IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio IV

JGR III 4.85Imp. Isaacii Angeli de electionibus pontificum '. (Α. 1187.)

Ἰσαακίου τοῦ ἀγγέλου. Σημείωμα βασιλικὸν ἀκυροῦν τὰς γινομένας ψήφους ἀπουσίᾳ τινὸς τῶν τῇ μεγάλῃ πόλει ἐνδημούντων ἀρχιερέων, διοριζόμενον δὲ καὶ εἰς τὸ ἑξῆς μὴ ἄλλως γίνεσθαι ψῆφον, εἰ μὴ πάντες οἱ ἐν τῇ μεγάλῃ πόλει ἐνδημοῦντες ἀρχιερεῖς μετάκληθῶσι, καὶ ἢ παρουσιάσουσιν ἢ δώσουσι γνώμας. μηνὶ σεπτεμβρίῳ ι ἡμέρᾳ δ ' ἐπινεμήσεως ε΄.

Abrir no leitor do IusCommune →

0

pr.Ὁ μὴ ἐλέγχων, φησὶν ἡ γραφὴ, τὴν ἁμαρτίαν τοῦ ἀδελφοῦ αὐτοῦ, ὡς ὁ τὸν ἰὸν ἀφεὶς τῷ δηχθέντι ὑπὸ ἰοβόλου. πρὸς τί δὲ ταῦτα παρὰ τῆς βασιλείας μου τῷ τοῦ λόγου προθύρῳ προβέβληται, προϊὼν ὁ λόγος δηλώσει σαφέστατα. καὶ γὰρ τοῦ· ἱερωτάτου μητροπολίτου κυζίκου ὑπομνήσαντος πρότριτα τὸ κράτος ἡμῶν, ὡς ἐστὶν οὗ τινα παρὰ τοὺς ἱεροὺς καὶ θείους κανόνας καὶ τοὺς φιλευσεβεῖς νόμους προβαίνουσιν ἐν ταῖς συνοδικαῖς τῶν συναδελφῶν αὐτοῦ συνελεύσεσι, καὶ παρακληθέντος τηρηθῆναι ταῦτα παρὰ τῷ τῆς βασιλείας μου βήματι συνάμα τῷ ἁγιωτάτῳ μου δεσπότῃ καὶ οἰκουμενικῷ πατριάρχῃ, ὡς καὶ τὴν τοῦ ἐπιστημονάρχου τῆς ἐκκλησίας τάξιν λαχούσης τῆς βασιλείας μου παρὰ τοῦ ταύτην χρίσαντός τε καὶ βασιλεύσαντος, καὶ ἐφειμένον ἐχούσης διορθοῦσθαι τὰ παρὰ τοὺς ἐκκλησιαστικοὺς κανόνας ἴσως γινόμενα· οὐ μὲν οὖν καὶ ἀπεώσατο καὶ ἡ βασιλεία μου τὴν τοῦ μητροπολίτου ἱκέσιον δέησιν καὶ εἴασεν ἀδιαίτητον. διὸ καὶ μετακαλεσαμένη τὴν σήμερον τὸν ἁγιώτατόν μου δεσπότην καὶ οἰκουμενικὸν πατριάρχην, ἀλλὰ καὶ τοὺς ἑτέρους ἁγιωτάτους πατριάρχας, τόν τε τῆς θεουπόλεως ἀντιοχείας, καὶ τὸν ἱεροσολύμων, ναὶ μὴν καὶ τοὺς ἐνδημοῦντας τῇ μεγάλῃ πόλει ἀρχιερεῖς, ἀπήτησε τὸν διαληφθέντα μητροπολίτην κυζίκου παρόντα καὶ αὐτὸν ἐν ἐπηκόῳ τοῦ φιλοθέου