JGR III 5.16Imp. Michaelis Palaeologi aurea bulla, qua monasterium Salvatoris Christi Latomi, quod Thessalonicae est, Comneno Joasaph Maliaseno conceditur: et de conjunctione inter monasterium Macrinitissae et Novae Petrae '.
Χρυσόβουλλος λόγος τρίτος.
Abrir no leitor do IusCommune →0
pr.Δύναταί τι παρὰ βασιλεῖ καὶ ὁ τῆς σωματικῆς εὐγενείας λόγος, εἴ τις τῆς βασιλικῆς ἐξαρτώμενος γνησιότητος ἐκ τῆς σχέσεως τὴν φύσιν παρίστησι καὶ ἀνύσιμα τὰ κατὰ σκοπὸν τίθησιν αὐτὸ δὴ τοῦτο προβαλλόμενος εἰς καταδυσώπησιν· πολλῷ δὲ μᾶλλον εἴ τις τὴν ἐν τῇ ψυχῇ διάθεσιν δείκνυσιν ἔκ τε δὴ τοῦ τρόπου καὶ τοῦ τὴν φροντίδα πᾶσαν ἐξαναλίσκειν περὶ τὰ θεῖά τε καὶ θεάρεστα καὶ τὸ χάριν ἔχειν ἐκεῖθεν εἰς ψυχικὴν συντείνουσαν τὴν ὠφέλειαν· εἰ δ᾽ ἄμφω τινὶ συνδεδραμηκότα, τὸ μὲν ἐπιφαινόμενον ἐκ τῶν ἔξωθεν καὶ σωματικῶν, τὸ δ᾽ ἐκ τῶν ἔνδοθεν καὶ κατὰ θεὸν, εἰς μὲν τὸν τῆς παρακλήσεως συμπροταθεῖεν λόγον, τὸ δὲ τῆς αἰτήσεως εὔλογον ἐκ τῆς χρηστότητος τοῦ τρόπου γινώσκοιτο, ῥᾷον ἂν ἢ λόγος τὸ ἐξαιτούμενον ἀνυσθήσεται. ἀλλὰ ταῦτα μὲν οὕτω γνώμης τετύχηκεν, αὐτοῖς δὲ τοῖς πράγμασιν ὁ τῆς ἀληθείας λόγος ἐπιγνωσθήσεται.
1
pr.Ὁ γάρ τοι περιπόθητος ἀνεψιὸς τῆς βασιλείας μου τιμιώτατος ἐν μοναχοῖς κομνηνὸς κῦρος ἰωάσαφ ὁ μαλιασηνὸς, τυγχάνων ἐκ γένους προσήκων τῇ βασιλείᾳ μου, καὶ μηδαμῆ λειπόμενος τῶν ἄλλων ταῖς πρὸς τὸ καλὸν διασκέψεσι τὸ πλεῖον φέρει ταῖς ἐν περιστατικαῖς καὶ ἀνάγκαις χρείαις καρτερίαις ὑπὲρ τοῦ οἰκείου γένους κατὰ καιροὺς καὶ τοῦ τῆς ψυχῆς φρονήματος γενναιότησιν, ὡς ἐκ τούτου καὶ ζῆλον μὲν ἐμφαίνειν ὑπὲρ τῶν ἐκ γένους ὁμοφύλων αὐτῷ, ὅσον ἂν προσῆκον εἴη τῷ τοιούτῳ τυγχάνοντι, οὐδὲν δὲ ἧττον καὶ τῆς εὐνοϊκῆς πρὸς τὴν ἡμετέραν βασιλείαν ἀκραιφνοῦς διαθέσεως, καὶ μὴ τὸ τῆς εὐγενείας τίμιον καὶ σεμνὸν ταπεινοῦν ἐξ αὐτῶν ἔργων, ἀλλ᾽ εἰς ἅπαν ταύτην συνιστᾶν ἐκ τῆς ἀναλόγου τούτων καὶ ἰσοῤῥοποῦς ἐπιδείξεως. ὅτι δὲ καὶ ὑπὲρ τοῦ καλοῦ καὶ τοῦ σωτηριώδους ἔργου μελέτην ἀεὶ ποιούμενος οὐ διαλείπει μὴ παντὶ τρόπῳ καὶ παντοίαις ἔργων ἰδέαις ἐκκαλύπτειν τὴν τῆς ψυχῆς ἐγκουπτομένην ἐν τούτῳ κατάστασιν, πολλὰ μὲν δὴ καὶ ἄλλα τὰ περὶ τούτου δῆλον ποιεῖ, τὸ δὲ τῆς αἰτήσεως νυνὶ προβαλλόμενον σαφὲς πάντως καὶ πρόδηλον γνώρισμα τῆς πρὸς τὸ ἀγαθὸν θεαρέστου τούτου γνώμης καὶ προαιρέσεως. ἐπειδὴ γὰρ καὶ πρὶν ἀμφιέσασθαι τὸ μοναχικὸν (ταὐτὸν δ᾽ εἰπεῖν καὶ ἀγ γελικὸν) σχῆμα ἐν τούτῳ καταστάσεως ἐπὶ τῶν ἔργων ἦν, καὶ οὐ τοσοῦτον τοῖς ἐν κόσμῳ χαριζόμενος ἦν, ὅσον τοῖς θειοτέροις ἀεὶ προστιθέμενος, ὥστε καὶ τὰς ἐπὶ σταυροπηγίῳ πατριαρχικῷ ἀνεγηγερμένας δύο τούτου μονὰς (- τήν τε διαφέρουσαν αὐτῷ γονικόθεν περὶ τὸ ὄρος τῶν δρόγγων διακειμένην καὶ τιμωμένην εἰς ὄνομα τῆς ὑπεράγνου μου θεομήτορος τῆς ἐπικεκλημένης μακρινιτίσσης καὶ ὀξείας ἐπισκέψεως, καὶ τὴν παρ᾿ αὐτοῦ τε καὶ τῆς συζύγου αὐτοῦ, τῆς περιποθήτου ἀνεψιᾶς τῆς βασιλείας μου κομνηνῆς κυρᾶς ἀνθούσης μαλιασηνῆς τῆς παλαιολογίνης, ἐξ αὐτῶν βάθρων ἀνοικοδομηθεῖσαν καὶ διακειμένην ἐπάνω τοῦ ὄρους τῆς δρυανουβαίνης, τὴν καὶ ἐπ᾿ ὀνόματι τιμωμένην τοῦ τιμίου μου προδρόμου τῆς νέας πέτρας –) ἔτι τοῖς κοσμικοῖς συνὼν ἐπὶ μᾶλλον συνιστῶν ἦν καὶ προάγων ἐπὶ τὸ βέλτιον· καὶ νῦν δ᾽ ὁπηνίκα κατέστη καὶ ἐπ᾿ αὐτοῦ δὴ τοῦ πράγματος καὶ τῶν μαλακῶν ἐκείνων ἱματίων καὶ τῶν διαφόρων καὶ ποικίλων σχηματισμῶν ἀντιπεριέθετο τὸ βραχὺ τοῦ κατὰ θεὸν βίου τριβώνιον, [τῆς θεοφιλοῦς ταύτης ἐργασίας ἀπρὶξ ἐξεχόμενος πάντα λέγειν καὶ πράττειν ἐπὶ τῇ ψυχῇ προεστήσατο, [καὶ] οὐδὲν ἕτερον τὴν ἡμετέραν βασιλείαν ἐξαιτησάμενος εἵλετο, ἢ ὅπερ τῷ σκοπῷ συνεβάλετο καὶ τῷ προτέρῳ τούτῳ τρόπῳ συνήνεγκε. τὸ δὲ τῆς παρακλήσεως, ὡς ἂν δωρήσηται αὐτῷ ἡ βασιλεία μου τὴν ἐντὸς τῆς μεγαλοπόλεως θεσσαλονίκης σεβασμίαν μονὴν τοῦ σωτῆρός μου χριστοῦ τὴν τοῦ λατόμου μετὰ τῶν προσόντων ταύτῃ δικαίων καὶ πραγμάτων, ἅπερ εὑρίσκεται κατέχουσα νῦν ἐντὸς τῆς θεσσαλονίκης καὶ ἐκτὸς, διά τε χωραφίων, ἀμπελώνων, μυλοστασίων καὶ ἐνοικιακῶν, καὶ ἔχωσι ταύτην αἱ διαληφθεῖσαι τούτου δύο μοναὶ εἰς δοχεῖον ἀπὸ τοῦ νῦν καὶ εἰς τὰ ἑξῆς ἀναφαιρέτως πάντη καὶ ἀναποσπάστως εἰς διηνέκειαν.
