IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.17Imp. Andronici senioris aurea bulla de immunitate habitatorum Monembasiae 1. (A. 1284.)

Χρυσόβουλλον τῆς χώρας μονεμβασίας.

Abrir no leitor do IusCommune →

0

pr.Οὐκ ἦν ἄρα καὶ τὴν τῆς μονεμβασίας πόλιν τῶν ἐκ τοῦ χρόνου μεῖναι τὸ παράπαν ἀπείρατον, οὐδ᾽ ἐπὶ τῶν αὐτῶν· ἑστάναι τῶν ἄλλων πάντων δεξαμένων μεταβολὴν καὶ γευσαμένων· τῆς τούτου παλινστρόφου κινήσεως μέντοιγε οὐδὲ τῆς αὐτοῦ παντάπασιν ἔξω γεγένηται φύσεως, ἀλλ᾽ ἅπτεται καὶ ταύτης ὡς καὶ πάντων μεταβολὴ χρόνοις πρότερον ἤδη συχνοῖς, καὶ κινεῖται πλὴν τὴν πρὸς τὰ χείρω κίνησιν ὡς μὴ ὠφελε. λαμπρὰ γὰρ οὖσα τὸ πρὶν καὶ πολλοῖς εὐθηνουμένη τοῖς ἀγαθοῖς ὑπὸ τὰ ῥωμαίων σκῆπτρα τῆς εὐδαιμονίας ἀπέλαυεν, ἀλλ᾽ ὁ χρόνος ὥσπερ οὐκ ἐνεγκὼν τηρῆσαι τὴν ἐπιφάνειαν τῆς μὲν ῥωμαίων ταύτην ἀποσπάσαι ἔγνω χειρὸς, δουλείας δὲ φέρων ἰταλικῆς ζυγὸν αὐτῇ ἐπιτίθησιν· ἐντεῦθεν καὶ πᾶν ὁμοῦ τῆς πόλεως τὸ λαμπρὸν ἀποσβέννυσι, καὶ τὴν οὔπως πρώην καλλίστην ἐν πόλεσιν μετὰ βραχὺ πολλοῦ τοῦ αἴσχους ἐμπίπλησιν. ἀλλ᾽ οὐκ ἦν εἰς τέλος τοὺς αὐτῆς πολίτας οὕτω τῆς τῶν τρόπων χρηστότητος ἔχοντας, οὕτω συχνοῖς κεκοσμημένους τοῖς ἀγαθοῖς περιοφθῆναι παρὰ θεοῦ καὶ τὴν ταλαιπωρίαν φέρειν ἐπὶ πάνυ μακρόν. οὔκουν οὐδὲ θείας ἀμοιροῦσιν ἐπισκοπῆς, ἀλλ᾽ ἐφορᾷ καὶ πάλιν ἵλεων ἐπ᾿ αὐτοὺς ὁ πάντα ἐφορῶν ὀφθαλμὸς, καὶ τῆς μὲν ἀλλογενοῦς αὐτίκα δουλείας δέχονται τὴν ἀπαλλαγὴν, πρὸς δὲ τὴν πρὶν ἐκείνην εὐθὺς εὐδαιμονίαν ἀναχωροῦσι καὶ περιφάνειαν, ὑπὸ ῥωμαίοις αὖθις καὶ τῇ τούτων ἀρχῇ τελεῖν ὡς πρώην ἐπευτυχήσαντες. ὅτε δὴ πρὸς ἄλλοις τῶν ἀγαθῶν (οὐδ᾽ ὅσοις ῥᾴδιον ἀριθμεῖν) καὶ χρυσοβούλλου ἐπὶ τοῖσδε τυγχάνουσι παρὰ τοῦ ἀοιδίμου βασιλέως τοῦ αὐθέντου καὶ πατρὸς τῆς βασιλείας μου, τῷ τε δηλαδὴ ἐξκουσίας πάσης καὶ ἐλευθερίας ἀπολαύειν αὐτοὺς καὶ πάντα τὰ προσόντα γονικόθεν αὐτοῖς ἀνώτερα κεκτῆσθαι τέλους· καὶ βάρους ὁποιου δήτινος, καὶ τῷ κομμερκίου χάριν ἀκαταζητήτους τετηρῆσθαι παντάπασιν ἐφ᾽ αἱσοῦν ἂν ποιεῖν ἐθέλωσι πραγματείαις ἐν τῇ εἰρημένῃ πόλει τῆς μονεμβασίας. α. Ὅθεν ἐπειδὴ καὶ νῦν ὑπὲρ τούτων τυχεῖν ἐξῃτήσαντο καὶ χρυσοβούλλου τῆς βασιλείας μου, εὐμενῶς τε ἄγαν καὶ ἑτοίμως τῇ τούτων αὐτῇ παρακλήσει συννεύσασα τὸν παρόντα ταύτης πρὸς αὐτοὺς ἐπιβραβεύει χρυσόβουλλον λόγον. δι οὗ προστάσσει καὶ διορίζεται, ἐπαπολαύειν καὶ εἰς τὸ ἑξῆς τοὺς οἰκήτορας τῆς τοιαύτης πόλεως μονεμβασίας τῆς προσούσης αὐτοῖς μέχρι τοῦ νῦν τοιαύτης ἐξκουσίας τε καὶ ἀνενοχλησίας· καὶ διατηρεῖσθαι μὲν τὰ τε γονικὰ καὶ ὑποστατικὰ αὐτῶν ἀδιάσειστα πάντη καὶ ἐλεύθερα καὶ παντὸς βάρους καὶ τέλους ἀνώτερα, ἅπερ εὑρίσκονται κεκτημένοι μετὰ τῆς τοιαύτης ἐλευθε ρίας μέχρι τῆς σήμερον· διαμένειν δὲ αὐτοὺς καὶ ἀπὸ τῆς τοῦ κομμερκίου δόσεως ἀκαταζητήτους τε καὶ ἀνενοχλήτους παντάπασιν ἐφ᾿ αἷς ἂν δηλονότι πριῶνται πραγματείαις ἐν τῇ τοιαύτῃ πόλει τῆς μονεμβασίας. βούλεται γὰρ ἡ βασιλεία μου τελείας ἀπολαύειν αὐτοὺς ἅπαντας τῆς ἐπὶ τούτοις ἐλευθερίας καὶ ἀνέσεως τῇ ἐμφανείᾳ τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου, καὶ μὴ εὑρίσκειν ὑπὲρ τούτων τὴν οἱανδήτινα διενόχλησιν καὶ συζήτησιν. ἐπὶ τούτῳ γὰρ γεγονὼς καὶ ὁ παρὼν χρυσόβουλλος λόγος τῆς βασιλείας μου ἐπεχορηγήθη καὶ ἐπεβραβεύθη αὐτοῖς κατὰ μῆνα αὔγουστον τῆς νῦν τρεχούσης ιβ ' ἰνδ. τοῦ ς ἑπτακοσιοστοῦ ἐνενηκοστοῦ β΄ ἔτους, ἐν ᾧ καὶ τὸ ἡμέτερον εὐσεβὲς καὶ θεοπρόβλητον ὑπεσημήνατο κράτος. ᾿Ανδρόνικος ἐν χριστῷ τῷ θεῷ πιστὸς βασιλεὺς καὶ αὐτοκράτωρ ῥωμαίων δούκας ἄγγελος κομνηνὸς ὁ παλαιολόγος.