JGR III 5.4Imp. Joannis Ducae Vatatzae de vestimentis.
Abrir no leitor do IusCommune →0
pr.Ἐπειδὴ ἑώρα τὸν ῥωμαϊκὸν πλοῦτον μάτην κενούμενον εἰς τὰ ἐξ ἀλλοδαπῶν ἐθνῶν ἐνδύματα, ὅσα τε ἐκ σηρῶν βαβυλωνίαι καὶ ἀσσυρίαι ταλασιουργίαι ποικίλως δημιουργοῦσι καὶ ὅσα χεῖρες ἰταλῶν εὐφυῶς ἐξυφαίνουσιν, ἐξήνεγκε δόγμα, μηδένα τῶν ὑπηκόων χρῆσθαι αὐτοῖς, εἰ μὴ βούλοιτο, ὅστις ποτ ' ἄρ᾽ εἴη, αὐτός τε καὶ τὸ γένος ἄτιμος εἶναι, ἀλλ᾽ ἢ μόνοις τοῖς ὅσα ἡ ῥωμαίων γῆ γεωργεῖ καὶ αἱ ῥωμαίων ἀσκοῦσι χεῖρες.