τούτου χοροστασίου εἰπεῖν καὶ προθέσθαι ὃ βούλεται· ὁ δὲ καὶ πάλιν μηδὲν ὑποστειλάμενος ἐκεῖνα ταῦτα προέθετο, ἅπερ καὶ πρὸς τὴν βασιλείαν μου πρότριτα ἀνήνεγκε, τὸ τοὺς ἱεροὺς καὶ θείους δηλαδὴ κανόνας καὶ νόμους ἔν τισι παραθεωρεῖσθαι καὶ παραβαίνεσθαι. καὶ εὐθὺς πρὸ τῶν ἄλλων προέθετο, ὅτι ἐκκλησιῶν χηρευουσῶν καὶ ψήφων γινομένων αὐτῶν οὐ συγκαλοῦνται ἐπὶ ταῖς γενησομέναις ψήφοις ἅπαντες οἱ ἐνδημοῦντες τῇ μεγάλη πόλει ἀρχιερεῖς, ἀλλὰ καὶ ἄτερ τῆς τινων συλλειτουργῶν καὶ συναδελφῶν μετακλήσεως τὰ τῆς ψήφου παρὰ κανόνας προβαίνει· ὁποῖον δή τι γέγονε καὶ ἐπὶ ταῖς ψήφοις τῶν ῥηθησομένων ἐκκλησιῶν. καὶ προϊσχετο, ὡς ἐπὶ τῇ ψήφῳ μὲν τῆς τε κλαυδιουπόλεως καὶ τῆς μαρωνείας οὐδόλως ἠξίωται λόγου παρὰ τῶν ψηφισαμένων ταύτας συναδελφῶν τούτου καὶ συλλειτουργῶν, οὐδὲ μετεκλήθη πρὸς τὴν ψῆφον παρά τινος, καὶ ταῦτα τῇ μεγάλῃ πόλει ἐνδημῶν καὶ τῶν συνοδικῶν δικαστηρίων μὴ ἀπολιμπανόμενος καὶ τῶν λοιπῶν συνελεύσεων· ἐπὶ δὲ ταῖς ψήφοις τῶν ἑτέρων τριῶν ἐκκλησιῶν, δυῤῥαχίου, μιλήτου καὶ χριστιανουπόλεως, δοθείσης τούτῳ εἰδήσεως, καὶ αὐτοῦ ποιησαμένου ἀπόλογον, καὶ ἐνδειξαμένου φανερῶς ἀποπεφασμένον τὸ τούτῳ δυσαρεστούμενον καὶ τὸ μέσον αὐτοῦ τε καὶ τῆς ἀδελφότητος διὰ τὴν περιφρόνησιν σκάνδαλον, καὶ οἷον ἀπαιτοῦντος τὴν εἰρήνην καὶ τὴν ὁμόνοιαν, οἱ τούτου συναδελφοὶ παρὰ φαῦλον ἔθεντο καὶ ἀπερῥάπισαν τὴν ἀπόκρισιν, καὶ ἀποσχοινίσαντες ἑαυτοὺς, χωρὶς τῆς αὐτοῦ παρουσίας καὶ ἑτέρας τινὸς ὑπομνήσεως, κἀπὶ ταύταις ταῖς ἐκκλησίαις τοὺς δοκοῦντας αὐτοῖς ἐψηφίσαντο. ὅτι γοῦν οἱ θεῖοι καὶ ἱεροὶ κανόνες τὰς τοιαύτας ψήφους ἀποδοκιμάζοντες μεμισήκασι, προτίθησι τέως τὰ περὶ τούτου, καὶ τοὺς κανόνας παρακλητεύει ἀναγινώσκεσθαι, οἵ τινες καὶ παρ᾿ αὐτοῦ ἐκδοθέντες ἐπὶ τοῦ μέσου κατὰ ῥῆμα ὑπανεγνώσθησαν. ὧν ὁ μὲν εἷς δ᾽ ἦν κανὼν τῆς ἁγίας καὶ οἰκουμενικῆς α΄ συνόδου, οὕτω διεξιών· „ἐπίσκοπον προσήκει μάλιστα μὲν ὑπὸ πάντων „τῶν ἐν τῇ ἐπαρχίᾳ καθίστασθαι. εἰ δὲ δυσχερὲς εἴη τὸ τοι„οῦτον, ἢ διὰ κατεπείγουσαν ἀνάγκην ἢ διὰ μῆκος ὁδοῦ, ἐξ „ἅπαντος τρεῖς ἐπὶ τὸ αὐτὸ συνηγμένους, συμψήφων γινομένων „καὶ τῶν ἀπόντων καὶ συντιθεμένων διὰ γραμμάτων, τότε τὴν „χειροτονίαν ποιεῖσθαι. τὸ δὲ κῦρος τῶν γινομένων δίδοσθαι „καθ᾽ ἑκάστην ἐπαρχίαν τῷ μητροπολίτῃ. ὁ δὲ ἕτερος κανὼν ἦν καὶ αὐτὸς ιθ΄ τῆς ἐν ἀντιοχείᾳ συνόδου, διαλαμβάνων οὗτως αὐτολεξεί· „ἐπίσκοπον μὴ χειροτονεῖσθαι δίχα συνόδου καὶ „παρουσίας τοῦ ἐν τῇ μητροπόλει τῆς ἐπαρχίας. τούτου δὲ „παρόντος ἐξ ἅπαντος, βέλτιον μὲν συνεῖναι αὐτῷ πάντας ἐν „τῇ ἐπαρχίᾳ συλλειτουργούς, καὶ προσήκει δι ἐπιστολῶν „τοὺς ἐν τῇ μητροπόλει συγκαλεῖν. καὶ εἰ μὲν ἀπαντῷεν „πάντες, βέλτιον· εἰ δὲ δυσχερὲς εἴη τοῦτο, τούς τε πλεί„ους ἐξ ἅπαντος παρεῖναι δεῖ ἢ διὰ γραμμάτων ὁμοψήφους „γενέσθαι. καὶ οὕτω μετὰ τῆς τῶν πλειόνων ἤτοι παρουσίας „ἢ ψήφου γίνεσθαι τὴν κατάστασιν. εἰ δὲ ἄλλως παρὰ τὰ „ὡρισμένα γίνοιτο, μηδὲν ἰσχύειν τὴν χειροτονίαν. εἰ δὲ κατὰ „τὸν ὡρισμένον κανόνα γίνοιτο ἡ κατάστασις, ἀντιλέγοιεν δέ „τινες δι οἰκείαν φιλονεικίαν, κρατεῖν τὴν τῶν πλειόνων ψῆ„φον. ταῦτα τοῦ ἱερωτάτου μητροπολίτου κυζίκου προβαλλομένου, οἱ ἀντικαθιστάμενοι τούτῳ ἀρχιερεῖς, καὶ πρὸ τῶν ἄλλων ὁ ἐφέσου, ὁ ἰκονίου καὶ ὁ ἀβύδου, μὴ ἀληθεύειν τὸν κυζίκου προϊσχοντο ἐφ᾽ οἷς καὶ προέθετο, τὸ μὴ μετακλη θῆναι δηλονότι καὶ αὐτὸν ἐπὶ ταῖς ψήφοις τῶν ῥηθεισῶν ἐκκλησιῶν. αὐτὸς γάρ, φησιν ὁ ἰκονίου, γάμου γεγονότος ἐπὶ ἐξαδέλφῃ τοῦ ῥαιφερενδαρίου εὑρὼν ἐκεῖσε μετακληθέντα καὶ τὸν κυζίκου, δέδωκε τούτῳ εἴδησιν τῆς γενησομένης ψήφου τῇ ἐπιούσῃ ἐπί τε τῇ κλαυδιουπόλει καὶ τῇ μαρωνείᾳ· ἐπὶ δὲ ταῖς λοιπαῖς ψήφοις τῶν ἑτέρων ἐκκλησιῶν καὶ ἐγγράφως γενέσθαι διετείνοντο τὴν τούτου μετάκλησιν. καὶ εἰς παράστασιν τῆς βεβαιολογίας αὐτῶν καὶ σημείωμα ἐνεφάνιζον τοῦ πατριαρχικοῦ νοταρίου, στεφάνου τοῦ ναρσίτου, γεγονὸς κατὰ τὴν κγ΄ τοῦ αὐγούστου τῆς πρὸ μικροῦ διελθούσης δ ἐπινεμήσεως, ὃ καὶ ἀναγνωσθὲν ἐπὶ λέξεων εἶχεν οὕτως· „μηνί „αὐγούστῳ κγ ' ἡμέρᾳ ζ΄ ἐπινεμήσεως δ, ἐπὶ παρουσίᾳ τοῦ „εὐλαβοῦς ἐπισκοπειανοῦ κυροῦ κωνσταντίνου τοῦ χειρο„μάχου, θεοδώρου τοῦ φιαλίτου καὶ μιχαὴλ τοῦ χα „μούλη, ορισθέντες παρὰ τοῦ παναγιωτάτου ἡμῶν δεσπότου „καὶ οἰκουμενικοῦ πατριάρχου, εἰδήσει καὶ τοῦ τιμιωτάτου χαρ„τοφύλακος τῆς ἁγιωτάτης τοῦ θεοῦ μεγάλης ἐκκλησίας κυροῦ „εὐσταθίου τοῦ χανδρηνοῦ, μετακαλέσασθαι τὸν πανιερώ„τατον μητροπολίτην κυζίκου κῦρον ἰωάννην ἀνελθεῖν κατὰ „τὴν αὔριον εἰς τὴν θείαν καὶ ἱερὰν σύνοδον, καὶ παρουσιάσαι „ἐπὶ ταῖς μελλούσαις γενέσθαι ψήφοις τῶν χηρευουσῶν ἁγιω„τάτων ἐκκλησιῶν ἢ γνώμην ἐκθέσθαι, καὶ ἀναδιδάξαι τοῦτον, „ὡς εἰ μὴ οὕτω ποιήσει, μέλλουσιν αἱ τοιαῦται ψῆφοὶ προβῆ„ναι καὶ ἀπουσίᾳ αὐτοῦ, διὰ τὸ περὶ τούτων μηνυθῆναι αὐτὸν „διαφόρως καὶ παρὰ τοῦ εὐλαβοῦς ἐπισκοπειανοῦ, κυροῦ κων„σταντίνου τοῦ χειρομάχου, καὶ μὴ θελῆσαι τὰ τούτου „μηνύματα ἐκπληρῶσαι· ἀφικόμεθα τὴν σήμερον ἐν τοῖς κελ„λίοις τοῦ ῥηθέντος πανιερωτάτου μητροπολίτου, τοῖς διακει„μένοις πλησίον καὶ σύνεγγυς τῆς σεβασμίας μονῆς τῶν στου„δίου, καὶ ἐντυχόντες τούτῳ ἐκεῖσε ἐπὶ κλίνης κειμένῳ ὡς ἀρ„ῥώστως ἔχοντι, εἴπομεν πρὸς αὐτὸν καθὼς παρὰ τῆς πατριαρ„χικῆς καὶ θείας μεγαλειότητος ὡρίσθημεν, ὅσα ὁ λόγος ἀνω„τέρω ἐδήλωσε, παρεγγυησάμενοι τούτῳ, ὡς εἴπερ ἴσως οὐ „θελήσει οὗτος ἢ παρουσιάσαι κατὰ τὴν αὔριον εἰς τὰς γενη„σομένας (ὡς εἴρηται) ψήφους τῶν χηρευουσῶν ἁγιωτάτων ἐκ„κλησιῶν ἢ γνώμην ἐπὶ ταύταις ἐκθεῖναι, προβήσονται αὗται „καὶ ἀπουσίᾳ αὐτοῦ. ὁ δὲ πρὸς ἡμᾶς ἀπεκρίθη ταῦτα· ὡς καὶ „ἄλλοτε προέβησαν ψῆφοι ἐκκλησιῶν παρὰ τῶν τούτου συναδελ„φῶν ἄνευ παρουσίας αὐτοῦ καὶ γνώμης, τοῦτο γοῦν γενέσθω „παρ᾽ αὐτῶν καὶ ἐπὶ ταῖς νῦν χηρευούσαις ἐκκλησίαις· οὐ γὰρ „δύναται ἀνελθεῖν εἰς τὴν θείαν καὶ ἱερὰν σύνοδον καὶ παρου„σιάσαι ἐπὶ ταῖς ψήφοις διὰ τὸ δεινῶς νοσηλεύεσθαι. πολλὰ „γοῦν παρακληθεὶς παρ᾽ ἡμῶν κἂν γνώμην ἐκθέσθαι, οὐδὲ τοῦτο „ποιῆσαι ἠθέλησεν. εἰς δήλωσιν οὖν τούτων τὴν παροῦσαν „σημείωσιν ἐξεθέμεθα, ἣν παρεκβαλόντες καὶ συνήθως πιστω„σάμενοι ἐπιδεδώκαμεν μηνὶ καὶ ἐπινεμήσει τοῖς προγεγραμμέ „νοις. ὁ εὐτελὴς διάκονος τῆς ἁγιωτάτης τοῦ θεοῦ μεγάλης „ἐκκλησίας καὶ πατριαρχικὸς νοτάριος στέφανος ὁ ναρσίτης. τοῖς οὖν ῥήμασι τοῦ τοιούτου σημειώματος ἀποχρώμενοι οἱ τοῦ κυζίκου ἀντίθετοι, ἔλεγον ἐν πάσαις ταῖς ψήφοις μετάκλητον γενέσθαι καὶ τὸν κυζίκου, καὶ αὐτοὶ μὲν τὸ οἰκεῖον ποιήσασθαι, τοῦτον δὲ μὴ θελῆσαι παρουσιάσαι· προστιθέμενοι, ὅτι καὶ ἐπισκοπειανοὶ κατ᾿ ἐπιτροπὴν τοῦ θεοφιλεστάτου χαρτοφύλακος κατὰ τὸ ἔθος ἀπεστάλησαν εἰς τὰ ἐν οἷς καταμένει κελλία ὁ κυζίκου, ἔνθα καὶ ὁ πατριαρχικὸς νοτάριος ἐπὶ τῇ δευτέρᾳ ψήφῳ ἐπιδεδήμηκεν ὡς διείληπται, καὶ μετεκαλέσαντο τοῦτον κατὰ τὸ σύνηθες εἰς τὰς προβησομένας παρ᾿ αὐτῶν ψήφους· οἵ τινες ἐλθόντες πρῶτον μὲν εἰς τὸν ἁγιώτατόν μου δεσπότην καὶ οἰκουμενικὸν πατριάρχην, εἶθ᾽ οὕτω καὶ πρὸς αὐτοὺς, εἶπον μὴ ἐφευρεῖν τοῦτον ἐν τοῖς αὐτοῦ κελλίοις, μαθεῖν δὲ, ὅτι ἔν τινι τῆς πόλεως προαστείῳ διάγει. ἀλλὰ καὶ πρὸς ταῦτα ὁ κυζίκου γενναιότερον ἀντικατέστη τοῖς τοιούτοις συλλειτουργοῖς, πρὸς μὲν τὸν τοῦ ἰκονίου λόγον προσθέμενος, ὡς οὐδέποτε τοιαύτη πρόσκλησις ἐκ τοῦ παρήκοντος περὶ ψήφου πρὸς μητροπολίτην γέγονε παρὰ συναδελφοῦ αὐτοῦ, εἴγε καὶ δοίη τὶς τοῦτο γενέσθαι· ἀλλὰ παρὰ τῶν συνήθως στελλομένων εἰς τὴν τῆς ψήφου μετάκλησιν, κυρίας τυπουμένης τῆς ἐπὶ τῇ ψήφῳ ἡμέρας, καὶ παρὰ τοῦ χαρτοφύλακος στελλομένων τῶν μηνυτῶν, καὶ οὕτω τῶν μηνυθέντων ἢ αὐτοπροσώπως παρουσιαζόντων ἢ διὰ γραμμάτων ὁμοψήφων γινομένων ἢ καὶ ἀντιγνωμονούντων, δήλης πάντως γινομένης τῷ ψηφηφορικῷ τῆς ἐγγράφου γνώμης αὐτῶν καὶ διὰ τῶν γραμμάτων παρεῖναι δοκούντων καὶ τῶν ἀπόντων. ἐπεὶ οὖν φησι πρὸ μιᾶς τῆς ἐπὶ τῇ ψήφῳ κυρίας κατὰ τὸν τοῦ ἰκονίου λόγον τῇ μεγάλῃ πόλει παρῆν, καὶ ἑξῆς ταῖς μετὰ τὴν ψῆφον ἡμέραις, πῶς ποτε ἄρα καὶ πιστευτέοι οἱ λέγοντες, μὴ παρεῖναι τοῦτον τῇ μεγάλῃ πόλει κατὰ τὸν τῆς ψήφου καιρόν; καὶ ἐζήτει προκομισθῆναι καὶ τὸν ψηφηφορικὸν, καὶ ἀναθεωρηθῆναι τοῦτο, εἰ ἄρα εὕρηται ἐγγεγραμμένα τὰ παρὰ τῶν συναδελφῶν αὐτοῦ προτεινόμενα. κἂν μὲν οὖν αὐτός φησι καὶ μόνος τῶν ψήφων ἀπελιμπάνετο, ἴσως ἂν εἶχε λόγον τὰ προβαλλόμενα· ἐπεὶ δὲ καὶ ἕτεροι σὺν αὐτῷ μητροπολῖται ἀπελείφθησαν τῆς ψήφου τῶν ψηφισθεισῶν ἐκ κλησιῶν, καὶ οὐδὲ αὐτοὶ μετεκλήθησαν, φαίνονται προφανῶς ταῖς ἀληθείαις ἐναντιούμενοι οἱ ἀντίθετοι. πρὸς μέντοι τὰ τοῦ σημειώματος ῥήματα αὐτὰ καὶ πάλιν τὰ ἀνωτέρω διαληφθέντα προέθετο, ὅτιπερ αὐτὸς μὴ θέλων τὸ ὑποκνίζον τὴν τούτου ψυχὴν σκάνδαλον ἀνημέρωτον ἐπικρύπτειν καὶ ἐν τῷ μετακλητικῷ σημειώματι τὴν αἰτίαν ἐξέφηνε, ζητῶν τὴν διόρθωσιν ἐφ᾿ οἷς ἀγανακτικώτερος γέγονεν, οἱ δὲ ψηφισάμενοι παραγκωνισάμενοι τὸν τούτου ἀπόλογον τὴν ψῆφον κατὰ τὸ δόξαν αὐτοῖς αὐτόνομον πεποιήκασιν. ἐπὶ τούτοις παρὼν καὶ ὁ πρωτόθρονος καισαρείας ἀνέκραξε καὶ αὐτὸς λέγων, ὡς οὐδὲ οὗτος ἀφ᾽ οὗ καιροῦ κεχειροτόνηται ἀρχιερεὺς εἰς ψῆφον ἀνελθεῖν μετεκλήθη, καὶ ταῦτα τριῶν ἐκκλησιῶν ψηφισθεισῶν, δυρῥαχίου, μιλήτου καὶ χριστιανουπόλεως· ἀλλ᾽ οὐδὲ τὴν σήμερον ἐδόθη τούτῳ παρά τινος εἴδησις τῆς πρὸς τὴν βασιλείαν μου τῶν μητροπολιτῶν συνελεύσεως, αὐτὸς δὲ οἴκοθεν κινηθεὶς συνεισῆλθε τοῖς λοιποῖς ἀρχιερεῦσιν εἰς τὸ βῆμα τῆς βασιλείας μου. καὶ ὁ λευκάδος δὲ συνῳδὰ τῷ καισαρείας ἐφθέγγετο, καρδιαλγῶν ἐφ᾽ οἷς οὐκ ἠξίωτο λόγου ἐπὶ ταῖς ψήφοις τῶν ῥηθεισῶν τριῶν ἐκκλησιῶν, οὗ χάριν ὡς μὴ ἀνελθὼν οὐδὲ ὁμόψηφος γέγονε τοῖς ψηφισαμένοις αὐτάς. ἀλλὰ καὶ ὁ καρίας εἰσελθὼν εἶπεν, ὡς συνελθόντων αὐτῶν ἐπὶ τῷ ποιήσασθαι ψήφους τῶν χηρευουσῶν ἁγιωτάτων ἐκκλησιῶν, ἐπεί τινας τῶν ἐνδημούντων ἀρχιερέων τῇ βασιλευούσῃ οὐκ εἶδε παρουσιάζοντας, ἤρετο εἰ γνῶμαι τούτων εἰσὶν, ἤκουσε δὲ, ὡς ὁ κυζίκου παρὰ τοῦ ναρσίτου διαμηνυθεὶς παρουσιάσαι ἐπὶ ταῖς μελλούσαις προβῆναι ψήφοις ἔφησε, καὶ ἄλλοτε τῇ αὐτοῦ ἀπουσίᾳ τοιαύτας ψήφους γενέσθαι, οὐ καινὸν δὲ καὶ αὖθις τοῦτο πραχθῆναι· οὐκ ἀγαθὴν οὖν ἔμφασιν αὐτὸς κατανοῶν ἔχειν ταῦτα τὰ ῥήματα, τῶν ἀδυνάτων εἶπεν εἶναι προβῆναι ψήφους τὴν σήμερον, καὶ μάλιστα ὅτι καὶ ἕτεροι τῶν ἀδελφῶν ἀποδημοῦσιν, ἤγουν ὅ τε πρωτόθρονος, ὁ χαλκηδόνος, καὶ ὁ λευκάδος. ἠκολούθουν δὲ αὐτῷ καί τινες τῶν μητροπολιτῶν, ὅ τε μηθύμνης, ὁ ναζιανζοῦ, ὁ παροναξίας, καὶ ἕτεροι· ἀλλ᾽ ὑπερίσχυσάν, φησιν, οἱ ἄλλως λέγοντες καὶ τὰ τῶν ψήφων προέβαινον. οὓς λόγους τοῦ καρίας ᾠκειοῦντο ὡς ἀληθεῖς παρόντες ὁ μηθύμνης, ὁ ναζιανζοῦ καὶ ὁ παροναξίας. ἦσαν οὖν τὰ μέρη ἐν τούτοις ἀντιπαλαμώμενά τε ἀλλήλοις καὶ ἐναντιούμενα. α. Ἡ γοῦν βασιλεία μου ἐπιστατικώτερον προσχοῦσα τοῖς παρὰ τῶν μερῶν προτεθεῖσι, καὶ μὴ θέλουσα παραθραύεσθαι καὶ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς καὶ τὰς ἀποστολικὰς καὶ συνοδικὰς παραδόσεις καὶ τοὺς ἱεροὺς κανόνας αὐτῶν, καὶ καταλαβοῦσα μηδέν τι ἐνδύναμον δικαιολογήσασθαι τοὺς ἀντιδίκους τῷ κυζίκου συναδελφοὺς τούτου καὶ συλλειτουργοὺς, ἀλλὰ παρὰ τὰ διωρισμένα τοῖς διαληφθεῖσιν