ὁ ἱερώτατος μητροπολίτης βρύσεως καὶ ὑπέρτιμος· καθεξῆς δὲ ἔσται τοῦτο κατὰ τὸν ἴσον τρόπον καὶ εἰς τοὺς μετ᾿ αὐτὸν μέλλοντας εὑρίσκεσθαι κατὰ καιροὺς εἰς γνησίους ἀρχιερεῖς τῆς τοιαύτης ἁγιωτάτης μητροπόλεως βρύσεως. ἔχειν δὲ καὶ καθέδραν καὶ τόπον ἐν τῇ συναριθμήσει τῶν ἱερωτάτων μητροπολιτῶν μετὰ τὸν ἱερώτατον μητροπολίτην αἴνου καὶ ὑπέρτιμον, ἅτε δὴ καὶ τὸ ἑδραῖον καὶ ἀμετακίνητον ὀφείλοντος ἔχειν τοῦ παρὰ τῆς βασιλείας μου γεγονότος ἐπὶ τῇ τοιαύτῃ ἁγιωτάτῃ ἐκκλησίᾳ προβιβασμοῦ. τούτου γὰρ χάριν ἐγένετο καὶ ὁ παρὼν χρυσόβουλλος λόγος τῆς βασιλείας μου, ἀπολυθεὶς κατὰ μῆνα νοέμβριον τῆς νῦν τρεχούσης ἡ ἰνδ. τοῦ πωλγ ' ἔτους, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος.