IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.2Imp. Joannis Ducae Vatatzae de monasterio ad montem Lembo prope Smyrnam restaurando '. (Α. 1228.)

Οἱ οὐρανοὶ φησ. γλώσση μὴ τὸ νοερὸν εὔμουσόν τε ὀφειλὴν εὐχαρ εὐεργέτην ἂν ἀποκεκρυμ κόρον αὐτῷ ἡ σατο ἆρα φω γήσει καὶ ἐν μο λώσση κ ποικίλην οὕτω θεοῦ σοφίαν ἀν σει ἢ καὶ μὴ χανήσεται πολύφωνον ἁρμονίαν ἐν μουσικοῖς τελεωτάτῳ συστήματι καὶ τῇ διὰ πασῶν συμφωνίᾳ δοξολογήσει τὸν εὐεργέτην. ἂν δὲ καὶ εἰς τὴν βασιλείαν τῆς αὐτοκρατορίας περιωπὴν ἐπῆρται, τὸ βάρος τῆς ὀφειλῆς ὑπερταλαντεύει πᾶσαν κίνησιν καὶ δύναμιν νοῦ καὶ σοφίαν γλώττης καὶ εὐπορίαν. καὶ οὕτως ὑπὲρ ἅπαντας καὶ οἱ βασιλεῖς τὴν δυνατὴν ἀμοιβὴν ὀφείλουσι τῷ Impp. Theodori Lascaris, Joannis Ducae Vatatzae. θεῷ. ὃ καὶ ὁ θεῖος χρησμῳδὸς δαυὶδ ἐν πνεύματι παρυπέ-

Abrir no leitor do IusCommune →

0

pr.κύριε λέγων φαινέν. καὶ ἀσάτωσαν καὶ δ᾽ ἑαυτῶν οῦντες ἐφ᾽ ἑαυτῶν ἐκεχειρίαν μονὰς ἰδίας ον ' τοῖς μοναχοῖς περὶ καὶ τὰς ἐκείνων δὰς ὡς ἐκ μηχανῆς καὶ πολύφωνον ην τὴν ἁρμονίαν καὶ τῆς βασιλικῆς μεγαλειότητος καὶ ἀποτελέσαιεν ὡς ἐπάξιον, καὶ τοὺς ἀσκητὰς ἀνθ᾽ ἑαυτῶν ἁγίους παραστήσαιεν ὑμνητὰς, λυθέντες δὲ καὶ τοῦ σώματος ὅπερ παθεῖν ἀνάγκη τὴν σύνθεσιν δοξολογήσαιεν ἐν τούτοις ἀθάνατα, καὶ οὕτω δοξολογοῦντες παρασκευάσαιεν καὶ τὸν μεγαλόδωρον πᾶσαν μεγαλοδωρίας ὑπερβαίνειν ὑπερβολὴν ἐν τῷ καιρῷ τῶν ἑκάστῳ προσοφειλομένων διανεμήσεων. εἰ γοῦν οὕτω ταῦτα, πῶς καὶ ἡ βασιλεία μου ἐπὶ τῇ ἐκ καινῆς ἀνεγειρομένῃ παρ αὐτῆς μονῇ τῇ κατὰ τὸ ὄρος τὰ λένβου διακειμένῃ καὶ τὴν τοῦ τόπου ἐπωνυμίαν ἐξιδιωσαμένῃ οὐ φροντίσει τὰ εἰς ἀπαρτισμὸν καὶ σύστασιν ταύτης; α. Ἦν μὲν γὰρ ὁ τόπος ἠρεμίας χωρίον εἰς ἑαυτὸ τὸν σπουδαῖον καὶ φιλήσυχον ἐκκαλούμενον, καὶ ὡς ἔκ τίνων συμβολῶν ἐναργῶς ἐδείκνυτο, καὶ τὸ θεῖον ἐκεῖσε διὰ ψαλμῳδίας μοναχῶν ἐδοξολογεῖτο, ἕδραν ἑαυτῶν ποιησαμένων τὸν ἐλεύθερον ἀέρα καὶ τὸν ἀπολίτευτον καὶ ἀτριβῆ τοῖς πολλοῖς χῶρον. καὶ ἀμυδρῶς ἐν τούτῳ καὶ ἴχνη τῆς ἀρχαίας εὐδαιμονίας ἦσαν ἐντετηγμένα· ἀνοικοδομὴ ναοῦ πρὸς εὐτεχνίαν ἐξησκημένη, ὑπὸ δὲ τοῦ χρόνου τὴν εὐπρέπειαν ἀποχρειωμένη· καὶ τἄλλα δὲ εἰς τοσοῦτον ἀφαντωθέντα, ὡς μηδὲ ἐν μέρεσι τῶν ἐκεῖσέ ποτε οἰκοδομῶν αὐτοῦ ἐγκαταλείμματα περισώζεσθαι. ἀλλ᾽ ἡ βασιλεία μου, ἀγαπήσασα τὸν τόπον ὡς ἀρετῆς σύμμαχον καὶ μοναχοῖς ἐπιτήδειον καὶ προσφορώτατον ἐνδιαίτημα, ἠθέλησεν ἀνακαινίσαι τε τὸν ναὸν, καὶ κελλία ἀξιολόγου μοναζόντων συστήματος ἀνεγεῖραι, καὶ τράπεζαν τῆς ἐν χριστῷ τῶν μοναχῶν φιλότητος ἀνοικοδομῆσαι, καὶ τἄλλα ποιῆσαι, ὅσα πρὸς ὑπηρεσίαν ἀνελλιπῆ τῶν μοναχῶν συντελεῖ. καὶ ἀπετελέσθησαν ἀπὸ τούτων τινὰ μέχρι δεῦρο παρὰ τῆς βασιλείας μου, προσεκυρώθη δὲ αὐτῇ καὶ τὸ προάστειον ἡ βάρη ἤτοι τὰ μῆλα, σὺν τοῖς ἐν αὐτῷ προσκαθημένοις καὶ τοῖς ἀπὸ τούτων ἐκεῖθεν μεταπεσοῦσι καὶ ἐν τῇ σμύρνῃ προσκαθίσασι τρισὶν αὐταδέλφοις τοῖς παισὶ τῆς μηλοῦς, ὥστε εἰς δουλείαν αὐτῶν καὶ συγκρότησιν ἔχειν τοὺς μοναχοὺς τοὺς ἐν τῷ τοιούτῳ προαστείῳ προσκαθημένους καὶ τοὺς ἐν τῇ σμύρνῃ ὡς εἴρηται προσκαθημένους τρεῖς αὐταδέλφους, ἐφ᾽ αἷς δουλείαις τῆς μονῆς τὴν τούτων ἔχουσι χρῆσιν καὶ τὴν ἐξ αὐτῶν εἴσοδον ἀποφέρεσθαι. ἐστὶ δὲ ἐν τοῖς δικαίοις τῆς τοῦ τοιούτου προαστείου περιοχῆς εὐκτήριον ὁ ἅγιος γεώργιος, ὃ καὶ εἰς μετόχιον ἀνῳκοδομήθη παρὰ τῶν μοναχῶν. ἀπεκτήσατο δὲ ἡ μονὴ καὶ ἕτερον μετόχιον ἐν τῇ σμύρνῃ, τὸν ἅγιον γεώργιον τὸν ἐξωκαστρίτην. ὡσαύτως καὶ τὸ ἐν τῇ λαγκάδι τοῦ κατὰ τὴν σμύρνην θαλαττιαίου κόλπου τόπιον, ὅπερ ἀχρήσιμον ἔκειτο μέχρι τοῦ νῦν, ὅπερ ἄρχεται ἀπὸ τοῦ αὐλακίου τοῦ ἐπιλεγομένου τοῦ ἀσάνη, καὶ ἀπέρχεται μέχρι καὶ τῆς λάμπης τοῦ κουρτίου, ἀπετέλεσαν οἱ μονὰχοὶ τῆς αὐτῆς μονῆς διὰ κόπων καὶ ἐξόδων οὐκ ὀλίγων εἰς βιβάριον. ἀνεκαίνισαν δὲ καὶ εἰς τὸ τόπιον τὸ ἐπιλεγόμενον τὸ χωράφιον τῶν ἀββάδων δύο ὑδρομυλικὰ ἐργαστήρια, καὶ ἐν τῇ τοποθεσίᾳ τοῦ καντζουριῶνος ἐλαϊκά τινα δένδρα.

2

pr.Καὶ ἐπεὶ καὶ χρυσοβούλλου λόγου τῆς βασιλείας μου ἐδεήθησαν εἰς βεβαίαν τὴν κατοχὴν καὶ δεσποτείαν τῶν τοιούτων, τὴν δέησιν αὐτῶν προσηκαμένη ἡ βασιλεία μου τὸν παρόντα χρυσόβουλλον λόγον αὐτῆς ἐπεβράβευσε, δι οὗ καὶ διορίζεται ἀπαρασπάστως καὶ ἀμετακινήτως καὶ κατὰ λόγον δεσποτείας ἐπέχειν τὴν μονὴν πάντα τὰ ἀνωτέρω δεδηλωμένα, ἤγουν τὸ προάστειον τὴν βάρην μετὰ πάσης τῆς περιοχῆς αὐτοῦ καὶ διακρατήσεως καὶ τῶν ὅλων τούτου δικαίων καὶ προνομίων, τῶν ἐν αὐτῷ προσκαθημένων παροίκων, ὑπούργου καὶ νομαδιαίας γῆς, καὶ πάντων τῶν ἀπὸ συνηθείας ἀνέκαθεν ἀπονεμημένων τούτῳ τοῦ ἐν αὐτῷ μετοχίου τοῦ ἁγίου γεωργίου. ὡσαύτως δεσποτικὸν δίκαιον ἔχειν τὴν αὐτὴν μονὴν ἡ βασιλεία μου παρακελεύεται ἐπὶ τῷ ἐπικτηθέντι παρ᾽ αὐτῆς μετοχίῳ κατὰ σμύρνην τῷ ἐπονομαζομένῳ ὁ ἅγιος γεώργιος ὁ ἐξωκαστρίτης· ἐπὶ τῷ ἀνωτέρω ῥητῶς ἀναγραφέντι βιβαρίῳ· ἐπὶ τοῖς δύο ὑδρομυλικοῖς ἐργαστηρίοις· ἐπὶ τοῖς ἐν τῷ καντζουριῶνι ἐλαϊκοῖς δένδροις· καὶ ἐφ᾽ ἅπασι τοῖς ἐπικτηθεῖσιν ἢ καὶ ἐπικτηθησομένοις παρὰ τῆς αὐτῆς μονῆς. καὶ ἐξκουσσεύειν ἡ βασιλεία μου εὐδοκεῖ διὰ τοῦ παρόντος χρυσοβούλλου λόγου αὐτῆς τὸ τοιοῦτον προάστειον, καὶ τοὺς ἐν αὐτῷ προσκαθημένους καὶ τοὺς ἀπὸ τούτων μεταπεσόντας καὶ προσκαθίσαντας ἐν τῇ σμύρνῃ τρεῖς αὐταδέλφους τοὺς παῖδας τῆς μηλοῦς, ἀπὸ πάσης καὶ παντοίας ἐπηρείας, ἀγγαρείας, παραγγαρίας, ζημίας, ψωμοζημίας, καστροκτισίας, κατεργοκτισίας, κοπῆς καὶ καταβιβασμοῦ οἱασδήτινος ξυλῆς, στυπαξούγγου, καννάβεως, ὑγροπίσσου, καύσεως καρβωνίων, μιτάτου καταθέσεως καὶ ἀπλήκτου, δουκικῆς καὶ κατεπανικῆς χρείας, ἐννομίου, ἀέρος, ἐξελάσεως πλωΐμων καὶ κονταράτων, ἀπαιτήσεως συνδοσιῶν, δόσεως προβάτων, ζευγοαμαξιῶν ἐξελάσεως· ἄνευ μόνων τῶν τῷ δημοσίῳ ἀνηκόντων δύο κεφαλαίων τῆς ἀγάπης καὶ τῆς σιτάρης· καὶ πάσης ἄλλης ὁποιασδήτινος ἐπηρείας, κἂν μὴ ῥητῶς αὕτη ἐξεφωνήθη ἐν τῷ παρόντι χρυσοβούλλῳ τῆς βασιλείας μου. κατὰ γὰρ τὸ καθόλου τῆς ἐξκουσσείας κεφάλαιον ἡ βασιλεία μου εὐδοκεῖ ἐξκουσσεύεσθαι πάντα τὰ τῇ τοιαύτῃ μονῇ διαφέροντα· ἀλλὰ δὴ καὶ τὸ ταύτης βιβάριον ἀπό τε βιβαροπάκτων, προσκυνητικίου, ὀψωνίου καὶ λοιπῶν ἑτέρων συνηθειῶν τῶν ἐτησίως ἀπὸ τῶν βιβαρίων ἀπαιτουμένων. διὰ γὰρ τοῦτο ἐγετ γόνει καὶ ὁ παρὼν χρυσόβουλλος λόγος τῆς βασιλείας μου τῷ μέρει τῆς τοιαύτης μονῆς εἰς ἀσφάλειαν αἰωνίζουσαν, ἀπολυθεὶς κατὰ τὸν αὔγουστον μῆνα τῆς α΄ ἰνδ. τοῦ ςψλς ' ἔτους, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος. Εἶχε τό· ἰωάννης ἐν χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ ῥωμαίων ὁ δούκας, δι ἐρυθρῶν γραμμάτων τῆς βασιλικῆς καὶ θείας χειρός.