ἱεροῖς κανόσι καὶ τῷ ἀρχαιοπαραδότῳ τῆς μεγάλης ἐκκλησίας ἔθει ἐπὶ ταῖς ψήφοις προβῆναι τὰς ψήφους τῶν ῥηθεισῶν ἐκκλησιῶν, τῆς κλαυδιουπόλεως, τῆς μαρωνείας, τοῦ δυῤῥαχίου, τῆς μιλήτου καὶ τῆς χριστιανουπόλεως, ἀκολούθως τούτοις διέγνω καὶ ἀπεφήνατο, συνδιαγνωμονησάντων τῇ βασιλείᾳ μου καὶ τῶν ἁγιωτάτων πατριαρχῶν, μηδὲν ἰσχύειν τὴν χειροτονίαν καὶ τὰς ψήφους τῶν οὕτω ψηφισθέντων, ὡς εἴρηται, ἀλλ᾽ ὡς μηδὲ γεγονυίας λογισθῆναι, καὶ τὴν γεγονυίαν χειροτονίαν τοῦ χειροτονηθέντος μαρωνείας, καθὼς ὁ ἄνωθεν καταστρωθεὶς ιθ ' τῆς ἐν ἀντιοχείᾳ συνόδου διαλαμβάνει κανὼν, λέγων ῥητῶς οὗτωσί· „εἰ δὲ ἄλλως παρὰ τὰ διωρισμένα „γίνοιτο, μηδὲν ἰσχύειν τὴν χειροτονίαν, ἀλλ᾽ ἑτέρους ψήφους γενέσθαι ἐπὶ ταῖς ῥηθείσαις ἐκκλησίαις, ἐφ᾿ αἷς αἱ ψῆφοι καὶ αἱ χειροτονίαι παρὰ κανόνας προέβησαν, ὡς διείληπται. καὶ γοῦν τὸ ἀπὸ τοῦδε καὶ εἰς τὸ ἑξῆς θεσπίζει τὸ κράτος ἡμῶν, ἐκ τοῦ ἀπαραιτήτου πάντας τοὺς ἐν τῇ μεγάλῃ πόλει ἀρχιερεῖς συγκαλεῖσθαι, καὶ ἢ παρεῖναι τοὺς πάντας ἐπὶ ταύταις,, εἰ δυνατὸν, ἢ καὶ διὰ γραμμάτων ὁμοψήφους γίνεσθαι, καὶ μὴ παίζειν ἐν οὐ παικτοῖς· ἀλλ᾽ ἐκείνους προτιμᾶσθαι τῶν ἄλλων πάθους ἐκτὸς, οὓς μετὰ τοῦ λόγου καὶ βίος κοσμεῖ ἀνεπίληπτος, ἢ τοῦ λόγου σκάζοντος ἴσως, οἷς ὁ μακρὸς χρόνος καὶ τὸ περὶ τὴν ἐκκλησίαν πολύπονον τὸ ἐνδέον ἀποχαρίζεται. οὕτω γὰρ ἂν αἱ ψῆφοι θεαρέστως γίνοιντο, καὶ οὐκ ἐπὶ κρίματι καὶ κινδύνῳ τῆς τῶν ψηφιζομένων καὶ ψηφοφορούντων ψυχῆς. Οἱ μέντοι παρουσιάσαντες μητροπολῖται ἦσαν οὗτοι· ὁ καισαρείας, ὁ ἐφέσου, ὁ κυζίκου, ὁσίδης, ὁ ἀμασείας, ὁ νεοκαισαρείας, ὁ καρίας, ὁ λαοδικείας, ὁ ἰκονίου, ὁ συλαίου, ὁ ἱεραπόλεως, ὁ εὐχαΐτων, ὁ κερασοῦν - τος, ὁ ἀβύδου, ὁ λαρίσσης, ὁ κορίνθου, ὁ μηθύμνης, ὁ παροναξίας, ὁ προικοννήσου, ὁ ἡρακλέος, ὁ λευκάδος, ὁ γαρέλλης, ὁ ναζιανζοῦ.