2
pr.Ἡ γοῦν βασιλεία μου χαριζομένη τοῦτο μὲν τῇ προσούσῃ τούτῳ πρὸς αὐτὴν γνησίοτητι καὶ τῇ εὐγενείᾳ τοῦ σώματος, τοῦτο δὲ καὶ τὸ καρτερικὸν αὐτοῦ καὶ γενναῖον ὑπὲρ τοῦ τῶν ῥωμαίων γένους ἐν τοῖς περιστατικοῖς τῶν καιρῶν ἀνταμει βομένη, προσέτι γε μὴν δεξιουμένη καὶ τὸ τῆς αἰτήσεως εὔλογον ὡς θεοφιλὲς ἀγαθαῖς συμπληρώσεσι, τὴν κατὰ τὴν θεσσαλο νίκην τοιαύτην σεβασμίαν μονὴν τοῦ σωτῆρός μου χριστοῦ τοῦ λατόμου δωρεῖται τῷ τοιούτῳ περιποθήτῳ ἀνεψιῷ αὐτῆς τῷ τιμιωτάτῳ ἐν μοναχοῖς κομνηνῷ κυρῷ ἰωάσαφ τῷ μαλιασηνῷ, καὶ θεσπίζει καὶ διορίζεται διὰ τοῦ παρόντος χρυσοβούλλου λόγου αὐτῆς, ἵνα αἱ διειλημμέναι τούτου δύο μοναὶ ἔχωσι τὴν τοιαύτην μονὴν ἡνωμένην μετ᾿ αὐτῶν, καὶ ἔχωσιν αὐτὴν ὡς δοχεῖον εἰς τὸ διηνεκὲς ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς ἀναποσπάστως, ἀναφαιρέτως καὶ ἀδιαιρέτως μετὰ τῶν ἀρτίως εὑρισκομένων ταύτῃ δικαίων καὶ πραγμάτων καὶ κατεχομένων παρ᾽ αὐτῆς διά τε χωραφίων, ἀμπελώνων, μυλοστασίων, ἐνοικιακῶν καὶ τῶν ἑτέρων ἐντὸς καὶ ἐκτὸς τῆς πόλεως θεσσαλονίκης· καὶ μὴ εὑρίσκωσιν αἱ τοιαῦται μοναὶ παρά τινος τῶν ἁπάντων ἐπὶ τούτῳ ὄχλησίν τινα ἢ διασεισμὸν ἢ ἐμποδισμὸν, ἀλλ᾽ ἵνα διαμένῃ ἡ δηλωθεῖσα μονὴ τοῦ σωτῆρός μου χριστοῦ τοῦ λατόμου εἰς δοχεῖον τῶν δηλωθεισῶν τούτου δύο μονῶν ἀναπόσπαστος πάντη καὶ ἀναφαίρετος καὶ ἀδιαίρετος εἰς διηνέκειαν τῇ ἐμφανείᾳ τοῦ παρόντος χρυσοβούλλου λόγου τῆς βασιλείας μου, ὃς δὴ καὶ ἐσεῖται πρὸς τὸ διαμένειν τὴν τοιαύτην μονὴν ἑνωμένην μετὰ τῶν ἀνωτέρω διειλημμένων δύο τούτου μονῶν· ὥσπερ τὶ φρούριον ἀσφαλέστατον, ἀπεῖργον πάντη τὸν βουληθησόμενον ἀνατροπήν τινα ποιῆσαι κατά τι τῶν διωρισμένων καὶ τεθεσπισμένων τῇ βασιλείᾳ μου ἐπὶ τῇ τοιαύτῃ μονῇ, καὶ διακωλύον ἅπαν ὀχληρὸν καὶ ἐπηρεαστικόν.
3
pr.Ἔτι ἐπικυροῖ ἡ βασιλεία μου διὰ τοῦ παρόντος χρυσοβούλλου λόγου αὐτῆς καὶ τοὺς προγεγονότας τῷ τοιούτῳ περιποθήτῳ ἀνεψιῷ αὐτῆς, τῷ τιμιωτάτῳ ἐν μοναχοῖς κομνηνῷ κυρῷ ἰωάσαφ τῷ μαλιασηνῷ, χρυσοβουλλίους λόγους τῆς βασιλείας μου κατὰ πᾶσαν αὐτῶν τὴν περίληψιν, ἄνευ μέντοι τῆς μιᾶς τῶν διαληφθεισῶν μονῶν, δηλαδὴ τῆς διακειμένης ἐπάνω τοῦ ὄρους τῆς δρυανουβαίνης τῆς τοῦ τιμίου μου προδρό μου τῆς νέας πέτρας. ἐπειδὴ γὰρ ἡ τοιαύτη μονή, γυναικεία οὖσα τὸ πρότερον, θελήσει τοῦ τοιούτου περιποθήτου ἀνεψιοῦ τῆς βασιλείας μου, κομνηνοῦ κυροῦ ἰωάσαφ τοῦ μαλιασηνοῦ, καὶ αὐτῆς δὲ τῆς συζύγου αὐτοῦ τῆς περιποθήτου ἀνεψιᾶς τῆς βασιλείας μου, τῆς τιμιωτάτης μοναχῆς κομνη - νῆς κυρᾶς ἀνθούσης μαλιασηνῆς τῆς παλαιολογίνης, ἥτις καὶ τὴν τοιαύτην μονὴν ἐκ βάθρων ἀνήγειρε καὶ συνέστησεν, ἀποκατέστη νῦν εἰς ἀνδρῴαν μονὴν, ὀφείλει ἔχειν τὸ στέργον καὶ ἐπὶ τούτῳ καὶ βέβαιον, καθὼς ἀμφότεροι διετάξαντο· ἐπεὶ δὲ ἀνέφερον καὶ ὅτι ἡ εἰς τὴν χάρμαιναν διακειμένη μονὴ τῆς ὑπεράγνου μου θεομήτορος τῆς παναγίας ἀνετέθη εἰς μετόχιον παρὰ τοῦ ἱερομονάχου θεοδοσίου δι ἐγγράφου αὐτοῦ παραδόσεως, τοῦ καὶ συστησαμένου ταύτην πρὸς τὴν σεβασμίαν μονὴν τῆς ὑπεράγνου μου θεομήτορος τῆς μακρινιτίσσης καὶ ὀξείας ἐπισκέψεως μετὰ τῶν προσόντων ταύτῃ δικαίων καὶ πραγμάτων καὶ κατεχομένων παρ᾽ αὐτῆς μέχρι τοῦ νῦν, ὀφείλει ἔχειν καὶ τοῦτο οὕτως καὶ διαμένειν ἀναποσπάστως καὶ ἀναφαιρέτως εἰς μετόχιον τῆς διαληφθείσης σεβασμίας μονῆς. αἱ δὲ δηλωθεῖσαι δύο τούτου μοναὶ, ἥ τε τῆς ὑπεράγνου μου θεομήτορος τῆς μακρινιτίσσης καὶ ὀξείας ἐπισκέψεως καὶ ἡ τοῦ τιμίου μου προδρόμου τῆς νέας πέτρας, αἱ καὶ γονικόθεν τούτοις διαφέρουσαι, οὐκ ὀφείλουσιν ἑτέρα [ἑτέρας] κατεξανίστασθαι, ἀλλὰ διατηρεῖσθαι ἑκάστη κατὰ πᾶσαν τὴν ἐν τοῖς κυρίοις μοναστηρίοις φυλασσομένην τάξιν τε καὶ κατάστασιν, καὶ κατέχειν τὰ προσαρμόσαντα ἑκάστῃ ἀνὰ μέρος κτήματά τε καὶ μετόχια, καὶ μηδέποτε πειραθῆναι τὴν ἑτέραν ὑπαγαγεῖν εἰς μετόχιον καὶ ποιῆσαι ὑφ᾽ ἑαυτὴν, ἀλλὰ διαμένειν ἀνὰ μέρος καὶ καθ'᾽ αὑτὰς, καθὼς οὗτοι καθ᾽ ὃ κτήτορες· καὶ διεσκέψαντο καὶ διετάξαντο. ὀφείλει δὲ καὶ ὁ υἱὸς αὐτῶν, ὁ οἰκεῖος τῇ βασιλείᾳ μου κομνηνὸς κῦρος ἰωάννης παλαιολόγος ὁ μαλιασηνὸς, μετὰ τὴν τελευτὴν αὐτῶν εἶναί τε καὶ λογίζεσθαι Impp. Michaelis Palaeologi, Andronici senioris.