IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.3Imp. Joannis Ducae Vatatzae ne defunctorum metropolitarum sive episcoporum bonis civiles magistratus sese ingerant. (A. 1229.)

Χρυσόβουλλον τοῦ ἀοιδίμου βασιλέως τοῦ κοσμοποθήτου κυροῦ ἰωάννου δούκα τοῦ βατάτζη.

Abrir no leitor do IusCommune →

0

pr.Ἔσονται οἱ λευῖται ἐμοὶ, τῷ ἱεροφάντῃ μωσεῖ πάλαι χρηματίζει θεός. οὓς δὲ τῶν ἄλλων ἀποτεμὼν θεὸς οἰκειότερον ἑαυτῷ προσαφοσιοῖ καὶ εἰς σκοποὺς τοῦ ἰδίου κλήρου τούτους ἐγκαθιστᾷ, πηλίκης καὶ τῆς ἐξ ἀνθρώπων αὐτοὺς τιμῆς ἀπολαύειν χρὴ καὶ γέρας ἔχειν ἐξαίρετον, μήτοιγε τὸν τῇδε διαζῶντας βίον, ἀλλὰ καὶ εἰς θεὸν μετασκηνωμένους καὶ τῶν καθ ἡμᾶς ἀπαίροντας, δεῖγμα μὴ μόνον τὸν βίον τούτων εἶναι περιφανῆ, ἀλλὰ καὶ αὐτὴν τὴν πρὸς θεὸν ἐκδημίαν ἔνδοξον καὶ περίοπτον· τεκμήριον ἐναργὲς αὐτὸ τὸ ὑψηλὸν ὄρος, ἐν ᾧ μωσῆς μετὰ τοῦ ἀρχιερέως ἐντέταλται τὴν ἀναδρομὴν ποιήσασθαι· „ἀνάβηθι γάρ φησιν εἰς τὸ ὄρος, σὺ καὶ ἀαρὼν ὁ ἀδελφός „σου, καὶ ἔκδυσον ἀαρὼν τὴν στολὴν αὐτοῦ, καὶ ἀαρὼν ἀπο„θανὼν προστεθήτω ἐκεῖ· ἐπίσημοι γὰρ καὶ ἐφ᾽ ὕψους καὶ ἡ τοῦ ἐλεάζαρ χρίσις καὶ ἡ τοῦ ἀαρὼν ἐκδημία. ὁπόσην δὲ καὶ ἡ βασιλεία μου πρὸς τοὺς ἀρχιερεῖς τὴν μετ᾿ αἰδοῦς εὐσχημοσύνην ἐνδείκνυται, καὶ ὅπως αὐτοῖς καὶ μετὰ πόσης προσφέρηται τῆς τιμῆς, οὐ μόνον οἴδασιν οἱ τῇ βασιλείᾳ μου πλησιάζοντες, ἀλλὰ καὶ ὁ πολὺς λαὸς οὐκ ἠγνόησεν. ἀλλὰ τῶν ἀρχιερατευσάντων ἔν τινι τῶν μητροπόλεων καὶ ἐπισκοπῶν ἐν σιωπῇ γεγονότων, ἣν ὁ φυσικὸς ἀποτελεῖ θάνατος, ἐπὰν ἡ ψυχὴ τὸ σῶμα λιποῦσα πρὸς τὸν οὐράνιον νυμφίον ἀναδράμη πτερυξαμένη, οἱ τὰς χρηματικὰς ἐνεργοῦντες δουλείας ἐν ταῖς χώραις τῆς βασιλείας μου ἐρήμην ἐφευρηκότες τοῦ ἀντιφερομένου τούτοις, ἐπιλαμβάνονται τῶν τηνικαῦτα ὑπολελειμμένων ταῖς ἐκκλησίαις καὶ παρασυλῶσιν αὐτὰ, προφάσεις ἐν ἁμαρτίαις προφασιζόμενοι, ὅτι ὑπὲρ τῆς συλλογῆς αὐτὸ ποιοῦσι τῶν ἐκ κοινοῦ ἐράνων, ἀνηκόντων ταῖς κοσμικαῖς ἐξόδοις τε καὶ ὑπηρεσίαις. καὶ τοιουτοτρόπως οὐ μόνον ἐπιτρίβεται ῥύπος τοῖς τετελευτηκόσιν, ἐφ᾽ οἷς ἄντικρυς καὶ ὁ ψαλμῳδὸς διὰ τῆς λύρας τοῦ πνεύματος τὸν ἐπιτάφιον ὕμνον πλέκει θειότερον τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· ἀλλὰ καὶ τὰ θεῖα τεμένη στυγνάζειν οἱονεὶ δοκεῖ, περιῃρημένα καὶ περικε κομμένα τὴν ἐπικοσμοῦσαν αὐτὰ λαμπρότητα ἔκτε φωταψίας καὶ ἑτέρας ὑπηρεσίας, ἢ πρὸς τὸ πάνυ ἐνδεὲς ἀντιπεριΐσταται τῆς δαπάνης ἐκλιπούσης, ἣν αἱ ἀφειδεῖς τῶν πρακτόρων σεσυλήκασι χεῖρες.

