IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio V

JGR III 5.15Imp. Michaelis Palaeologi decretum in gratiam monasterii Novae Petrae.

Τοῦ αὐτοῦ θεοστεφοῦς βασιλέως πρόσταγμα τὸ δεύτερον.

Abrir no leitor do IusCommune →

0

pr.Ἐπεὶ ὁ οἰκεῖος τῇ βασιλείᾳ μου κομνηνὸς κῦρος νικόλαος ὁ μαλιασηνὸς ἐδεήθη τῆς βασιλείας μου, ὁρισμοῦ ταύτης τυχεῖν τὴν ἐν τῷ ὄρει τῆς δρεανούβεως διακειμένην σεβασμίαν πατριαρχικὴν γυναικείαν μονὴν, τὴν ἐκ βάθρων ἀνεγερθεῖσαν παρὰ τῆς ἀνεψιᾶς τῆς βασιλείας μου, κομνηνῆς κυρᾶς ἄννης παλαιολογίνης τῆς συζύγου αὐτοῦ, τὴν καὶ ἐπ᾿ ὀνόματι τοῦ τιμίου τιμωμένην προδρόμου καὶ νέαν πέτραν ἐπικεκλημένην, διοριζομένου διατηρεῖσθαι τὴν τοιαύτην μονὴν ἀδιάσειστόν τε καὶ ἀνενόχλητον ἐπί τε τοῖς προσοῦσι ταύτῃ δυσὶ μετοχίοις αὐτῆς, τοῖς ἀνιδρυμένοις ἐπ᾿ ὀνόματι τῆς ὑπερενδόξου μοῦ τε θεομήτορος τῷ τῆς πορταρέας ἐπιλεγομένῳ καὶ τῷ τοῦ ἁγίου νικολάου τῷ ἐπικεκλημένῳ τοῦ παλιρεοπάτου, μετὰ καὶ τῆς ἀνέκαθεν νομῆς αὐτῶν καὶ διακρατήσεως, καὶ ἐπὶ τοῖς λοιποῖς ἀκινήτοις ταύτης, ἤγουν ἀμπελίοις, χωραφίοις καὶ ἀλλοίοις δικαίοις αὐτῆς κατὰ τὰς περιλήψεις τῶν προσόντων αὐτῇ ἐγγράφων δικαιωμάτων, τῶν τε ἀρχιερατικῶν ἐκδοτηρίων γραμμάτων τοῦ θεοφιλεστάτου ἐπισκό που δημητριάδος καὶ τοῦ ἐπὶ τούτοις γεγονότος πατριαρχικοῦ ὑπομνήματος, καὶ μὴ εὑρίσκειν παρά τινος τὸν τυχόντα διασεισμὸν ἢ τὴν οἱανδήτινα ὄχλησιν ἐπ᾿ αὐτοῖς· α. Ἡ βασιλεία μου τῆς τούτου δεήσεως ἐπακούσασα τὸν παρόντα ὁρισμὸν αὐτῆς ἐπορέγει τῇ τοιαύτῃ μονῇ, δι οὗ καὶ διορίζεται τὸ στέργον ἔχειν καὶ ἀμετάτρεπτον τὰ προσόντα τῇ τοιαύτῃ μονῇ ἔγγραφα δικαιώματα, τά τε ἀρχιερατικὰ δικαιωτήρια γράμματα τοῦ δηλωθέντος θεοφιλεστάτου ἐπισκόπου δημητριάδος καὶ τὸ ἐπὶ τούτοις γεγονὸς πατριαρχικὸν ὑπόμνημα, ὥστε κατέχεσθαι παρὰ τῆς τοιαύτης μονῆς τὰ διαληφθέντα δύο ταύτης μετόχια μετὰ καὶ τῆς ἀνέκαθεν νομῆς αὐτῶν καὶ διακρατήσεως, τά τε ἀμπέλια καὶ χωράφια ταύτης καὶ τὰ ἀλλοῖα αὐτῆς δίκαια, ἐλευθέρως πάντη, ἀνενοχλήτως τε καὶ ἀναποσπάστως κατὰ τὰς περιλήψεις τῶν τοιούτων δικαιωμάτων αὐτῆς, καὶ μὴ εὑρίσκειν ταύτην παρά τινος τὸν τυχόντα διασεισμὸν ἢ τὴν οἱανδήτινα ὄχλησιν ἐπὶ τούτοις, ἀλλὰ διατηρεῖσθαι ἀδιάσειστόν τε καὶ ἀνενόχλητον τῇ ἐμφανείᾳ τῆς παρούσης προστάξεως τῆς βασιλείας μου, τῆς καὶ ὀφειλούσης προσεῖναι τῇ τοιαύτῃ μονῇ δ᾽ ἀσφάλειαν.