IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.18Imp. Andronici senioris privilegium mercatoribus Hispanis concessum '. (A. 1290.)

Abrir no leitor do IusCommune →

0

pr.Ἐπεὶ οἱ ἔποικοι τῆς χώρας παρτζαλόνας, τῆς ῥαγούνας, τῆς κατελονίας, τῆς μαγιόρκας, τῆς βαλεντζίας, τῆς τουρτούζας καὶ τῶν ἑτέρων χωρῶν τοῦ ὑψηλοτάτου ῥηγὸς ῥαγούνας καὶ σικελίας ἐποιήσαντο ἀναφορὰν πρὸς τὴν βασιλείαν μου διὰ τοῦ ἐλθόντος ἐνταῦθα εἰς κωνσταντινού πολιν κουνσούλου τῶν κατελάνων τοῦ συνετοῦ ἀνδρὸς τοῦ σὺρ δαλμάην σουνὴρ, ὡς θέλουσίν τινες ἐξ αὐτῶν καταλαμβάνειν εἴς τε τὴν κωνσταντινούπολιν καὶ τὰς ἑτέρας χώρας αὐτῆς καὶ ποιεῖσθαι πραγματείας ἐν αὐταῖς, ἐξῃτήσαντο δὲ καὶ παρεκλήτευσαν χορηγήθῆναι αὐτοῖς ὑπὲρ τούτου χρυσόβουλλον τῆς βασιλείας μου, ὥστε ἔχειν τὴν ἐπὶ τοῦτο ἄδειαν καὶ ἔρχεσθαι ἀκωλύτως, γενέσθαι δὲ εἰς αὐτοὺς καὶ κυβέρνησίν τινα εἰς τὴν ἀπόδοσιν τοῦ κομμερκίου.

1

pr.Τὴν αἴτησιν καὶ παράκλησιν αὐτῶν προσηκαμένη ἡ βασιλεία μου τὸ παρὸν χρυσόβουλλον αὐτῆς ἀπολύει πρὸς αὐτοὺς, δι οὗ καὶ διορίζεται ἔχειν ἐπ᾿ ἀδείας τοὺς διαληφθέντας ἐποίκους τῆς εἰρημένης χώρας παρτζαλόνας, τῆς ῥαγούνας, τῆς κατελονίας, τῆς μαγιόρκας, τῆς βαλεντζίας, τῆς τουρτούζας καὶ τῶν περὶ ταύτας ἑτέρων χωρῶν τοῦ ὑψηλοτάτου ῥηγὸς ῥαγούνας καὶ σικελίας, ἐπιδημεῖν ἐν τῇ κωνσταντινουπόλει καὶ ἐν ταῖς ἄλλαις χώραις τῆς βασιλείας μου, ὁσάκις βούλονται καὶ ὅσοι ἐξ αὐτῶν προαιροῦνται τοῦτο, καὶ ποιεῖν ἐν αὐταῖς τὰς δοκούσας αὐτοῖς πραγματείας ἀνενοχλήτως καὶ ἀκαταδυναστεύτως, ἀποδιδόναι ὀφείλοντας χάριν κομμερκίου ὑπὲρ ἐμβολῆς εἰς τὸ ἑκατὸν ὑπέρπερον ὑπέρπερα τρία, καὶ ὑπὲρ ἐκβολῆς ὁμοίως ἕτερα ὑπέρπερα τρία, εἰς πλέον δὲ μὴ καθέλκεσθαι, συντηρεῖσθαι δὲ μᾶλλον ἀβλαβῶς ἔν τε τοῖς σώμασι καὶ τοῖς πράγμασιν αὐτῶν, καὶ μηδεμίαν ἄλλην ζημίαν ἢ καταδυναστείαν καὶ ἁρπαγὴν ὑφίστασθαι παρά τινος τῶν ἀπὸ τοῦ μέρους τῆς βασιλείας μου. ἔτι γε μὴν καθὼς καὶ τὸ περὶ τοῦτο ᾐτήσαντο, ἐὰν συμβῇ κινδυνεῦσαι κατὰ θάλατταν καράβιον αὐτῶν ἀπὸ κλύδωνος καὶ πεσεῖν εἰς ξηρὰν ἐν τῇ χώρα τῆς βασιλείας μου, οὐχ ἕξουσιν ἐπ᾿ ἀδείας οἱ ἔποικοι τῆς τὸιαύτης χώρας ἢ ἕτεροί τινες διαρπάζειν καὶ ἀποκερδαίνειν τὶ ἀπὸ τοῦ περισωθέντος αὐτῶν πράγματος, ἀλλὰ διαφυλαχθήσεται τὸ τοιοῦτον πρᾶγμα αὐτῶν ἀκαινοτόμητον τῇ δυνάμει καὶ ἰσχύϊ τοῦ παρόντος χρυσοβούλλου τῆς βασιλείας μου. τούτου γὰρ τῇ ἐμφανείᾳ διατηρηθήσονται μετὰ τὸ διδόναι τὸ ἀναγεγραμμένον κομμέρκιον ἀνενόχλητοι καὶ ἀζήμιοι, καὶ οὐχ ὑποστήσονται παρά τινος ἀδικίαν ἢ ζημίαν τινὰ ἢ ἐπήρειαν καὶ ἐπίθεσιν οἱανδήτινα. Διὰ γὰρ τοῦτο ἐγεγόνει καὶ τὸ παρὸν χρυσόβουλλον τῆς βασιλείας μου, καὶ ἐπεβραβεύθη καὶ ἐπεχορηγήθη τοῖς διαληφθεῖσιν ἐποίκοις τῆς παρτζαλόνας, τῆς ῥαγούνας, τῆς κατελονίας, τῆς μαγιόρκας, τῆς βαλεντζίας, τῆς τουρτούζας καὶ τῶν περὶ ταύτας ἑτέρων χωρῶν τοῦ ὑψηλοτάτου ῥηγὸς ῥαγούνας καὶ σικελίας εἰς βεβαίωσιν καὶ δεφένδευσιν καὶ ἀσφάλειαν.