1

pr.Ἡ γοῦν βασιλεία μου ἀθέμιτον εἶναι τοῦτο λογιζομένη, διορίζεται διὰ τοῦ παρόντος χρυσοβούλλου λόγου αὐτῆς, ἐπὰν εἴς τινα τῶν μητροπολιτῶν καὶ τῶν ἐπισκόπων ἐπισυμβῇ θάνατος, μὴ πόδα παραβάλλειν ὅλως τοὺς κατὰ καιρὸν δοῦκας· οἱουδήτινος θέματος ἤ τινα τῶν ὑπ᾽ αὐτοὺς πρακτόρων ἐν τοῖς κελλίοις τῶν τετελευτηκότων ἀρχιερέων, μητροπολιτῶν δηλονότι καὶ ἐπισκόπων, καὶ τὸ οἱονδήτι ἐκεῖθεν ἀναλαμβάνεσθαι, ἢ τοὺς ἐκεῖσε προσκαθημένους τε καὶ παρευρεθέντας προσγενεῖς αὐτῶν ἢ τοὺς εἰς ὑπηρεσίαν ἀποτεταγμένους τοῖς ῥηθεῖσιν ἀρχιερεῖσι κατακρατεῖν καὶ ἕλκεῖν εἰς δόσιν νομισμάτων, καὶ τὸ οἱονδήτι ἀπὸ τούτων ἀναλαμβάνεσθαι. ἀποτραπήσεται καὶ πᾶς ἐκεῖθεν διασειστὴς τῇ ἐμφανείᾳ τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου. τὰ δὲ παρευρεθέντα ἐν τοῖς κελλίοις τῶν ἀρχιερέων, ἂν τε βιβλία ὦσιν, ἄν τε ζωαρκῆ εἴδη, ἄν τε ζῶα καὶ ἕτερά τινα χρειώδη, παρακελεύεται ἡ βασιλεία μου, παραλαμβάνειν αὐτὰ τὸν ἐφ᾽ ἑκάστῃ ἐκκλησίᾳ οἰκονόμον ἐνώπιον τοῦ κλήρου παντὸς, καὶ οἰκονομεῖν, ὥστε ἀνελλιπῶς καὶ θεοφιλῶς γίνεσθαι πᾶσαν τὴν ἐκκλησιαστικὴν οἰκονομίαν τε καὶ κατάστασιν, μέχρις ἂν ἕτερος ἐνδημήσῃ ἀρχιερεύς. Ἐπὶ τούτῳ γὰρ ὁ παρών χρυσόβουλλος λόγος τῆς βασιλείας μου ἐγεγόνει πάσαις ταῖς ἐν τῇ χώρᾳ ταύτῃ μητροπόλεσι καὶ ἐπισκοπαῖς εἰς ἀσφάλειαν αἰωνίζουσαν. ἀπολυθεὶς κατὰ τὸν δεκέμβριον μῆνα τῆς β΄ ἐπινεμήσεως τοῦ ςψλζ΄ ἔτους, ἐν ᾧ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος.